Καμπαναριό του 15ου αιώνα στην Κεφαλονιά

Καμπαναριό του 15ου αιώνα στην Κεφαλονιά
Αγαπητοί επισκέπτες καλώς ήλθατε.
Μπορείτε να επικοινωνείτε μαζί μας, να αποστέλλετε και να μοιράζεστε κρίσεις, σχόλια, απόψεις, στην ηλεκτρονική διεύθυνση :
amalgamaparamythias@gmail.com

Με εκτίμηση,
Η Ομάδα Διαχείρισης


Τρίτη 30 Δεκεμβρίου 2014

ΠΡΟΣΕΥΧΗΤΑΡΙΟ ΚΑΘΕ ΜΕΡΑ ΠΡΩΪ ΚΑΙ ΒΡΑΔΥ

Agia Meteora

ΠΡΟΣΕΥΧΗΤΑΡΙΟ ΚΑΘΕ ΜΕΡΑ ΠΡΩΪ ΚΑΙ ΒΡΑΔΥ
ΔΕΥΤΕΡΑ ΠΡΩΪ
Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.
Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον ἀγαθὲ τάς ψυχὰς ἡμῶν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (τρεῖς)
Δόξα, καὶ νῦν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς Οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου. ἐλθέτω ἡ βασιλεία σου. γενηθήτω τό θέλημά σου ὡς ἐν οὐρανῷ καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμῖν σήμερον καί ἅφες ἠμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν, ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα. τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ παρόντα Τριαδικὰ τροπάρια.
Ἐξεγερθέντες τοῦ ὕπνου, προσπίπτομεν σοί, ἀγαθέ, καὶ τῶν Ἀγγέλων τὸν ὕμνον βοωμεν σοί, δυνατέ. Ἅγιος, Ἅγιος, Ἅγιος εἰ ὁ Θεός. διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.
Δόξα. Ἦχος β
Τῆς κλίνης καὶ τοῦ ὕπνου ἐξεγείρας μέ, Κύριε, τὸν νοῦν μου φώτισον, καὶ τὴν καρδίαν καὶ τὰ χείλη μου ἄνοιξον, εἰς τὸ ὑμνεῖν σέ, ἁγία Τριάς. Ἅγιος, Ἅγιος, Ἅγιος εἰ Θεός. διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.
Καὶ νῦν. Ἦχος γ.
Ἀθρόον ὁ Κριτὴς ἐπελεύσεται, καὶ ἑκάστου αἱ πράξεις γυμνωθήσονται. Ἀλλὰ φόβῳ κράξωμεν ἐν τῷ μέσῳ τῆς νυκτὸς Ἅγιος, Ἅγιος, Ἅγιος εἰ Θεός. διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.
Ἐκ τοῦ ὕπνου ἐξανιστάμενος εὐχαριστῶ σοὶ ἁγία Τριάς, ὅτι διὰ τὴν πολλὴν σοῦ ἀγαθότητα καὶ μακροθυμίαν οὐκ ὠργίσθης ἐμοὶ τῷ ῥᾳθύμῳ καὶ ἁμαρτωλῷ οὐδὲ συναπώλεσας μὲ ταῖς ἀνομίαις μου, ἀλλ' ἐφιλανθρωπεύσω συνήθως, καὶ πρὸς ἀπόγνωσιν κείμενον ἤγειρας μὲ εἰς τὸ ὀρθρίσαι καὶ δοξολογήσαι τὸ κράτος σου καὶ νῦν φώτισόν μου τὰ ὄμματα τῆς διανοίας. ἄνοιξόν μου τὸ στόμα, τοῦ μελετᾶν τὰ λόγιά σου καὶ συνιέναι τάς ἐντολάς σου καὶ ποιεῖν τὸ θέλημά σου καὶ ψάλλειν σοι ἐν ἐξομολογήσει καρδίας καὶ ἀνυμνεῖν τὸ πανάγιον ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τὰ πιὸ πάνω θὰ πρέπει να τὰ ἐπαναλαμβάνουμε κάθε πρωί, γιατὶ εἶναι ἡ ἑωθινὴ προσευχὴ τῆς Ἐκκλησίας μας.
Ἐπισυνάπτομε και τίς παρακάτω εὐχές.
Ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ ἐξαναστήσας ἡμᾶς ἐκ τῶν κοιτὼν ἡμῶν καὶ ἐπισυναγαγὼν ἐπὶ τὴν ὥραν τῆς προσευχής, δὸς ἡμῖν χάριν ἐν ἀνοίξει τοῦ στοματος ἡμῶν καὶ πρόσδεξαι ἡμῶν τὴν κατὰ δύναμιν εὐχαριστίαν καὶ δίδαξον ἡμὰς τὰ δικαιώματά σου, Ὅτι πρόσευξασθαι καθ' ὁ δεῖ οὐκ οἴδαμεν, ἐὰν μὴ σῦ, Κύριε, τῷ Πνεύματί σου τῷ ἁγίῳ ὁδήγησης ἡμᾶς. Διο δεόμεθα σοῦ, εἰ τὶ ἡμάρτομεν μέχρι τῆς παρούσης ὤρας, ἄνες, ἄφες, συγχώρησον. Ἐὰν γὰρ ἀνομίας παρατήρησης, Κύριε, Κύριε, τὶς ὑποστήσεται; 'Ὅτι παρὰ σοὶ ἡ ἀπολύτρωσις σὺ μόνος ἅγιος, βοηθός, κραταιός, ὑπερασπιστὴς τῆς ζωῆς ἡμῶν, καὶ ἐν σοὶ ἡ ὕμνησις ἡμῶν διὰ παντός. Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου .Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν
Κύριε ὁ Θεός ἠμῶν, ὁ τήν τοῦ ὕπνου ρᾳθυμίαν ἀποσκεδάσας ἀφ' ἠμῶν, καί συγκαλέσας ἠμᾶς κλήσει ἁγία, τοῦ ἐν νυκτί ἐπάραι τάς χεῖρας ἠμῶν καί ἐξομολογείσθαι σοί ἐπί τά κρίματα τῆς δικαιοσύνης σου, προσδεξαι τάς δεήσεις ἠμῶν, τάς ἐντεύξεις, τάς ἐξομολογήσεις, τάς νυκτερινᾶς λατρείας. Καί χάρισαι ἠμίν, ὁ Θεός, πίστιν ἀκαταίσχυντον, ἐλπίδα βεβαίαν, ἀγάπην ἀνυπόκριτον, εὐλογησον εἰσόδους καὶ ἐξόδους, πράξεις, ἔργα, λόγους, ἐνθυμήσεις. Καὶ δὸς ἡμῖν καταντήσαι εἰς τάς ἀρχὰς τῆς ἡμέρας αἰνοῦντας, ὑμνούντας, εὐλογούντας τῆς σῆς ἀφράστου χρηστότητος τὴν ἀγαθότητα. Ὅτι ηὐλόγηται τὸ παναγιόν σου ὄνομα καὶ δεδόξασται ἡ βασιλεία, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κύριε, ρῦσαί μέ τῶν πτωμάτων τῆς γλώσσης μου, Ὅτι καθ' ἑκάστην δί' αὐτῆς ἁμαρτάνω ὁ τάλας καί οὐκ αἰσθάνομαι.
Κύριε, ἀγαθήν μοί τήν ἡμέραν ταύτην καί ἀναμάρτητον δώρησαι, Ὅτι σύ εἰ ὁ δυνάμενος σώζειν τούς δούλούς σου, τούς ἁμαρτάνοντας καθ' ἑκάστην ὥραν.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν Κύριε....
ΔΕΥΤΕΡΑ ΕΣΠΕΡΑΣ
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῶ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ καὶ Θεῶ ἡμῶν.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ τῷ βασιλεῖ καὶ Θεῶ ἡμῶν.
Καὶ ἀμέσως τὸν Ν΄ ψαλμό.
Ἐλέησον μὲ ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίάς μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισον μέ. 'Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστιν διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθεὶς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαι σέ. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησε μὲ ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς καρδίας σου ἐδήλωσάς μοι. Ῥαντιεὶς μὲ ὑσσώπω, καὶ καθαρισθήσομαι. πλυνεῖς μέ, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην. ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίάς μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψης μὲ ἀπὸ τοῦ προσώπού σου καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλεις ἀπ' ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σοῦ καὶ πνεύματι ἡγεμονικῷ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥυσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου. ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένο καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καί συνεχίζουμε με τις πιό κάτω εὐχές
Εὐχή.
Δεσπότα, Κύριε, Ἰησοῦ Χριστέ, Υἱὲ καὶ Λόγε τοῦ Πατρός, ἄναρχε καὶ συνάναρχε τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, ἰλάσθητί μοι τῷ ἁμαρτωλῷ καὶ ῥᾳθύμῳ. Γινώσκεις Δεσπότα, τὴν ὀλιγωρίαν τῆς ταλαιπωρίας μου καὶ ὅσαι μὲ πολεμοῦσι πονηραὶ προλήψεις, καὶ βλέπεις τὴν κατ' ἐμοῦ πολυμήχανου κακίαν τοῦ ἐχθροῦ. Ἀντιλαβοῦ μου κατὰ τὸ μέγα σοῦ ἔλεος καὶ σῶσον μὲ τὸν ἀσεβῆ χάριτι καὶ οἰκτιρμοῖς πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ . πάντων σοῦ τῶν ἁγίων. ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σὺ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν, ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σοῦ Πνεῦμά τι, πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Μνήσθητι, Δεσπότα φιλάνθρωπε, ὁ Θεὸς ἡμῶν, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν.
Ἔτι μνήσθητι, Κύριε, τῶν ἀσθενούντων, τῶν αἰχμαλώτων, τῶν ἐν ἀποδημίαις ὄντων, τῶν ἐν θαλάσσῃ πλεόντων, τῶν ἰπταμένων, τῶν ἐν θλίψεσι καὶ τῶν ἐν ἀνάγκαις καὶ ἐλέησον αὐτούς.
Ἔτι δεόμεθα καὶ ὑπὲρ τῶν ἐλεούντων καὶ διακονούντων, τῶν μισούντων καὶ ἀγαπώντων ἡμὰς πάντων τῶν λοιπῶν ἀδελφῶν ἡμῶν.
Μνήσθητι, Κύριε, καὶ ὑπὲρ πάντων τῶν εὐσεβῶς κεκοιμημένων προπατόρων, πατέρων, ἀδελφῶν καὶ συγγενῶν καὶ παντὸς ὀρθοδόξου καὶ ἐλέησον αὐτοὺς καὶ πάντας ἡμὰς ἀξίωσον τῆς οὐρανίου βασιλείας Σου. Ἀμήν.
Ἐν τῇ σκέπῃ τῶν πτερύγων σου κοιμηθήσομαι καὶ ὑπνώσω, ὅτι σὺ Κύριε, καταμόνας ἐπ' ἐλπίδι κατώκοισας μέ.
Καὶ τὸ Δι εὐχῶν...
ΤΡΙΤΗ ΠΡΩΪ
Ὅπως τὴν Δευτέρα πρωί, κάθε πρωὶ ἐπαναλαμβάνουμε τις πρωϊνὲς προσευχὲς καὶ προσθέτουμε καὶ τὶς προσευχὲς τῆς ἡμέρας, ποὺ διαφέρουν κάθε μέρα.
Πρωϊνὲς εὐχὲς τῆς Τρίτης.
Μετά τίς ἐωθινές εὐχές συνεχίζομεν μέ τίς προσευχές πού ἀκολουθοῦν.
Προσευχὴ τῶν Πατέρων τῆς Ὄπτινας
Κύριε, βοήθησε μὲ ν' ἀντιμετωπίσω μὲ ψυχικὴ γαλήνη ὅλα, ὅσα θά μου φέρει ἡ σημερινὴ ἡμέρα. Βοήθησε μὲ να παραδοθῶ ὁλοκληρωτικὰ στο ἅγιο θέλημά Σου. Στην κάθε ὥρα τῆς ἡμέρας φώτιζε μὲ καὶ δυνάμωνε μὲ για τὸ κάθε τι. Ὅποιες εἰδήσεις κι ἂν λάβω σήμερα, δίδαξε μὲ να τὶς δεχθῶ μὲ ἠρεμία καὶ μὲ τὴν ἀκλονήτη πεποίθηση ὅτι τίποτε δεν συμβαίνει, χωρὶς να τὸ ἐπιτρέψεις Ἐσύ. Καθοδήγησέ τις σκέψεις καὶ τὰ συναισθήματά μου σὲ ὅλα μου τὰ ἔργα καὶ τὰ λόγια. Στις ἀπρόοπτες περιστάσεις μὴ μ' ἀφήσεις να ξεχάσω ὅτι ὅλα παραχωροῦνται ἀπὸ Σένα. Δίδαξε μὲ να συμπεριφέρομαι σὲ κάθε μέλος τῆς οἰκογένειάς μου καὶ σ' ὅλους τοὺς συνανθρώπους μου μὲ εὐθύτητα καὶ συνέση, ὥστε να μὴ συγχύσω καὶ στενοχωρήσω κανένα. Κύριε δός μου δύναμη νὰ ὑποφέρω τὸν κόσμο καὶ ὅλα τὰ γεγονότα τῆς μέρας αὐτῆς, σὲ ὅλη τῇ διάρκεια τῆς. Καθοδήγησε τῇ θελήσή μου καὶ δίδαξε μὲ να προσεύχομαι, να πιστεύω, να ὑπομένω, να συγχωρῶ καὶ ν' ἀγαπῶ. Ἀμήν.
Εὐχὴ εἰς τὴν Παναγία Τριάδα.
Ὁ Θεός, ἡ ἁγιώτατη καὶ μακαριωτάτη Τριάς, σῶσον μέ. ὁ Θεός, τὴν αἴνεσίν μου μὴ παρασιωπήσεις. Πρόσχες τῇ δεήσει μου καὶ μὴ ἐγκαταλίπῃς μέ, Θεὲ ὑπεράγιε. Διὰ τοῦ Λόγου σου καὶ τοῦ Πνεύματός σου ἁγίασον μέ. τῷ Λόγῳ σου ἀνάπλασον μὲ καὶ τῷ Πνεύματί σου ὁδήγησον μέ, τὸν νοῦν μου ἐμψυχωσάτω ὁ Λόγος σου νεκρωθέντα καὶ τὴν θέλησίν μου τὸ Πνεῦμά σου τὸ πανάγιον, Μεγαλοδύναμε κραταιέ, Κύριε, ἐμφύτευσον τῇ καρδίαι μου τὴν ἀγάπην τῶν νόμων σου. τάς αἰσθήσεις μου τῷ λόγῳ σου ὑπόταξον. τὸν λόγου μου ἐνίσχυσον. Τὸν νοῦν μου καταύγασον ταῖς ἀκτῖσι τῆς ἀληθείας σου. τὴν θέλησίν μου πρὸς σὲ ἐπίστρεψον. τὸ μόνον ἀληθῶς ἐφετὸν τὴν γλῶσσά μου παιδαγώγησαν, ἵνα λέγει καθ' ἕκαστη τὸ Κύριε Ἰησοῦ Χριστὲ Υἱὲ τοῦ Θεοῦ ἐλεησον μέ.
Ἄλλη εὐχή.
Ὢ Παναγία καὶ πανάμωμε Θεοτόκε Μαρία ἥ του Κυρίου Ἰησοῦ Χριστοῦ Μήτηρ, ἀξίωσον ὑπὲρ ἐμοῦ μεσιτεύσαι πρὸς αὐτόν, οὔπερ σκήνωμα γενέσθαι κατηξιώθης. Καὶ ὑμᾶς ὢ ἅγιε Μιχαὴλ καὶ Γαβριὴλ καὶ Ῥαφαήλ, καὶ σύμπαντες οἱ ἅγιοι χοροὶ ἀγγέλων τε καὶ ἀρχαγγέλων, Πατριαρχῶν καὶ Προφητῶν, ἀποστόλων τε καὶ Εὐαγγελιστῶν, Μαρτύρων καὶ Ὁμολογητῶν. ἱερέων καὶ λευ'ἴτῶν, μοναστῶν καὶ παρθένων, καὶ πάντων τῶν δικαίων, πρὸς αὐτὸν τὸν ὑμᾶς ἐκλεξάμενον οὐ τῇ θεωρίᾳ ἐντρυφάται προβάλλομαι, ἵνα ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ καθικετεύσητε τοῦ ῥυσθηναὶ μὲ ἀπὸ τῶν του διαβόλου ὀδόντων καὶ τοῦ αἰωνίου θανάτου, καὶ δωρηθῆναί μοι τὴν ἀγήρω ζωὴ κατὰ τὴν αὐτοῦ ἐπιείκειαν καὶ τὸ ἄπειρον ἔλεος. Ἀμήν.
Δι’ εὐχῶν...
ΤΡΙΤΗ ΕΣΠΕΡΑΣ
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Βασιλεῦ οὐράνιε Παράκλητε... Τὸ τρισάγιο, Πάτερ ἡμῶν... τὸν Ν' ψαλμό, καὶ οἱ Βραδυνὲς προσευχὲς τῆς Τρίτης.
Κύριε, ὁ Θεὸς ἡμῶν, μνήσθητι ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἀχρείων δούλων σοῦ, ἐν τῷ ἐπικαλεῖσθαι ἡμὰς τὸ ἅγιον ὄνομά σου, καὶ μὴ καταισχύνῃς ἡμὰς ἀπὸ τῆς προσδοκίας τοῦ ἐλέους σου, ἀλλὰ χάρισαι ἡμῖν, Κύριε, πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα. καὶ ἀξίωσον ἡμὰς ἀγαπᾶν, καὶ φοβεῖσθαι σὲ ἐξ ὅλης τῆς καρδίας ἡμῶν, καὶ ποιεῖν ἐν πᾶσι τὸ θέλημά σου. Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπας Θεὸς ὑπάρχεις, καὶ σοὶ τῇ δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεῦμά τι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἄλλη εὐχή.
Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμάς. Εὐλογητὸς εἰ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμάς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἰ Κύριε, δίδαξον μὲ τὰ δικαιώματά σου. Εὐλογητὸς εἰ, Δεσπότα, συνέτισον μὲ τὰ δικαιώματά σου. Εὐλογητὸς εἰ 'Αγιέ, φώτισον μὲ τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸ αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εὐχὴ ὑπὲρ τοῦ κόσμου.
Ὁ Θεός, ὁ Θεός: ἔτι καὶ ἔτι δέομαι σοῦ, μνήσθητι, Κύριε, χάριτι θείᾳ προσέχων σοὶ πλεόντων, ὁδοιπορούντων, νοσούντων καμνώντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν προμήθειαν ποίησον. Μνήσθητι, Κύριε, χήρων, ὀρφανῶν, ξένων, προσηλύτων, παροίκων, πεινώντων, δειψώντων τὸ ἔλεός σου τὸ πλούσιο καὶ θειότατον. Μνήσθητι, Κύριε, τῶν ἐν φυλακαῖς, ἐν δεσμοῖς, ἐν ἀνάγκαις, ἐν ὀδυρμοῖς, ἐν στενοχωρίαις, καὶ πάντων τῶν ἐν καμάτῳ τοῖς νόσοις καμνόντων. μέγα ἔλεος κυκλώσει αὐτούς, φιλάνθρωπε. Μνήσθητι, Κύριε, θλιβομένων, πεῖραζομένων, στενοχωρουμένων καὶ πάντωντων ἐν ὀδύναις χαλεπαῖς κατατρυχωμένων. ἔκχυσον σταλαγμὸν ἡδονῆς εἰς καρδίας αὐτῶν τοῦ ἁγίου καὶ ζωοποιοῦ σοῦ Πνεύματος, ἵνα γλυκαζόμενοι, ἡδυνόμενοι, δοξάζωσι τὴν σὴν ἀγαθότητα, καὶ μὴ ἐν τῇ βλασφημίᾳ φθείρονται.
Κύριε, ῥυσαὶ μὲ ἀπὸ τῆς καταλαλιᾶς, τῆς κατακρίσεως, τῆς ἀργολογίας, τοῦ ψεύδους.
Εἰς χεῖράς σου Κύριε, παρατίθημι τὴν ψυχὴν καὶ τὸ σῶμα. Αὐτὸς μὲ ἐλέησον καὶ διαφύλαξον καὶ ζωὴν αἰώνιον χάρισαί μοι. Ἀμήν.
Δι’ εὐχῶν...
ΤΕΤΑΡΤΗ ΠΡΩΪ
Ὅπως τὴν Δευτέρα πρωί, κάθε πρωὶ ἐπαναλαμβάνουμε τὶς πρωϊνὲς προσευχὲς καὶ προσθέτουμε καὶ τὶς προσευχὲς τῆς ἡμέρας που διαφέρουν κάθε μέρα
Καί τις πιὸ κάτω εὐχές.
Αἰνοῦμεν, ὑμνοῦμεν, εὐλογοῦμεν, καὶ εὐχαριστοῦμεν σοί, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, ὅτι παρήγαγες τὴν σκιὰν τῆς νυκτός, καὶ ἔδειξας ἡμῖν πάλιν τὸ φῶς τῆς ἡμέρας. Ἀλλ' ἱκετεύομεν τὴν σὴν ἀγαθότητα. ἰλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, καὶ πρόσδεξαι τὴν δέησιν ἡμῶν ἐν τῇ μεγάλῃ σοῦ εὐσπλαγχνίᾳ, ὅτι πρὸς σὲ καταφεύγομεν, τὸν ἐλεήμονα καὶ παντοδύναμον Θεόν. Λάμψον ἐν ταῖς καρδίαις ἡμῶν τὸν ἀληθινὸν ἥλιον τῆς δικαωσύνης σου φώτισον τὸν νοῦν ἡμῶν, καὶ τάς αἰσθήσεις ὅλας διατήρησον, ἵνα, ὡς ἐν ἡμέρᾳ, εὐσχημόνως περιπατοῦντες τὴν ὁδὸν τῶν ἐντολῶν σου, καταντήσωμεν εἰς τὴν ζωὴν τὴν αἰώνιον ὅτι παρὰ σοί ἐστιν ἡ πηγὴ τῆς ζωῆς, καὶ ἐν ἀπολαύσει γενέσθαι καταξιωθῶμεν τοῦ ἀπροσίτου φωτός. Ὅτι σὺ εἰ ὁ Θεὸς ἡμῶν, καὶ σὺ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώναςτων αἰώνων. Ἀμήν.
Κύριε, δός μου τῇ δύναμη να ὑποφέρω τὸν κόπο καὶ ὅλα τὰ γεγονότα τῆς ἡμέρας αὐτῆς, σὲ ὅλη τῇ διάρκεια τῆς. Καθοδήγησε τῇ θελήσή μου καὶ δίδαξε μὲ να προσεύχομαι, να πιστεύω, να ὑπομένω,. να συγχωρωκαι ν' ἀγαπῶ. Ἀμήν.
Κύριε, ῥυσαὶ μὲ τῶν ῥυπαρῶν καὶ ἀκαθάρτων λογισμῶν, ὅτι λίαν εἰμὶ ἀσθενὴς ὁ ταλαίπωρος, καὶ τῇ ψυχῇ καὶ τῇ σαρκὶ καὶ τῇ γνώμῃ καὶ τῷ λογισμῷ.
Εὐχὴ τῆς Ὁσίας Σάρρας.
Κύριε, δίωξον ἀπ' ἐμοῦ πάντα ῥυπαρὸν λογισμόν, καὶ πάντα διαλογισμὸν αἰσχρὸν καὶ ἀνυπόστατου. Κύριε, ἐξάλειψον ἀπ' ἐμοῦ τὴν ἀμέλειαν, τὴν ῥᾳθυμίαν, τῇ λύπῃ, τῇ λήθῃ, τὴν ἀναισθησίαν, τὴν πώρωση καὶ τὴν αἰχμαλωσίαν τοῦ νοός μου, Κύριε, ὡς οἶδᾳς καὶ ὡς θέλεις, ἐλέησον μὲ καὶ συγχώρησον πάσας τάς ἀνομίας μου. καὶ ἐν ἡσυχίᾳ, ἐν μετανοίᾳ ἀγαθῇ, ἐν ἐξομολογήσει συναδιστάκτω, καὶ ἐν πίστει καθαρᾷ καὶ ἀμωμήτῳ, εὐδόκησον ἐξελθεῖν τὴν ἐλεηνήν μου ψυχὴν ἀπὸ τοῦ ἀθλίου τούτου σώματος.
Δι’ εὐχῶν...
ΤΕΤΑΡΤΗ ΕΣΠΕΡΑΣ
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Βασιλεῦ οὐράνιε Παράκλητε... Τὸ τρισάγιο. Πάτερ ἡμῶν... τὸν Ν' ψαλμό
Καὶ τὶς ἀκόλουθες εὐχές.
Εὐλογητὸς εἰ Κύριε, ὅ ποιᾖσας τὸν ἄνθρωπον κατ’ εἰκόνα σὴν καὶ ὁμοίωσιν, ὁ ποιήσας ἡμέραν εἰς ἔργα φωτὸς καὶ νύκτα εἰς ἀνάπαυσιν τῆς ἀνθρωπίνης φύσεως. Ὅθεν καὶ ἡμεῖς οἱ δοῦλοι σοῦ καὶ σοὶ ἱκέται, καταξιωθέντες διανύσαι τὸ μῆκος τῆς ἡμέρας καὶ ἐλθεῖν εἰς τὴν ὥραν ταύτην τῆς προσευχῆς, ὑμνοῦμέν σου τὸ πανάγιον ὄνομα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἄλλη εὐχή.
Κύριε, ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα σῶσον μὲ καὶ δώρησαί μοι τὴν φυσικὴν στάσιν τοῦ νοός μου εἰς ἀνάμνησιν τοῦ πολυποθήτου ὀνόματός σου, εἰς ἐπίκλησιν τῶν δεόντων καὶ ὑπομονὴν τῶν ἐπερχομένων. Εἰρηνικὴν καὶ ἀναμάρτητον παρασχού μοι τὴν νύκταν ταύτην διελθεῖν, ἡ ὑπερέχουσα πάντα νοῦν εἰρήνη, ὅτι εὐλογητὸς εἰ εἰς τοὺς αἰῶνας. Ἀμήν.
Κύριε, ὁ Θεὸς ἡμῶν, μνήσθητι ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἀχρείων δούλων σοῦ, ἐν τῷ ἐπικαλεῖσθαι ἡμὰς τὸ ἅγιον σνομά σου, καὶ μὴ καταιχύνης ἡμᾶς ἀπὸ τῆς προσδοκίας τοῦ ἐλέους σου, ἀλλὰ χάρισαι ἡμῖν, Κύριε, πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα. καὶ ἀξίωσον ἡμὰς ἀγαπᾶν, καὶ φοβεῖσθαι σὲ ἐξ ὅλης τῆς καρδίας ἡμῶν, καὶ ποιεῖν ἐν πᾶσι τὸ θέλημά σου. Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Μὴ ἀποδοκιμάσης μὲ Σῶτέρ μου, τῇ ῥᾳθυμίᾳ τῆς ἁμαρτίας συνεχόμενον. διέγειρόν μου τὸν λογισμὸν πρὸς μετάνοιαν καὶ τοῦ σου ἀμπελῶνος ἐργάτην δόκιμον ἀνάδειξον μέ, δωρούμενός μοι τῆς ἑνδεκάτης ὥρας τὸν μισθὸν καὶ τὸ μέγα σοῦ ἔλεος.
Κύριε, σῦ που δινεῖς τὸν ὕπνον ὡς λύτρωση καὶ ἀνάπαυσιν ἐκ τῶν κόπων τῆς ἡμέρας, δῶσε καὶ σὲ μένα Χριστέ μου, Λόγε τοῦ Θεοῦ, ὕπνον ἐλαφρὸν καὶ ἁπαλγμένον ἀπὸ κάθε ἁμαρτωλὴ καὶ αἰσχρὴ καὶ πονηρὴ φαντασία, ἐξεγεῖρε μὲ τὸ πρωΐ σταθερὸ στο θέλημά σου γιὰ νὰ ὑμνῷ τῇ δόξᾳ σου καὶ τῇ μεγαλοπρέπειά σου.
Δι’ εὐχῶν...
ΠΕΜΠΤΗ ΠΡΩΪ
Ὅπως τῇ Δευτέρᾳ πρωί, κάθε πρωί ἐπαναλαμβάνουμε τὶς πρωϊνὲς προσευχὲς καὶ προσθέτουμε καὶ τὶς προσευχὲς τῆς ἡμέρας που διαφέρουν κάθε μέρα.
Καὶ τὶς ἐπόμενες εὐχές.
Δόξα σοι βασιλεῦ, Θεὲ Παντοκράτωρ, ὅτι τῇ θείᾳ σοῦ καὶ φιλανθρώπῳ προνοίᾳ ἠξίωσας μὲ τὸν ἁμαρτωλὸν καὶ ἀνάξιον δοῦλον σοῦ ἐξ ὕπνου ἀναστῆναι. Δέξαι, Κύριε, καὶ τὴν φωνὴν τῆς δεήσεώς μου, ὡς τῶν ἁγίων καὶ νοερῶν σοῦ δυνάμεων καὶ εὐδόκησον ἐν καθαρᾷ καρδίᾳ καὶ πνεύματι ταπεινώσεως, προσενεχθήναι σοι τὴν ἐκ ῥυπαρῶν χειλέων μου αἴνεσιν, ὅπως καγὼ κοινωνὸς γένωμαι τῶν φρονίμων παρθένων, ἐν φαιδρᾷ λαμπηδόνι τῆς ψυχῆς μου, καὶ δοξάζω σέ, τὸν ἐν Πατρὶ καὶ Πνεύματι δοξαζόμενον Θεὸν Λόγον. Ἀμήν.
Εὐχαριστοῦμεν σοὶ Κύριε, ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν, ὅτι πάντα ποιεῖς εἰς εὐργεσίαν τῆς ζωῆς ἡμῶν, ἵνα διὰ παντὸς πρὸς σὲ ἀποβλέπωμεν τὸν Σωτηρὰ καὶ εὐεργέτην τῶν ἡμετέρων ψυχῶν, ὅτι διανέπαυσας ἡμᾶς ἐν τῷ παρελθόντι τῆς νυκτὸς μέτρῳ, καὶ ἐξήγειρας ἡμὰς ἐκ τῶν κοιτὼν ἡμῶν, καὶ ἔστησας εἰς προσκύνησιν τοῦ τιμίου ὀνόματός σου. Διὸ δεόμεθα σοῦ, Κύριε, δὸς ἡμῖν χάριν καὶ δύναμιν, ἵνα καταξιωθῶμεν ψάλλειν σοι συνετώς, καὶ προσεύχεσθαι ἀδιαλείπτως, ἐν φόβῳ καὶ τρόμῳ τὴν ἑαυτῶν σωτηρίαν κατεργαζόμενοι, διὰ τῆς ἀντιλήψεως τοῦ Χριστοῦ σου. Μνήσθητι, Κύριε, καὶ τῶν ἐν νυκτὶ πρὸς σὲ βοώντων. ἐπάκουσον αὐτῶν, καὶ ἐλέησον, καὶ σύντριψον ὑπὸ τοὺς πόδας αὐτῶν τοὺς ἀοράτους καὶ πολεμίους ἐχθρούς. Σῦ γὰρ εἰ ὁ βασιλεὺς τῆς εἰρήνης καὶ σωτὴρ τῶν ψυχῶν ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεῦμά τι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν
Κύριε, ἀγαθὴν καὶ ἀναμάρτητον τὴν ἡμέραν ταύτην δώρησαί μοι.
Κύριε, φώτισον τὸ τριμερὲς τῆς ἀθλίας ψυχῆς μου καὶ δίδαξον μὲ τὶ δεῖ ποιεῖν καὶ λέγειν.
Κύριε, δός μοι ταπείνωσιν, ἐκκοπὴν θελήματος καὶ ὑπακοὴν εἰς τὸ θέλημά σου. Ἀμήν.
Δι’ εὐχῶν...
ΠΕΜΠΤΗ ΕΣΠΕΡΑΣ
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Καὶ τὰ ὑπόλοιπα ὡς συνήθως.
Καὶ τὶς ἀκόλουθες εὐχές.
Κύριε, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεός, πολλὰ ἐλέη ἐποίησας μετ' ἐμοῦ, ὧν οὐκ ἡμὴν ἄξιος, ἃ οὐ προσεδόκων ἰδεῖν, καὶ τὶ ἀνταποδώσω τῇ σῇ ἀγαθότητι, εὔσπλαχνε, Κύριε; Εὐχαριστῶ σοῦ τῷ πολυυμνήτῳ ὀνόματι. Εὐχαριστῶ τῇ ἀνεικάστῳ σοῦ οἰκονομίᾳ. Καὶ ἀπὸ τοῦ νυν μὲ ἐλέησον καὶ ἀντιλαβοῦ μου καὶ σκέπασον μέ, δεσπότα τῶν ἁπάντων. Κύριε οὐρανοῦ καὶ γῆς καὶ πάσης κτίσεως ποιητά, σῦ γινώσκεις τὴν ἀφροσύνην μου. σῦ γὰρ ἐπίστασαι τὰ ἐν νυκτί, τὰ ἐν ἡμέρᾳ, τὰ ἑκούσια καὶ τὰ ἀκούσια ἁμαρτήματά μου. Ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ἐξάλειψον αὐτὰ τῇ δρόσῳ τοῦ ἐλέους σου καὶ ἐλέησον καὶ βοήθησόν μοι, Υἱὲ τοῦ Θεοῦ. Βοήθησόν μοι ἀγαθὲ Κύριε, σῦ γὰρ εἰ τὸ φῶς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή. σῦ γινώσκεις τὸ ἀσθενὲς τῆς φύσεώς μου. οἷς ἐπίστασαι κρίμασι, Κύριε σῶσον μέ.
Ὑπὲρ τῶν μισούντων ἡμᾶς.
Κύριε, δὸς ἔλεος πᾶσι τοῖς ἁπλῶς λοιδοροῦσιν ἡμάς, ἡ βλασφημοῦσιν ἡ μισοῦσιν, ἥ τι ἕτερον ποιοῦσιν ἡμῖν σῦ γὰρ Κύριε, γινώσκεις ὅτι κακείνους ὁ πονηρὸς διάβολος εἰς τὸ δυσῶδες καὶ ἀκόλαστον ἐκτρέπει, ὥσπερ κάμε καθ' ἑκάστην ποιεῖν καὶ παραπικραίνω τὸ θεῖον σοῦ ὄνομα. Παρακαλῶ σὲ οὖν Πάτερ παντοκράτωρ Θεέ, καὶ Κύριε τοῦ ἐλέους, ἐπίσκεψαι ἐν ἐλέει πάντας τοὺς πονηρῶς πρὸς μὲ διακειμένους καὶ ποίησον αὐτοὺς φωστῆρας καὶ ἁγίους μεγάλους. Ἀγαθυνον αὐτούς, Κύριέ μου καὶ πράϋνον. εἰρήνευσον αὐτούς, Δεσπότά μου καὶ φώτισον καὶ τῆς αἰωνίου σοῦ δόξῃς καταξίωσον αὐτοὺς ὡς ἀγαθὸς καὶ πολυέλεος.
Ὁ Θεός, ὁ Θεός μου, ἔτι καὶ ἔτι δέομαι σοῦ, μνήσθητι Κύριε, πλεόντων ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν προμήθειαν ποίησον.
Εἰς χεῖράς σου Κύριε, παρατίθημι τὴν ψυχὴν καὶ τὸ σῶμα. Αὐτὸς μὲ ἐλέησον καὶ διαφύλαξον καὶ ζωὴν αἰώνιον χάρισαί μοι, Ἀμήν.
Καὶ τὸ Δι’ εὐχώv...
ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ
Ἡ πρωϊvὴ Ἀκολουθία ὅπως περιγράφεται τῇ Δευτέρᾳ πρωί. Καὶ μετὰ οἱ προσευχές ποὺ ἀκολουθούv.
Σὲ εὐλογοῦμεν, Ὕψιστε Θεέ, Κύριε, τοῦ ἐλέους τὸν ποιοῦντα ἀεὶ μεθ' ἡμῶν μεγάλα τε καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὔκ ἐστιν ἀριθμός. τὸν παρασχόντα ἡμῖν τὸν ὕπνον εἰς ἀνάπαυσιν τοῦ κόπου τῆς πολυμόχθου σαρκός. Εὐχαριστοῦμεν σοί, ὅτι οὐ συναπώλεσας ἡμὰς ταῖς ἀνομίαις ἡμῶν, ἂλλ' ἐφιλανθρωπεύσω συνήθως καὶ πρὸς ἀπόγνωσιν κειμένους ἡμὰς ἤγειρας εἰς τὸ δοξολογήσαι τὸ κράτος σου. Διο δυσωποῦμεν τὴν ἀνείκαστον σοῦ ἀγαθότητα. φώτισον ἡμῶν τοὺς τῆς διανοίας ὀφθαλμοὺς καὶ τὸν νοῦν ἡμῶν ἐκ τοῦ βαρέως ὕπνου τῆς ῥᾳθυμίας ἀνάστησον. ἄνοιξον ἡμῶν τὸ στόμα καὶ πλήρωσον αὐτὸ τῆς σῆς αἰνέσεως, ὅπως ἂν δυνηθῶμεν ἀπερισπάστως ᾄδειν τε καὶ ψάλλειν καὶ ἐξομολογήσθαι σοι τῶν ἐν πᾶσι καὶ ὑπὸ πάντων δοξαζομένω Θεῶ τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἄλλη εὐχή.
Κύριε, ὁ ἐν ἁμαρτίαις περιπεσόντα τὸν ἄνθρωπον μὴ παριδών, ἀλλὰ τῆς οὐρανίου καταξιώσας βασιλείας διὰ τῆς ἐν τῷ σταυρῷ σου θείας οἰκονομίας, αὐτὸς ἀθάνατε βασιλεῦ, ζωοποίησον καὶ ἡμὰς νεκρωθέντας ταῖς ἀνομίαις καὶ κοινωνοὺς τῶν θείων σοῦ παθημάτων καὶ τοῦ ζωηφόρου θανάτου καὶ τῆς ἐγέρσεως ἀνάδειξον, ὡς ψιλάνθρωπος, πρεσβείαις τῆς παναμώμου μητρός σου καὶ πάντων τῶν ἁγίων. Ἀμήν.
Κύριε, λύτρωσε μὲ τῆς φιληδονίας, τῆς φιλοδοξίας, τῆς φιλαργυρίας καὶ τῆς φιλαυτίας, τῆς μητρὸς πάντων τῶν κακῶν.
Δι’ εὐχῶν...
ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ
Δόξα σοι, ὁΘεὸς ἡμῶν, δόξα σοι.
Βασιλεῦ οὐράνιε Παράκλητε... Τὸ τρισάγιο, Πάτερ ἡμῶν τὸν Ν΄. ψαλμ. Ὅπως κάθε ἑσπέρας
Καὶ τὶς ἀκόλουθες εὐχές.
Δέσποτα Κύριε, ἀκατάληπτε τὸ πανάγιον καὶ παντοδύναμον καὶ ζωοποιὸν Πνεῦμα, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον καὶ ἐν Υἱῷ ἀναπαυόμενον, τὸ νοητὸν καὶ ἄληκτον καὶ ὑπὲρ ἔννοιαν φῶς, ἡ ἀσύγκριτος καὶ ζῶσα δύναμις τὸ διαλῦον ὄρη, τὸ τὰ μὴ ὄντα ποιοῦν, τὸ τὴν κτῆσιν τηροῦν ἀδιάπτωτον. τὸ δηιουργήσαν τοὺς οὐρανίους διακόσμους' τὸ παρέχον αὐτοῖς κατ' ἐξουσίαν ἀεὶ ἀπολαύειν τῆς ἁγιαστικῆς ἐπινοίάς σου. τὸ ἐνεργοὺν τὰ πάντα ἐν πᾶσι συμφερόντως κατὰ τὸ ἑκάστου μέτρο. Αὐτὸς οὖν Παράκλητε ἀγαθέ, μὴ ἐγκαταλίπῃς μὲ τὸν καθ' ἑκάστην σοὶ ἁμαρτάνοντα καὶ παροργίζοντα. Μὴ ἀποστῇς ἀπ' ἐμοῦ. Πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε, τῆς σωτηρίας μου. Δέομαι τῆς σῆς ἀγαθότητος, Δεσπότα, δὸς χάριν συνέσεως τῇ ἐμοὶ ἀθλιότητι, τοῦ διανοείσθαι καὶ πράττειν τά σοι εὐάρεστα κάμοι συμφέροντα. Ἐνίσχυσον μὲ πρὸς τὸ μὴ συναρπάζεσθαι καὶ συναπάγεσθαι τοῖς ματαίοις. Χάρισαί μοι τὸ ἀκενοδόξως ταπεινούσθαι, τὸ συμπάσχειν τοῖς πάσχουσι, τὸ ὑπομένειν τοὺς πειρασμούς, καὶ τὸ ἀνυποκρίτως καὶ ἀκαταγνώστως ἐργάζεσθαι τὰ σὰ θελήματα.
Ναὶ Δεσπότα τῶν ἁπάντων ὑπεράγαθε. λύτρωσε μὲ ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ τῶν ἐπερχομένων μοι πειρασμῶν. Ῥυσαὶ τὴν ψυχήν μου ἐκ χειρὸς ὑπερηφάνων, ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου, καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ. Ὅτι ἐν σοὶ καὶ παρὰ σοῦ ἐστι τὸ ζῆν μέ, τὸ εἶναι, τὸ γινώσκειν πᾶν νόημα χρηστόν, καὶ σοὶ τὴν δόξαν ἀναξίοις χείλεσι, καὶ αἴνεσιν καὶ εὐχαριστίαν, πρὸς δὲ καὶ προσκύνησιν ἀναπέμπω ὁ ἁμαρτωλὸς ἐγὼ καὶ ἀνάξιος δοῦλος σοῦ, σὺν τῷ ἀνάρχῳ προβολεῖ σου Πατρί, καὶ τῷ ὁμοουσίῳ καὶ συμφυεῖ αὐτῷ Υἱῷ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ πατὴρ τοῦ ἀληθινοῦ φωτός, ὁ τὴν ἡμέραν κοσμήσας τῷ οὐρανίῳ φωτὶ καὶ τὴν νύκτα φαιδρύναςταις αὐγαῖς τοῦ πυρός, ὅ του μέλλοντος αἰῶνος τῇ ἀνάπαυσιν εὐτρεπίσας τοῖς ἀγαπῶσι σὲ τὸ νοερὸν καὶ ἄπαυστον φῶς φώτισον ἡμῶν τάς καρδίας ἐν ἐπὶ γνώσει τῆς ἀληθείας καὶ ἀπρόσκοπτον τὴν ζωὴν ἡμῶν διατήρησον, παρεχόμενος ἡμῖν ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατεὶν καὶ δοξολογεὶν ἐν ἔργῳ καὶ λόγῳ τὸ πανάγιον ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δι’ εὐχῶν ...
ΣΑΒΒΑΤΟ ΠΡΩΪ
Εἰς τό ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.
Μετὰ τὶς Ἐωθινὲς πρσευχὲς ὅπως τὴν Δευτέρα πρωί.
Καὶ τὶς εὐχές που ἀκολουθοῦν.
Αἰνοῦμεν, ὑμνοῦμεν, εὐλογοῦμεν, καὶ εὐχαριστοῦμεν σοί, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, ὅτι παρήγαγες τὴν σκιὰν τῆς νυκτός, καὶ ἔδειξας ἡμῖν πάλιν τὸ φῶς τῆς ἡμέρας. Ἀλλ' ἱκετεύομεν τὴν σὴν ἀγαθότητα. Ἰλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, καὶ πρόσδεξαι τὴν δέησιν ἡμῶν ἐν τῇ μεγάλῃ σοῦ εὐσπλαχνίᾳ, ὅτι πρὸς σὲ καταφεύγομεν, τὸν ἐλεήμονα καὶ παντοδύναμον Θεόν. Λάμψον ἐν ταῖς καρδίαις ἡμῶν τὸν ἀληθινὸν ἥλιον τῆς δικαιοσύνης σου. φώτισον τὸν νοῦν ἡμῶν, καὶ τάς αἰσθήσεις ὅλας διατήρησον, ἵνα, ὡς ἐν ἡμέρᾳ, εὐσχημόνως περιπατοῦντες τὴν 0δον τῶν ἐντολῶν σου, καταντήσωμεν εἰς τὴν ζωὴν τὴν αἰώνιον. ὅτι παρὰ σοί ἐστιν ἡ πηγὴ τῆς ζωῆς, καὶ ἐν ἀπολαύσει γενέσθαι καταξιωθῶμεν τοῦ ἀπροσίτου φωτός. Ὅτι σὺ εἰ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὴν ἑπόμενη.
Χριστέ, τὸ φῶς τὸ ἀληθινὸν τὸ φωτίζον καὶ ἁγιάζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. σημειωθήτω ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, ἵνα ἐν αὐτῷ ὀψόμεθα φῶς τὸ ἀπρόσι τὸν. καὶ κατεύθυνον τὰ διαβήματα ἡμῶν πρὸς ἐργασίαν τῶν ἐντολῶν σου. πρεσβείαις τῆς παναχράντου σου μητρὸς καὶ πάντων τῶν ἁγίων. Ἀμήν.
Κύριε, λύτρωσαι μὲ τῆς φιληδονίας, τῆς φιλοδοξίας, τῆς φιλαργυρίας καὶ τῆς φιλαυτίας, τῆς μητρὸς πάντων τῶν κακῶν. Καὶ οἷς τρόποις οἶδᾳς καὶ ἐπίστασαι, σῶσον μὲ τὸν ἀνάξιον δοῦλον σοῦ.
Δι’ εὐχῶν...
ΣΑΒΒΑΤΟ ΕΣΠΕΡΑΣ
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Βασιλεῦ οὐρὰνιε Παράκλητε... Τὸ τρισάγιο, Πάτερ ἡμῶν... Τὸν Ν΄ Ψαλμό. Ὅπως κάθε ἑσπέρας.
Καὶ τὶς ἀκόλουθες εὐχές.
Παντοκράτορ Κύριε, Λόγε τοῦ Πατρός, ὁ αὐτοτελὴς Θεός, Ἰησοῦ Χριστέ, ὁ διὰ τὰ ταχέα σοῦ σπλάχνα μηδέποτε χωριζόμενος τῶν σῶν οἰκετῶν, ἀλλ' ἀεὶ ἐν αὐτοῖς ἀναπαυόμενος. Ἰησοῦ ὁ καλὸς ποιμήν, μὴ παραδόης μὲ τῇ ἐπιβουλῇ τοῦ ὄφεως, μηδὲ ταῖς ἐπιθυμίαις τοῦ σατανᾶ καταλίπῃς μέ, ὅτι σπέρμα φθορὰς ἐν αὐτῷ πέφυκε. Σῦ οὖν, βασιλεϋ πανάγιε, ὁ προσκυνητός, Ἰησοῦ Χριστέ, καθεύδοντα μὲ διαφύλαξον τῇ ἀθανάτῳ σοῦ βουλῇ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σοῦ Πνεύματι ἡγίασας τοὺς σοῦς μαθητάς, ῥυόμενος μὲ ἐκ τῆς ἐπιβουλῆς τοῦ ὄφεως. Δὸς δέ μοι τῷ ἀναξίῳ τὴν ἀγαλλίασιν τοῦ σωτηρίου μου ἐπὶ τηςκοίτης μου, καθαρὸν τὴν καρδίαν μου τῇ καθαρότητι τῶν λόγων σου, τὸν νοῦν μου φώτισν τῷ φωτὶ τῆς γνώσεως τοῦ εὐαγγελίου σου, τὴν ψυχήν μου τῇ ἀγάπῃ τοῦ σταυροῦ σου. Τὸ σῶμά μου ἐν τῷ σῷ πάθει καὶ τῇ σῇ ἀπαθείᾳ τοὺς λογισμούς μου ἂν τῇ σὴν εἰρήνη διαφύλαξον καὶ ἀνάστησον μὲ ἐν τῷ καιρῷ τῆς προσευχῆς ὑμνεὶν καὶ δοξάζειν τὸ πανάγιο ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κύριε, Κύριε, σή ἐστιν ἡ ἡμέρα καὶ σή ἐστιν ἡ νῦξ, σῦ κατηρτίσω φαύσιν καὶ ἥλιον, σῦ ἐποίησας πάντα τὰ ὡραῖα τῆς γῆς καὶ δεόμεθα τῆς σῆς ἀγαθότητος συνανάτειλον τῷ φωτὶ τῆς ἡμέρας τὰ πλούσια ἐλέη σου ἐπὶ τὴν ταπείνωσιν ἡμῶν. Ἐλευθέρωσον ἡμὰς ἀπὸ τῶν ἔργων τοῦ σκότους καὶ τῶν ἐνθυμήσεων τῆς σκιᾶς τοῦ θανάτου καὶ πάσης ἐπιβουλῆς καὶ τέχνης τοῦ πονηροῦ. Ὅτι ἡγίασται καὶ δεδόξασται τὸ πανάγιον ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εἰς, χεῖράς σου Κύριε, παρατίθημι τὴν ψυχὴν καὶ τὸ σῶμα. Αὐτὸς μὲ ἐλέησον καὶ διαφύλαξον καὶ ζωὴν αἰώνιον χάρισαί μοι. Ἀμήν.
Καὶ τό. Δι’ εὐχῶν...
ΚΥΡΙΑΚΗ ΠΡΩΙ
Ἀρχίζουμε τὶς Ἐωθινὲς προσευχὲς ὅπως στην ἀρχή. Καὶ τελειώνουμε μὲ τὴν εὐχὴ πρὸ τῆς ἐνάρξεως τῆς Θ. Λειτουργίας
Κύριε Ἰησοῦ Χριστέ, ὁ οἰκτιρμὸν καὶ ἐλέημον πᾶσι τοῖς ἀληθῶς ἐπικαλουμένοις σέ, σοῦ δέομαι καὶ σὲ ἱκετεύω. ἀξίωσον μέ, ἵνα μετὰ σπουδαίας κατανύξεως, ἀγάπης, φόβου θείου καὶ πάσης προσοχῆς καρτερήσω ἕως τέλους τῆς θείας Λειτουργίας καὶ εἰς ἀκρόασιν τῶν ζωοποιῶν Μυστηρίων σου, ἐν συντετριμμένῃ καρδία καὶ πνεύματι ταπεινωσεως. Ναὶ Κύριε, ἐπάκουσον τῆς ταπεινῆς μου δεήσεως καὶ δώρησαί μοι ἄφεσιν τῶν πολλῶν μου πλημμελημάτων. Σῦ γὰρ εἶπας, Δεσπότα, τὸν ἐρχόμενον πρὸς μὲ οὐ μὴ ἐκβάλω ἔξω. ὅτι μόνος εὐλογημένος ὑπάρχεις εἰς τοὺς αἰῶνας. Ἀμήν.
Καὶ ἡ συνέχεια στην Ἐκκλησία.
ΚΥΡΙΑΚΗ ΕΣΠΕΡΑΣ
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. Βασιλεῦ οὐράνιε Παράκλητε... Τὸ τρισάγιο, Πάτερ ἡμῶν... Τὸν Ν΄ Ψαλμό. Ὅπως κάθε ἑσπέρας.
Καὶ τὶς ἐπόμενες εὐχές.
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἥ του Θεοῦ Πατρὸς εἰκὼν καὶ ἰσχὺς καὶ σοφία καὶ δύναμις σὺν τῷ ἁγίῳ καὶ ζωοποιῷ σοῦ Πνεύματι. Τριὰς ἀμέριστε καὶ ὁμόθρονε, ἡ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγοῦσα τὰ σύμπαντα, ἀξίωσον καὶ ἡμὰς τοὺς ἁμαρτωλοὺς ἀνυμνεὶν καὶ αἰτεῖσθαι τοὺς οἰκτιρμούς σου, τῇ πρεσβείᾳ τῆς ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου, τῶν ἁγίων καὶ νοερῶν σοῦ λειτουργῶν, τοῦ Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου καὶ πάντων τῶν ἁγίων τῶν ἀπ' αἰῶνός σοι εὐαρεστησαντων. Καὶ μὴ παραχωρήσῃς ἡμὰς συναπολέσθαι ταῖς ἀνομίαις ἡμῶν, μηδὲ τοῖς ἀκαθάρτοις καὶ αἰσχροῖς λογισμοῖς ἡμῶν, ἀλλ' ἀξίωσον ἡμὰς νεκρωθήναι ἀπὸ πάντων τούτων καὶ ζήσαι ἐν τῷ φωτὶ τῶν ἁγίων καὶ ζωηρὼν ἐντολῶν σου, ὅτι εὐλογητὸς εἰ εἰς τοὺς αἰῶνας ἀμήν.
Ἄκομα μία εὐχὴ ἑσπερινή.
Κύριε, Σῦ που δινεῖς τὸν ὕπνο σὰν λύτρωση καὶ ἀνάπαυση ἀπὸ τοὺς κόπους τῆς ἡμέρας, δῶσε καὶ σὲ μένα Χριστέ μου, Λόγε τοῦ Θεοῦ, ὕπνον ἐλαφρὸν καὶ ἁπαλλαγμένον ἀπὸ κάθε φαντασία αἰσχρὴ καιπονηρή. ἐξεγεῖρε μὲ τὸ πρωὶ σταθερὸ στο θέλημά Σου, για να ψάλλω χαρούμενος τῇ δόξᾳ Σου καὶ να βαδίζω τὸ δρόμο τῶν ἐντολῶν Σου. Ἀμήν.
Δεσπότα Χριστὲ ὁ Θεὸς ἡμῶν, βασιλεῦ τῶν αἰώνων, καὶ δημιουργὲ τῶν ἁπάντων, εὐχαριστῶ σοὶ ἐπὶ πᾶσι οἷς παρέχου ἡμῖν ἀγαθοῖς, καὶ ἐπὶ τῇ μεταλήψει τῶν ἀχράντων καὶ ζωοποιῶν σοῦ Μυστηρίων. Δέομαι οὖν σοῦ, ἀγαθὲ καὶ φιλάνθρωπε. φύλαξον μὲ ὑπὸ τὴν σκέπην σου, καὶ ἐν τῇ τῶν πτερύγων σου σκιὰ καὶ δώρησαί μοι ἐν καθαρῶ συνειδότι, μέχρις ἐσχάτης μου ἀναπνοῆς, μετέχειν τῶν Ἁγιασμάτων σου, εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ εἰς ζωὴν αἰώνιον. Σῦ γὰρ εἰ ὁ ἄρτος τῆς ζωῆς, ἡ πηγὴ τοῦ ἁγιασμοῦ, ὁ δοτὴρ τῶν ἀγαθῶν. καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Δέσποινα, Θεοτόκε, τὸ φῶς τῆς ἐσκοτισμένης μου ψυχῆς, ἡ ἐλπίς, ἡ σκέπη, ἡ καταφυγή, ἡ παραμυθία, τὸ ἀγαλλίαμά μου, εὐχαριστῶ σοὶ ὅτι ἠξίωσας μὲ τὸν ἀνάξιον κοινωνὸν γενέσθαι τοῦ Ἀχράντου Σώματος καὶ τοῦ τιμίου Αἵματος τοῦ Υἱοῦ σου. Ἀλλ' ἡ τεκούσα τὸ ἀληθινὸν φῶς φώτισόν μου τοὺς νοεροὺς ὀφθαλμοὺς τῆς καρδίας. Ἡ τὴν πηγὴν τῆς ἀθανασίας κυήσασα ζωοποίησον μὲ τὸν τεθανατωμένον τῇ ἁμαρτίᾳ. ἥ του ἐλεήμονος Θεοῦ φιλευσπλαχνος Μήτηρ ἐλέησον μέ, καὶ δὸς κατάνυξιν καὶ συντριβὴν ἐν τῇ καρδίᾳ μου, καὶ ταπείνωσιν ἐν τοῖς διανοήμασί μου, καὶ ἀνάκλησιν ἐν ταῖς αἰχμαλωσίαις τῶν λογισμῶν μου. Καὶ ἀξίωσον μέ, μέχρι τελευταίας μου ἀναπνοῆς, ἀκατακρίτως ὑποδέχεσθαι τῶν ἀχράντων Μυστηρίων τὸν ἁγιασμόν, εἰς ἴασιν ψυχῆς τε καὶ σώματος. Καὶ παρασχού μοι δάκρυα μετανοίας καὶ ἐξομολογήσεως εἰς τὸ ὑμνεὶν καὶ δοξάζειν σὲ πάσας τάς ἡμέρας τῆς ζωῆς μου. Ὅτι εὐλογημένη καὶ δεδοξασμένη ὑπάρχεις εἰς τοὺς αἰῶνας. Ἀμήν.
Καὶ τὸ Δι’ εὐχῶν...
ΠΡΟΣΕΥΧΕΣ ΤΗΣ ΤΡΑΠΕΖΗΣ
Τὸ μεσημέρι πρὶν τὸ φαγητό.
Ἀρχίζουμε μὲ τὸ Πάτερ ἡμῶν ... Δόξα Πατρί... καὶ νῦν... Κύριε, ἐλέησον, 3 φορὲς καὶ τὰ ἑξῆς:
Μετὰ τὸ φαγητό.
Εὐχαριστοῦμεν σοί, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὅτι ἐνέπλησας ἡμᾶς τῶν ἐπιγείων σοῦ ἀγαθῶν. μὴ στερήσῃς ἡμὰς καὶ τῆς ἐπουρανίου σοῦ βασιλείας. Ἀλλὰ ὡς ἐν μέσῳ τῶν μαθητῶν σου παρεγένου Σωτήρ, τὴν εἰρήνην διδοὺς αὐτοῖς, ἐλθὲ καὶ μεθ ἡμῶν και σῶσον ἡμᾶς.
Δόξα σοι ὁ Θεός. Δι εὐχῶν...
Τὸ βραδὺ πρὶν τὸ δεῖπνο.
Φαγόντες πένητες καὶ ἐμπλησθήσονται. καὶ αἰνέσουσι Κύριον οἱ ἐκζητουντες αὐτόν ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος.
Δόξα Πατρί... καὶ νῦν... Κύριε, ἐλέησον (3) Ἄν ὑπάρχει κληρικός λέμε Πάτερ άγιε εὐλόγησον.
Χριστέ, ὁ Θεὸς ἡμῶν, εὐλόγησον τὴν βρῶσιν καὶ τὴν πόσιν τῶν δούλων σοῦ, ὅτι ἅγιος εἰ πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Μετὰ τὸ δεῖπνο
Εὔφρανας ἡμάς, Κύριε, ἐν τοῖς ποιήμασί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἠγαλλιασάμεθα. Ἐσημειώθη ἐφ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. ἔδωκας εὐφροσύνην εἰς τὰ καρδίας ἡμῶν, ἀπὸ καρποῦ σίτου οἴνου καὶ ἐλαίου ἐνεπλήσθημεν. Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτῷ κοιμηθησόμεθα καὶ ὑπνώσομεν. ὅτι σὺ μόνος Κύριε,. κατὰ μόνας ἐπ ἐλπίδι κατώκοισας ἡμᾶς.
Δι’ εὐχῶν...
*********************************************
ΕΥΧΗ ΓΙΑ ΤΟΥΣ ΠΟΝΗΡΟΥΣ ΛΟΓΙΣΜΟΥΣ
Κύριε, Ἰησοῦ Χριστέ, Υἱὲ καὶ Λόγε τοῦ Θεοῦ, ἄναρχε καὶ αἰώνιε, ποὺ δεν ντροπιάζεις ὅσους προσβλέπουν στο ἔλεος καὶ στην προστασία Σου, ὁ πατέρας τῆς φιλανθρωπίας καὶ κάθε παρηγορίας, ἡ πηγὴ κάθε ἄγαθωσύνης' διῶξε ἀπὸ ἐμὲ τὸ δοῦλό Σου τοὺς πονηροὺς λογισμούς που μὲ παρενοχλοὺν νύχτα Καὶ ἡμέρα. Ἐσὺ καρδιογνώστῃ Κύριε, ποὺ βλέπεις τὰ βάθη τῆς καρδίας μου, γνωρίζεις ὅτι αὐτοὶ ἔρχονται καὶ μὲ βασανίζουν χωρὶς τὸ θέλημά μου. Γι αὐτὸ Σὲ παρακαλῶ μὴν ἀφήσεις να γίνει αὐτὸ πηγὴ ἁμαρτίας, ἀλλὰ λυπήσου μὲ καὶ στεῖλε τῇ χάρῃ Σου καὶ διῶξε αὐτοὺς καὶ σκέπασε μὲ τὸν ἀνάξιο δοῦλό Σου. Φώτισε μὲ Δεσπότα να μάθω καὶ να ἐκτελῶ τὶς ἅγιες ἐντολές Σου καὶ να ζήσω κοντά Σου, ἀναμάρτητε καὶ δοξασμένε Ἰησοῦ. Ἂς εἶναι εὐλογημένο τὸ ὄνομά Σου στους αἰῶνες. Ἀμήν.
Για τὴν πύρωση τῶν νέων.
Κύριε, εἶμαι ἄνθρωπος ἁμαρτωλὸς καὶ νέος τὴν ἡλικία, ἔχω μεγάλο πόλεμο ἀπὸ τὰ πάθη καὶ τὴν πύρωση τῆς σάρκας, καταφεύγω σ' Ἐσένα καὶ δέομαί Σου, Χριστὲ ὁ Θεός μου. ἂς μή μου καταλογιστεὶ αὐτὸ σὰν ἁμαρτία, γνωρίζεις, Κύριε, τὸ ἄστατο τῆς ἀνθρωπίνης φύσεως καὶ Σὲ παρακαλῶ συγχώρεσε μέ, γιατὶ μόνο Ἐσὺ ἔχεις τὴν ἐξουσία καὶ μόνο μὲ τὸ λόγο Σου να συγχωρεῖς τοῦ κόσμου τις ἁμαρτίες. Ἂς εἶναι εὐλογημένο καὶ δοξασμένο τὸ ὄνομά Σου στους αἰῶνες τῶν αἰώνων. Ἀμὴν
***
Τὰ Ἀναστάσιμα Ἀπολυτίκια
ψάλλονται κάθε Κυριακὴ στην Ἐκκλησία
Ἦχος α΄.
Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων καὶ στρατιωτῶν φύλασσόντων τὸ ἄχραντον σοῦ Σῶμα, ἀνέστης τριήμερος, Σωτήρ, δώρουμένος τῷ κόσμῳ τὴν ζωήν· διὰ τοῦτο αἱ δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι, Ζωοδότα· Δόξα τῇ Ἀναστάσει σου, Χριστέ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε φιλάνθρωπε.
Ἦχος β'.
Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν Ἅδη ἐνέκρωσας,τῇ ἀστραπῇ τῆς θεότητος· ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν ἀχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν πουρανίων ἐκραύγαζον· Ζωοδότα Χριστέ, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ἦχος γ'.
Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίητε κράτος ἐν βραχίονι αὐτοῦ ὁ Κύριος· ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον. πρωτότόκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας Ἄδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Ἦχος δ'.
Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κηῥυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἵ του Κυρίου Μαθήτριαι, καὶ τὴν πρόγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Ἦχος πλ. α΄.
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν, πιστοὶ καὶ προσκυνήσωμεν· ὅτι ηὐδόκησε, σαρκὶ ἀνελθεὶν ἐν τῷ σταυρῷ, καὶ θάνατον ὑπομείναι, καὶ ἐγείραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.
Ἦχος πλ. β'.
Ἀγγελικαὶ δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες, ἀπενεκρώθησαν· καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζῇτούσα τὸ ἄχραντον σοῦ σῶμα. Ἐσκύλευσας τὸν Ἅδην, μὴ πειρασθεὶς ὑπ’ αὐτοῦ· ὑπήντησας τῇ Παρθένῳ, δωρούμενος τὴν ζωήν. Ὁ ἀναστᾶς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.
Ἦχος βαρύς.
Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον· ἠνέῳξας τῷ λῃστῇ τὸν παράδεισον· τῶν μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς σοῖς ἀποστόλοις κηρύττειν ἐπέταξας, ὅτι ἀνέστης, Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος
Ἦχος πλ. δ'.
Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν κατεδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν.Ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν, Κύριε, δόξα σοι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου