Ἦχος γ΄. Αἱ γενεαὶ πᾶσαι.
Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, Μάρτυς Αἰκατερίνα.
Αἱ γενεαὶ πᾶσαι, σὲ μακαριοῦσι, σοφὴ Αἰκατερίνα.
Ἄγγελος οὐρανόθεν, κατῆλθεν σ’ ἐνισχύων, Μάρτυς ἐν τῷ σταδίῳ.
Δῆμος φιλομαρτύρων, ἀθροίσθετε ὑμνῆσαι, τὴν νύμφην τοῦ Κυρίου.
Εὐφραίνετε πλουτοῦσα, τὰ σπάργανά σου Μάρτυς, Πόλις Ἀλεξανδρέων.
Εἱρκτὴν παρθενομάρτυς, καὶ αἰκισμοὺς ὑπέστης, ὑπὲρ τοῦ σοῦ Νυμφίου.
Ἐξέστησαν Ἀγγέλους, τὰ τρομερά σου ἄθλα, Αἰκατερίνα Μάρτυς.
Ἐν ὄρει τῷ Σιναίῳ, Χριστὸς Αἰκατερίνα, φυλάττει σου τὸ σῶμα.
Ἐκ βλάβης καὶ κινδύνων, σκέπε Αἰκατερίνα, τοὺς πανηγυριστάς σου.
Ἡ οἰκουμένη πόθῳ, τελεῖ Αἰκατερίνα, μνήμην σου τὴν ἁγίαν.
Θωπεῖαι Μαξιμίνου, οὐκ ἔχυσάν σου κάμψαι, ψυχὴν γενναίαν Μάρτυς.
Ὀφρῦν τε καὶ τὸ θράσος, σοφὴ τοῦ Μαξιμίνου, κατέβαλες γενναίως.
Ὁ σὸς Νυμφίος πέμπει, τροφήν σοι οὐρανόθεν, ἐν τῇ εἱρκτῇ σου Μάρτυς.
Ῥητόρων φιλοσόφων, καθεῖλες παρουσίαν, δυνάμει τῶν σῶν λόγων.
Σοφὴ Αἰκατερίνα, δέχετε οὐρανόθεν, τροφὴν ὦ ξένον θαῦμα.
Τάγματα τῶν Ἀγγέλων, ὁρῶντα ἐν σταδίῳ, σοὺς ἄθλους κατεπλάγη.
Τὰ στίφη τῶν Ἀγγέλων, δέχεται τῆς πανσόφου, Αἰκατερίνης πνεῦμα.
Τοὺς ἐν Σιναίῳ ὄρει, τὸ σῶμά σου τιμώντας, Αἰκατερίνα σκέπε.
Τοὺς σὲ ὐμνοῦντας λύσιν, πταισμάτων ταῖς λιταῖς σου, Αἰκατερίνη δίδου.
Τοὺς τὴν σεπτήν σου μνήμην, τελούντας μετὰ πόθου, Αἰκατερίνα φρούρει.
Τῶν εὐσεβῶν τὰ πλήθη, τιμᾶ Αἰκατερίνα, τὴν θείαν ἄθλησίν σου.
Ὑπὲρ τῶν οὗ τιμώντων, Αἰκατερίνα Μάρτυς, τὸν Κύριον δυσώπει.
Χαίροις Αἰκατερίνα, τὸ κλέος τῶν παρθένων, ὡραῖα Χριστοῦ νύμφη.
Ψυχὰς τὰς τῶν ῥητόρων, δῶρα τῷ σῷ Νυμφίῳ, Αἰκατερίνα πέμπεις.
Ὡμότητα τυράννου, καὶ ἀπειλὰς βασάνων, οὐδόλως ἐπτοήθης.
Ὦ θαύματος μεγίστου! Πῶς τὴν τροφὴν λαμβάνει, ἐξ οὐρανοῦ ἡ Μάρτυς.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Τριαδικόν.
Ὦ τρίφωτε Θεέ μου, λιτῆς Αἰκατερίνης, ἐλέησον τὸν κόσμον.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον.
Ἀμόλυντε Παρθένε, σὺν τῇ Αἰκατερίνῃ, τὸν Σὸν Υἱὸν δυσώπε.
ΠΗΓΗ.http://xristianos.gr/forum/ - https://fdathanasiou.wordpress.com
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου