Καμπαναριό του 15ου αιώνα στην Κεφαλονιά

Καμπαναριό του 15ου αιώνα στην Κεφαλονιά
Αγαπητοί επισκέπτες καλώς ήλθατε.
Μπορείτε να επικοινωνείτε μαζί μας, να αποστέλλετε και να μοιράζεστε κρίσεις, σχόλια, απόψεις, στην ηλεκτρονική διεύθυνση :
amalgamaparamythias@gmail.com

Με εκτίμηση,
Η Ομάδα Διαχείρισης


Κυριακή 30 Ιουνίου 2013

ΑΚΟΛΟΥΘΙΑ ΑΓΙΩΝ ΦΑΝΕΝΤΩΝ ΕΝ ΚΕΦΑΛΛΗΝΙΑ


ΓΡΗΓΟΡΙΟΥ, ΘEΟΔΩΡΟΥ ΚΑΙ ΛΕΟΝΤΟΣ

Ψαλλομένη τῇ Κυριακῇ τῶν Ἁγίων Πάντων

Ποίημα Ἱερέως Γεωργίου Ἀντζουλάτου (2007)

Πηγή πρό τελικῶν διορθώσεων: π. Νεκτάριος  Μαμαλοῦγκος www.nektarios.gr

Ἀκολουθοῦνται αἱ διατάξεις τοῦ Τυπικοῦ τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας, τῆς Ἑορτῆς τῶν Ἁγίων Κωνσταντίνου καὶ Ἑλένης, εἰ αὕτη τύχη τῇ Κυριακὴ τῶν Ἁγίων Πάντων (περίπτωσις ΙΑ´, παράγραφοι 25, 27).

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Μετὰ τὸν Προοιμιακόν, τὸ α΄ Κάθισμα τοῦ Ψαλτηρίου. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους ι΄ καὶ ψάλλομεν Ἀναστάσιμα τοῦ πλ. δ´ εἰς δ´, τῶν Ἁγίων Πάντων γ΄ καὶ τῶν Ἁγίων Φανέντων Στιχηρὰ Προσόμοια γ´. Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσιν.
 
Ὡς χρυσὸς καὶ ἀδάμαντες, ἐκ τῆς λήθης ἐφάνησαν, τοῦ Θεοῦ κοσμήματα εἰς γῆν ἅπασαν, τὰ χαριτόβρυτα λείψανα, Χριστοῦ παρατάξεως, ὁμοδόξων ὁπλιτῶν, Γρηγορίου καὶ Λέοντος, Θεοδώρου τε· διὸ ὕμνοις γεραίρομεν προφρόνως καὶ λαμπρῶς ἐπιτελοῦμεν, τὴν ἱερὰν αὐτῶν σύναξιν.

Τὸν Γρηγόριον ἅπαντες καὶ Θεοδῶρον σήμερον, σὺν κλεινῷ τῷ Λέοντι εὐφημήσωμεν, τοὺς ἀριστέας τῆς πίστεως, τὰ ἄνθη τὰ εὔοσμα, εὐωδίας θεϊκῆς, θαυμαστῶς ἐξανθήσαντα, δόξης ἔμπλεα· ὑμνωδίαις ἀπαύστοις ἀνυμνοῦντες, τὴν τρισάριθμον χορείαν, ἣν ὁ Θεὸς ἐφανέρωσεν.

Ὡς φωστῆρες ὑπέρλαμπροι, καὶ φωτὸς χρυσαυγέστεροι, Ἐκκλησίαν ἅπασαν κατηυγάσατε, ὅτε ὑμῶν τὰ σκηνώματα, ἐξ οἴκου ἀνέτειλαν, εὐκτήριου τηλαυγῶς, Κεφαλλήνων ἀγλάϊσμα, πανσεβάσμιοι ἐπιγείους τιμῶμεν οὖν ἀγῶνας, οὐρανίους τε στεφάνους, ἐξεστηκότες θαυμάζομεν.

Δόξα. Τῶν Ἁγίων Πάντων. Ἦχος πλ. β´.
Μαρτύρων θεῖος χορός, βουλῇ τῇ θείᾳ πειθαρχήσας...

Καὶ νῦν. Θεοτοκίον. Ἦχος πλ. δ´.
Ὁ Βασιλεὺς τῶν οὐρανῶν διὰ φιλανθρωπίαν...

Εἴσοδος, Φῶς Ἱλαρὸν καὶ τὸ Προκείμενον. Εἶτα τὰ ἀναγνώσματα τῶν Ἁγίων Πάντων.
Προφητείας Ἠσαίου (κεφ. ΜΓ´ 9-14): Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα...
Σοφίας Σολομῶντος (κεφ. Γ´ 1-9): Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος…
Σοφίας Σολομῶντος (κεφ. Ε´ 16-ΣΤ 3): Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν...

Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α´.
Ἀγάλλου ἐν Κυρίῳ νῆσος Κεφαλλήνων, ἐπὶ τῇ μνήμῃ σήμερον φαεινότατων ἀθλητῶν· Γρηγόριος γάρ, Θεόδωρος καὶ Λέων, ἑπόμενοι τοῖς λόγοις τοῦ Εὐαγγελίου, ἠρνήσαντο ἐπίγειον στράτευμα καὶ κακόδοξον δόγμα, πηξάμενοι θεμέλια Ὀρθοδοξίας καὶ Χριστοῦ ὁμολογίας. Τούτους οὖν κατέχοντες ὡς πίστεως κανόνας, ἱκετεύσωμεν τῷ Θεῷ δοθῆναι ἡμῖν εἰρήνην καὶ ψυχῶν τὴν λύτρωσιν.    

Ἦχος β΄.
Ἐξελαμψεν ἡμῖν ὡς ἀστέρων χορός, ἡ τῶν ἀθλοφόρων τριὰς ἡ θαυμάσιος· δεῦτε οὖν πάντες εὐωχηθῶμεν καὶ Θεῷ τῷ κραταιῷ, ὑμνῳδίας προσάξωμεν. Αὐτῷ γὰρ ὑπηρετοῦντες ἐν πόθῳ, τὸν Κωνστάντιον κατῄσχυναν, στρατείαν ἐγκόσμιον λιπόντες· φωτὶ τρισηλίῳ ἠκολουθηκότες, σκότος Ἀρείου ἐνίκησαν καὶ λαμπρῶς τῷ κόσμῳ ἐδείχθησαν, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.         

Ἦχος δ´.
Τῶν τοῦ Χριστοῦ ἐργατῶν, Γρηγορίου, Θεοδώρου καὶ Λέοντος, ὁ βίος ἅπας ἐξήστραπτεν, ἀρεταῖς καὶ θείᾳ χάριτι. Πίστεως χάλκευσιν μὴ δεξάμενοι, τῷ Χριστῷ ὁμολογοῦντες, διάβολον ἐνίκησαν. Ἐνδυσάμενοι γὰρ πανοπλίαν Κυρίου, πνευματικὴν πορείαν διήνυσαν. Ὅθεν αὐτοὺς ἱκετεύσωμεν, πρεσβείαν ποιεῖν τῷ Δεσπότῃ Χριστῷ, δοθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Ἦχος Βαρύς.
Τοῦ Παραδείσου οἰκισταὶ γεγονότες, τοὺς ἐπὶ γῆς οὐκ ἔλιπον, οἱ πανθαύμαστοι τρισόλβιοι Φανέντες· ὑπὲρ πιστῶν γὰρ εὐπροσδέκτους προσευχὰς τῷ Θεῷ ἀεὶ προσάγουσιν. Δεῦτε οὖν φιλέορτοι πάντες, ἱκετεύσωμεν τούτους μετὰ πίστεως ζεούσης, ὅπως πρεσβεύωσι διηνεκῶς τῷ φιλευσπλάγχνῳ Λυτρωτῇ, ἵνα τὴν ἄφεσιν τῶν ἁμαρτιῶν ἡμῖν παράσχῃ καὶ ταῖς ψυχαῖς ἡμῶν δωρήσῃ τῆς ἐπουρανίου Βασιλείας τὴν ἀπόλαυσιν.

Δόξα. Ἦχος α´.
Ἀρχαίοις τοῖς χρόνοις, προνοίᾳ ἰδίᾳ, ἡ Τρισήλιος Ἁγία Μονάς, Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος Παναγίου, Κεφαλλήνων νῆσον κατηύγασεν. Τοῦ φωτισμοῦ δὲ τούτου ταῖς ἀκτῖσι, πίστει τε ἠκολούθησεν καὶ ἔργῳ χορὸς πανευφήμων ὁμολογητῶν, Γρηγορίου, Θεοδώρου καὶ Λέοντος. Ἐπὶ δὲ τῶν θεμελίων μαρτυρίας, Ὁσίων Πατέρων τριὰς θεοφόρος, Γερασίμου, Ἀνθίμου καὶ Παϊσίου, βίῳ ἤσκησεν ἀθλητικῷ τῷ πνεύματι. Τὰς τρεῖς δὲ ταύτας τριάδας ἡμεῖς ἀνυμνοῦντες ἀξίως, θερμῶς ἱκετεύσωμεν ἀξιῶσαι καὶ ἡμᾶς θεραπείαν λαβόντες, τῆς ἄνω Βασιλείας τυχεῖν συνοίκησιν, προσδεχόμενοι Θεοῦ τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον. Ἦχος πλ. α´.
Τῇ νῦν πανηγύρει, συνδράμωμεν οἱ πιστοί...

Εἰς τόν Στίχον τά Ἀναστάσιμα ὡς ἐν τῷ Πεντηκοσταρίῳ.

Δόξα. Ἦχος πλ. α΄.
Ἀνυμνήσωμεν λαοί, τριάδα πεφανερωθεῖσαν, ἀνδρείαν τε καὶ πανθαύμαστον. Ὡς καλοὶ γὰρ στρατιῶται Χριστοῦ Γρηγόριος, Θεόδωρος καὶ Λέων, ὁμοφρόνως πιστεύοντες, τὴν σιδηρᾶν πανοπλίαν καὶ κακοδοξίαν Ἀρείου ἀποταξάμενοι, ἀσκήσεως ὁδὸν ἐπιποθήσαντες, ἐν ἡσυχίᾳ διέλαθον ἕως τέλους ἀγωνισάμενοι. Διὸ Θεὸς ἀξίως ἐστεφάνωσεν αὐτοὺς καὶ τὰ σκηνώματα αὐτῶν, τοῖς πιστοῖς εἰς δύναμιν ἔδωκεν. Αὐτῷ οὖν βοήσωμεν· πρεσβείαις Κύριε τῶν ἀναφανέντων ἀθλητῶν, εἰρήνην παράσχου ταῖς ψυχαῖς ἡμῶν καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον. Ὁ αὐτός.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος...

Νῦν ἀπολύεις, τὸ Τρισάγιον, καὶ τὰ Ἀπολυτίκια.
Τὸ Ἀναστάσιμον. Ἦχος πλ. δ´.
Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος...
Τῶν Ἁγίων Πάντων. Ἦχος α´.
Τῶν ἐν ὅλῳ τῷ κόσμῳ Μαρτύρων σου...
Τῶν Ἁγίων Φανέντων. Παλαιόν. Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοὺς κεκρυμμένους ἐπὶ πλείονα χρόνον, ἀναφανέντας τῷ σεπτῷ οἴκῳ τούτῳ, Γρηγόριον, Θεόδωρον καὶ Λέοντα, τοὺς Μεγαλομάρτυρας καὶ πιστοὺς ἀριστέας, πάντες εὐφημήσωμεν καὶ θερμῶς ἐκβοῶμεν καὶ ἀνυμνοῦντες κράζομεν ἀεί, χαίρετε θείων Μαρτύρων τὸ καύχημα.
Δόξα. Ἕτερον. Ἦχος γ´. Μέγαν εὕρατο.
Δόξῃ Κύριος καὶ ἀφθαρσίᾳ, κατελάμπρυνεν, πιστοὺς ὁπλίτας, ὡς στρατείαν φυγόντας καὶ αἵρεσιν, τῶν Κεφαλλήνων δὲ νῆσον ἐπλούτισεν, διὰ σεπτῶν σκηνωμάτων τῆς χάριτος. Ὅθεν ἅπαντες, τοὺς τρεῖς Φανέντας τιμήσωμεν, Χριστοῦ ἀῤῥαγεῖς ἀμύντορας, Γρηγόριον Θεόδωρον καὶ Λέοντα.
Καὶ νῦν. Θεοτοκίον. Ὁ αὐτός.
Σε τὴν μεσιτεύσασαν...

Καὶ Ἀπόλυσις.


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α´ καὶ τὴν β´ Στιχολογίαν, τὰ Ἀναστάσιμα Καθίσματα τοῦ πλ. δ´ ἤχου μετὰ τῶν Θεοτοκίων αὐτῶν, ὡς ἐν τῷ Πεντηκοσταρίῳ.

Εἶτα τὰ ἀκόλουθα Καθίσματα τῆς γ΄ Στιχολογίας. Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ.
Ἀνυμνήσωμεν πιστοί, ἐν χαρμονῇ πνευματικῇ, τὴν τριάδα εὐκλεῶν, ἀναφανέντων ἀθλητῶν, τοῦ Γρηγορίου, τοῦ Λέοντος, τοῦ Θεοδώρου· ἀγάπην γὰρ Χριστῷ, τελείαν τρέφοντες, στρατεύματος ὁμοῦ, τάξεις κατέλιπον. Διὸ Θεὸς κατέταξεν ἀξίως, ἐν οὐρανίοις σκηνώμασιν· αὐτοὺς ἀπαύστως ὑμνολογοῦμεν, στεῤῥοὺς ἱκέτας κατέχοντες.

Δόξα. Ὅμοιον.
Ὥσπερ πλοῦτον θεϊκόν, ὡς θησαυρόν τε τιμαλφή, ὡς ἀδάμαντας χρυσόν, ὡς μαργαρίτας ἱερούς, σοροὺς λειψάνων ἔρεβος κατεκράτει· Θεὸς δὲ θαυμαστῶς, τούτους ἀνέδειξεν, ἀστέρας φωταυγεῖς, γῆν καταυγάζοντας· διὸ ἡμεῖς ἐν πόθῳ νῦν τιμῶντες, τοὺς ἀθλητὰς ἱκετεύσωμεν Χριστὸν αἰτεῖσθαι παραπτωμάτων, ἐξαλείψαι τὸ πέλαγος.

Καὶ νῦν. Θεοτοκίον.
Δεῦτε ᾄσωμεν λαοί, τῇ Θεοτόκῳ Μαριάμ, ὑμνῳδίας θεϊκάς, προσαγορεύσεις ἀρεστάς, ὥσπερ ποτὲ ὁ Ἄγγελος αὐτῇ ἐβόα· ἀεὶ γὰρ τῇ Μητρί, ἁρμόζει αἴνεσις, ἐκ βάθους τε ψυχῆς, εὐχαριστία θερμῇ, ὅτι Σωτῆρα ἔτεκεν ἁπάντων, τὸν παντοκράτορα Κύριον· αὐτῆς πρεσβείαις, τοῖς αἰτουμένοις, χορηγεῖ τὴν συγχώρησιν.

Εἶτα τὰ Εὐλογηταρια, ἡ Ὑπακοή, οἱ Ἀναβαθμοὶ καὶ τὸ Προκείμενον τοῦ πλ. δ´ ἤχου.

Τὸ α´ Ἑωθινὸν Εὐαγγέλιον, τὸ Ἀνάστασιν Χριστοῦ καὶ ὁ Ν´.

Δόξα: Ταῖς τῶν Ἀποστόλων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Στίχ. Ἐλεῆμον…Ἀναστὰς ὁ Ἰησοῦς…
 
Κανόνες ὁ Ἀναστάσιμος, ὁ τῶν Ἁγίων Πάντων καὶ ὁ ἀκόλουθος Κανὼν τῶν Ὁμολογητῶν, οὗ ἡ ἀκροστιχὶς: «Πρεσβύτερος Γεώργιος ὑμνεῖ Φανέντας».

ᾨδὴ α´. Ἦχος δ´. Ἀνοίξω τὸ στόμα μου.
Πατέρα τὸν ἄναρχον, Μονογενῆ, Πνεῦμα Ἅγιον, Τριάδα τὴν πάνσοφον ἐπικαλοῦμαι θερμῶς, ὅπως φώτισιν παράσχῃ καὶ σοφίαν, Φανέντων βουλόμενος, ὑμνῆσαι σύναξιν.

Ῥημάτων ἑπόμενοι Εὐαγγελίου τρισόλβιοι, προυκρίνατε ἄσκησιν, ὁδὸν στενὴν οὐρανῶν, διὸ ἅπαντες, τιμῶμεν ἐπαξίως, ὑμῶν τὴν φανέρωσιν, ὁπλῖται ἄριστοι.

Ἐν ᾄσμασι σήμερον, ὦ Κεφαλλῆνες τιμήσωμεν, Γρηγόριον, Λέοντα, θεῖον Θεοδῶρον, τοὺς ἀκήρατον ζωὴν προσκτησαμένους, ἐν λόχμῃ ἀσκήσαντας, Χριστοῦ τῷ ἔρωτι.

Θεοτοκίον.
Στερέωμα ἄσειστον, τῆς Ἐκκλησίας τὴν Δέσποιναν, τοῦ Λόγου τὸ σκήνωμα καὶ Ὀρθοδόξων τρυφήν, τὸ παλάτιον, τοῦ πάντων Βασιλέως, ὑμνῶ εὐφραινόμενος, ὁ εὐτελέστατος.

Ὠδή γ’. Τούς  Σούς ὑμνολόγους.
Βουκόλος ἀφήσας τὴν τῶν χοίρων, ἀγέλην εἰς χάριν τοῦ ἑνός, Ἁγίων ἐνατένισεν, σοροὺς εὐωδιάζοντας, καὶ Μιχαὴλ ἀνήγγειλεν, τοῦ παραδόξου τὸ μέγεθος.

Ἠπήντησεν σπεύσας τοῦ ὀνείρου, ζητῶν τὴν ἀλήθειαν λεπρός, μακάρων θεία λείψανα, ταφῆς δίχα ὑπάρχοντα, καὶ προσκυνῶν ἐν δάκρυσι, τὴν θεραπείαν ἀπέλαβεν.

Τιμῶντες πιστοὶ χαριτοβρύτων, λειψάνων ἀνάδειξιν λαμπράν, Φανέντας δυσωπήσωμεν, πρεσβείας πρὸς τὸν Κύριον, ὅπως πταισμάτων ἄφεσιν, πᾶσι παράσχη καὶ λύτρωσιν.

Θεοτοκίον.
Ἐξόχως τιμῶμεν Παναγίαν, τοῦ πάντων Δεσπότου καὶ Θεοῦ, ἄχραντον γεννήτριαν, Μητέρα ἀειπάρθενον, καὶ τῶν βροτῶν πολύτιμον, ἀειθαλὲς ἐγκαλλώπισμα.

Κοντάκιον  τῶν  Ἁγίων Φανέντων. Ἐπεφάνης  σήμερον.
Ἐν ψαλμοῖς ὑμνήσωμεν, Ὀρθοδοξίας, τρεῖς ἀστέρας λάμποντας, ἀναφανέντας θαυμαστῶς, καὶ γηθοσύνως δοξάσωμεν, τὸν ἐν Μονάδι, Θεὸν τὸν Τρισήλιον.

Ὁ  Οἶκος.
Τὸν θησαυρὸν τῶν ἁπάντων σφοδρῶς ἀγαπήσαντες, καὶ διδαχὰς τοῦ Κυρίου τηρήσαντες πάσας, τῆς πίστεως ἐδείχθησαν ἀριστεῖς φαεινότατοι, οἱ πιστοὶ ὁπλῖται. Ἐπουρανίων οὖν στρατιῶν κοινωνούς, Γρηγόριον, Θεόδωρον καὶ Λέοντα, ἱκετεύσωμεν οἱ πόθῳ τιμῶντες τὴν πανθαύμαστον αὐτῶν πολιτείαν τε καὶ εὔρεσιν, ὅπως παντοίων ὁ Σωτὴρ κινδύνων ἡμᾶς ῥύσῃ, οὐρανοδρόμον τε ἀναδείξῃ τὸν βίον, ἵνα ἀεὶ δοξάζειν ἀξιωθῶμεν, τὸν ἐν Μονάδι Θεὸν τὸν Τρισήλιον.

Εἶτα  τά  μεσώδια  Καθίσματα  τοῦ  Πεντηκοσταρίου.
Δόξα  τῶν  Ἁγίων Φανέντων.
Ἀριστέας τῆς πίστεως, ἀθλητάς, ταῖς Κυρίου ὑπείκοντας ἐντολαῖς, Θεὸς ἐφανέρωσεν, κεκρυμμένους τὸ πρότερον, ὅπως αὐτῶν πρεσβείαις, ἡμεῖς ἀπολάβωμεν, ἁμαρτιῶν τὴν λύσιν, πταισμάτων συγχώρησιν. Ὅθεν εὐφροσύνως, ἀνυμνοῦμεν Φανέντας, Γρηγόριον, Λέοντα καὶ Θεόδωρον ἅπαντες, ἐκτενῶς ἀνακράζοντες· δόξα Σοι Χριστὲ ὁ Θεός, ὁμολογίας κανόνας ὅτι ἔδειξας, τοῖς εὐσεβῶς προσκυνοῦσι τὸν τρισήλιον θρόνον Σου.

Καί  νῦν. Θεοτοκίον.
Τήν  οὐράνιον πύλην  καί  κιβωτόν…

Ὦδή δ΄. Τήν ἀνεξιχνίαστον.
Ῥίψαντες στρατεύματος τὸν ὁπλισμόν, θώρακα Χριστοῦ ἐνεδύθητε, ὅθεν δεήσεις, ὁ πανάγαθος Θεός, ὑμῶν θερμὰς προσδέχεται, πρόμαχοι Τριάδος μακάριοι.

Ὄλβιοι τρισάριθμοι ὡς φωταυγεῖς, ὤφθητε τοῖς πέρασι λάμποντες, φέγγει ἀΰλῳ, ἀστέκτῳ θείῳ φωτί, Χριστιανοὺς φωτίζοντες, πάντων τῶν ἀστέρων λαμπρότεροι.

Στέφανα ἐδέξασθε τῶν οὐρανῶν, Λέων καὶ Θεόδωρε πάντιμοι, δόξῃ Δεσπότης ἐπεβράβευσεν ὑμῶν, πόνους ἀγῶνας ἄσκησιν, μετὰ Γρηγορίου πανένδοξοι.

Θεοτοκίον.
Γένος τῶν βροτῶν Σε ἀνυμνεῖ, Δέσποινα Παρθένε Θεόνυμφε, Μητέρα γὰρ οὖσα τοῦ Σωτῆρος καὶ Θεοῦ, Αὐτῷ ἡμῶν αἰτήματα, πάντοτε προσάγεις Παντάνασσα.

Ὠδή ε΄. Ἐξέστη  τά  σύμπαντα.
Ἐφάνησαν ἅπαντι, τῷ κόσμῳ ἐξαστράπτοντες, χάριτι πυρσοὶ ὥσπερ Κυρίου· αἴνους ἐνθέους καὶ ὑμνῳδίας πιστοί, φανέσι Ἁγίοις, τηλαυγεῖς πόθῳ προσκομίζομεν, νῦν τιμῶντες τὴν εὕρεσιν.

Ὡραῖα καὶ εὔοσμα, ὡς ἄνθη εὐωδέστατα, λόχμη γῆς Σαμαίων κατεκράτει, λείψανα θεῖα, στρατιωτῶν τοῦ Χριστοῦ, ἄχρις ὁ πανάγαθος Θεός, θαύματι ἐξήνθησεν, καὶ πιστοὺς κατεμύρισεν.

Ῥοὰς τῶν δακρύων μου, Θεῷ προσφέρω ὅπως μοι, λύτρωσιν καὶ ἴασιν παράσχῃ, λύσιν ἐχθίστων, πειρατηρίων δεινῶν, πρεσβείαις τῶν Φανέντων ἀσκητῶν, ἔλεον καὶ ἄφεσιν τῶν πταισμάτων δοθῆναί μοι.

Θεοτοκίον.
Γεραίρομεν ᾄσμασι, Μητέρα Θεονύμφευτον Δέσποινα, μεσίτριαν τοῦ κόσμου, καὶ ἐξαιτοῦμεν Αὐτῆς πρεσβείαις θερμαῖς, ὅπως ὁ Θεὸς ἀπαλλαγήν, τῶν ἁμαρτιῶν ἡμῶν φιλευσπλάγχνως δωρήσηται.

Ὠδή στ΄. Τήν θείαν  ταύτην.
Ἱκέτας, θείους κτησάμενοι, Φανέντας ἀσκητὰς κεκρυμμένους πρίν, δεῦτε φιλέορτοι, ὕμνοις ἐνθέρμοις αἰτήσωμεν, λιταῖς αὐτῶν ἀπαύστοις, Θεοῦ τὸ ἔλεος.

Ὁ βίος, ὅλος ἐξήστραπτεν, πλουσίων δωρεῶν θείου Πνεύματος, ὅθεν καὶ ἔφυγον, αἱρεσιάρχου τὰ δόγματα, Γρηγόριος, Λέων καὶ ὁ Θεόδωρος.

Σορούς, λειψάνων ἐκάλυπτον, ἐν οἴκῳ εὐκτηρίω τὸ πρότερον, λήθη καὶ ἔρεβος· δῶμεν Δεσπότῃ τὴν αἴνεσιν, ὅτι λαμπροῖς σημείοις, πιστοῖς ἀνέδειξεν.

Θεοτοκίον.
Ὑμνοῦμεν, Κόρην ἀπείρανδρον, Παρθένον ἀληθῆ Θεομήτορα, Λόγου γεννήτριαν, πάντων πιστῶν τὴν ἀντίληψιν, τὴν προστασίαν κόσμου, σεπτὴν Παντάνασσαν.

Κοντάκιον  καί  Οἶκος  ὡς  ἐν  τῷ Πεντηκοσταρίῳ. Τό Συναξάριον  τοῦ  Μηναίου, τό ὑπόμνημα  τοῦ  Πεντηκοσταρίου  καί  τό  ἀκόλουθον:
Τῇ αὐτῇ ἡμέρᾳ [Κυριακῇ τῶν Ἁγίων Πάντων], μνείαν ποιούμεθα τῆς θαυμασίας εὑρέσεως τῶν χαριτοβρύτων καὶ ἱερῶν σκηνωμάτων τῶν ἁγίων ἐνδόξων Ὁμολογητῶν Γρηγορίου, Θεοδώρου καὶ Λέοντος, τῶν ἐν Κεφαλληνίᾳ καταφυγόντων, ἀσκησάντων, κοιμηθέντων, πεφανερωθέντων καὶ διαλαμψάντων.

Στίχ.:
Φανέντες θαυμαστῶς ἀθληταὶ κεκρυμμένοι,
καρδίας πιστῶν σπεύδετε κατευφραίνειν.
 
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεὸς καὶ πάντων τῶν ἀπ’ αἰῶνος Ἁγίων Σου, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ´. Οὐκ ἐλάτρευσαν, τὴν κτίσιν οἱ θεόφρονες.
Μελωδήσωμεν ἐφύμνια, καὶ ᾄσματα καὶ ἐπαινέσωμεν, δογμάτων τῶν ἀληθῶν, Τριάδος ἀμύντορας, πλάνην παλαίσαντας, τὸν Γρηγόριον, τὸν νικηφόρον Λέοντα, καὶ Θεοδῶρον τὸν θεῖον.

Νῆσον Κύριος, ὁπλίταις τόπον ἔδειξεν τῆς καταπαύσεως· συσπειρωθέντες Αὐτῷ, ἀσκήσει μαχόμενοι, λόχμῃ ἐνοικῆσαν τούτους ἅπαντες, ἀναφανέντας εὕρομεν, ἀῤῥαγεῖς Θεῷ μεσίτας.

Ἀνεφάνησεν, Χριστὸς σεπτὰ σκηνώματα, διαλανθάνοντα, στεῤῥῶν Ὁμολογητῶν, ἡμῖν χαριζόμενος, δῶρον ἐξαίσιον· διὸ Κύριον, Κεφαλληναῖοι ᾄσμασι, ἀνυμνοῦμεν γηθοσύνως.

Θεοτοκίον.
Ἱκετεύσωμεν, Μητέρα τοῦ Θεοῦ ἡμῶν, τὴν ἀειπάρθενον, ἐλπίδα μόνην πιστῶν , προσάγειν πρεσβείας νῦν, ἵνα τὴν λύτρωσιν, ταῖς ψυχαῖς ἡμῶν, αὐτῆς Υἱὸς καὶ Κύριος, χορηγήσῃ ὡς Δεσπότης.

Ὠδή η΄. Παῖδας  εὐαγεῖς.
Φλόγα τὴν τῆς πίστεως ἀσβέστως, Γρηγόριος διετήρει διαλάμπουσαν, φέρων ὡς συνώνυμος, βίον ἐγρηγόρσεως· στρατιὰν κρίνας ἄριστον, τὴν ἐπουράνιον, τὸν Κύριον, ἐβόα ὑμνεῖτε καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Αἴρων τὸν Σταυρὸν ὡς θεῖον δῶρον, Θεόδωρος τῷ Δεσπότῃ στρατευόμενος, δῶρον μὲν προσήγαγεν, βίον τελειότατον, ἐν προσευχῇ δὲ ἔκραζεν, περιχαρεῖ τῇ φωνῇ· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Νέος ἡλικία ὧν ὁ Λέων, ὠρίμως ὡς σώφρων ἄσκησιν ἐπέλεξεν, ἔχων ὡς κραταίωμα, δύναμιν οὐράνιον, καὶ ἐν ἀνδρείᾳ αἵρεσιν Ἀρείου ἔφυγεν, τὸν Κύριον, βοῶν εὐλογεῖτε καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.
Εὗρεν ἡ πληθὺς τῶν φιλεόρτων, ἑδραίωμα ἀδιάσειστον καὶ ἄψευστον, Κόρην Θεονύμφευτον, Μητέρα ἀειπάρθενον, Ὑπεραγίαν Δέσποινα, Χριστοῦ παλάτιον, κινδύνων διάσωσμα παντοίων, ἣν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ὠδή θ΄. Ἅπας  γηγενής.
Στέψωμεν τοῖς ἄσμασιν γηθοσύνως, τριάδα τὴν πανθαύμαστον, τὴν ἐκ τῆς λήθης φανεῖσαν, τῶν ἀθλοφόρων Κυρίου.
Νέκταρ οὐρανῶν, πιστοὶ προσκαλούμεθα σήμερον γεύσασθαι, καὶ πανηγυρίζοντες, Φανέντας θείους καθικετεύσωμεν· τὸν ἱερὸν Γρηγόριον, τὸν θεῖον Λέοντα, καὶ σὺν τούτοις, ἔνδοξον Θεόδωρον, σκηνωμάτων ἀύλων οἰκήτορας.

Στέψωμεν τοῖς ἄσμασιν γηθοσύνως, τριάδα τὴν πανθαύμαστον, τὴν ἐκ τῆς λήθης φανεῖσαν, τῶν ἀθλοφόρων Κυρίου.
Τρίβον ἀρετῶν καλῶς διανύσαντες, ἐλύσατε θάνατον, ἄφθαρτοι ἐδείχθητε, λαβόντες χάριν, κάλλος οὐράνιον Κεφαλληναίων καύχημα, κόσμου ἀγλάϊσμα, τῷ Δεσπότῃ, πάντοτε πρεσβεύετε, δωρηθῆναι ψυχαῖς ἀγαλλίασιν.

Δόξα.
Στέψωμεν τοῖς ἄσμασιν γηθοσύνως, Μονάδα τὴν τρισήλιον, ὅτι πλουσίως δωρεῖται, Χριστιανοῖς εὐλογίας.

ᾌσωμεν λαοί, ᾠδὴν ἐπουράνιον αἴνους καὶ ᾄσματα, καὶ δοξολογήσωμεν, Πατέρα, Πνεῦμα, Λόγον συνάναρχον, ἐπὶ τῇ μνήμῃ σήμερον Φανέντων χάριτι, Γρηγορίου, Λέοντος θεόφρονος, Θεοδώρου κλεινοῦ τὴν ὁμήγυριν.

Θεοτοκίον.
Στέψωμεν τοῖς ᾄσμασιν ὁμοφρόνως, Μητέρα ἀειπάρθενον, Χριστιανῶν προστασίαν καὶ ἱλαστήριον κόσμου.
Στάμνον τὴν χρυσῆν, τοῦ Λόγου παλάτιον, θρόνον πυρίμορφον, ἀνυμνολογήσωμεν, παρθένων δόξαν, μύρον ἀκένωτον, τῶν Ὀρθοδόξων τάχιστα Θεῷ προσάγουσα, ἱκεσίας, στήριγμα ὑπάρχουσα, πεπτωκότων ἁπάντων βοήθεια.

Ἐξαποστειλάρια  τῆς  Ὀκτωήχου  καί  τῶν  Ἁγίων Πάντων  ἐκ  τοῦ  Πεντηκοσταρίου, ἀκολούθως  δέ  τῶν  Ἁγίων  Φανέντων, ἕν  ἐκ  τῶν  ἑπομένων.

Ἦχος γ΄. Ὁ  οὐρανόν  ἐν  τοῖς  ἄστροις.
Γρηγόριον συνελθόντες, καὶ τὸν Θεοδῶρον, πάντες, σὺν Λέοντι γηθοσύνως, Θεοῦ ἀγάπη φανέντας, νῦν καταστέφομεν ὕμνοις, λιτὰς αὐτῶν ἐξαιτοῦντες.

Ἕτερον, ὅμοιον.
Τὸν Λέοντα εὐχαρίστως, καὶ τὸν Γρηγόριον πίστει, ὁμοῦ Θεόδωρον πόθῳ, Κεφαλληναῖοι τιμῶμεν, ἀναφανέντας ἐνδόξως, ᾠδὰς προσφέροντες θείας.

Θεοτοκίον. Ὅμοιον.
Ὁ γλυκασμός τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρὰ ..

Εἰς τοὺς Αἴνους, ἱστῶμεν στίχους ι΄ καὶ ψάλλομεν Ἀναστάσιμα τοῦ πλ. δ´ εἰς δ´, τῶν Ἁγίων Πάντων γ΄, καὶ τῶν Ἁγίων Φανέντων τὰ ἀκόλουθα γ´. Ἦχος πλ. δ´. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ τοῦ παραδόξου θαύματος! Ὡς τριφεγγὴς ἀληθῶς, ἐξανέτειλεν ἥλιος, ἡ τριὰς ἡ πάνσεπτος, ἀθλητῶν ἡ καλλίνικος. Ἐν ἀφανείᾳ γὰρ ἐπὶ μήκιστον, χρόνον διῆλθεν, διαλανθάνουσα· ὡς δὲ ἀείφωτος, ἅπασαν κατηύγασεν νῆσον ἡμῶν, ὅτε ἀνεδείχθησαν ταύτης σκηνώματα.

Στίχ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Βίον ἀσκητῶν ζηλώσασα, ἡ τοῦ Χριστοῦ ὁπλιτῶν, Γρηγορίου καὶ Λέοντος, Θεοδώρου ἅπασι, φάλαγξ ὠφθεῖσα ἄριστος· θανάτου πύλας γὰρ θρυμματίσασα, ἄταφος οὖσα καιρὸν δυσμέτρητον, δόξης ὁ Κύριος, ταύτης θεία λείψανα τῷ Μιχαήλ, θαύματι ἀνέδειξεν καὶ κατεκόσμησεν.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν...
Θεῖον εὑρηκότες κόσμημα, τῶν Κεφαλλήνων πληθύς, ἑορτάζομεν σήμερον, ἱερὰν σεβάσμιον πανευφρόσυνον σύναξιν, ἀναφανέντων τιμῶντες εὕρεσιν, τῷ φιλανθρώπῳ Δεσπότῃ κράζομεν· πρόσδεξαι Κύριε, λιτὰς τῶν Ἁγίων Σου ὑπὲρ ἡμῶν, ἵνα συγχωρήσεως ἅπαντες τύχωμεν.

Δόξα. Τὸ α´ Ἑωθινόν.
Εἰς τὸ ὄρος τοῖς μαθηταῖς ἐπειγομένοις...

Καὶ νῦν. Θεοτοκίον:
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε...

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ Τυπικὰ καὶ οἱ Μακαρισμοί, Ἀναστάσιμα τοῦ ἤχου εἰς δ΄ καὶ ἡ στ΄ ᾠδὴ ἐκ τοῦ Κανόνος τῶν Ἁγίων Φανέντων.

Εἰς τὸν Ἀπόστολον καὶ Εὐαγγέλιον, τὰ τῶν Ἁγίων Πάντων.

Μεγαλυνάριον.
Ὀρθοδόξου πίστεως ἀριστεῖς, φανέντας ἐκ λήθης, ὥσπερ φῶτα θεοειδῆ, Γρηγόριον πάντες, Θεόδωρον ἐν πόθῳ, σὺν Λέοντι προφρόνως, ὕμνοις τιμήσωμεν.

Κοινωνικόν: Ἀγαλλιᾶσθε δίκαιοι  ἐν  Κυρίῳ.

ΕΓΚΩΜΙΑ. Ἦχος γ´.

Ψαλλόμενα ἐν ταῖς Λιταῖς καὶ κατὰ τὸ Κοινωνικὸν.
Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, τριὰς κλεινῶν Φανέντων.
Ὑμνῶμεν τοὺς ἀρίστους ὁμολογίας στύλους καὶ πίστεως ἐργάτας. 
Γρηγόριον τὸν θεῖον, Θεόδωρον ἀξίως, σὺν Λέοντι τιμῶμεν. 
Ψάλλομεν ἐν πόθῳ, ὕμνους ἐγκωμίων, τριάδι τῶν Φανέντων. 
Τιμῶμεν γηθοσύνως, γενναίους στρατιώτας, Χριστῷ ὑποταγέντας. 
Ἐπίγειον στρατείαν, ἐκθύμως ἀρνηθέντες, ἐπέτυχον τὴν θείαν. 
Ἀφέντες πανοπλίαν, στρατείας Κωνσταντίου, ἡρμόσθησαν Κυρίῳ. 
Νικήσαντες ἀνδρείως, παλαίσματα Ἀρείου, ἐστέφθησαν ἀξίως. 
Κεφαλληναίων νῆσος, τριάδα ὑπεδέχθη, στρατιωτῶν Κυρίου. 
Γρηγόριον πρεσβύτην, σοφία κοσμημένον, ὑπάρχοντα ἀλείπτην. 
Θεοδῶρον τὸν θεῖον, ἐν γῇ χαριτωθέντα, οὐράνιον ἀστέρα.
Λέοντα γενναῖον, σώφρονα, ἀνδρεῖον, νεότητος τὸ κλέος.
Ἀσκήσει καὶ νηστείᾳ, προσευχαῖς καὶ ὕμνοις, ἐτέλεσαν τὸν βίον.
Διέλαθον ἀνθρώπων, οὐ προσοχῆς Δεσπότου, ἐν χώρᾳ τῶν Σαμαίων.
Λόχμη κατεκράτει, σοροὺς χαριτοβρύτους, πολυτελῶν λειψάνων.
Σκηνώματα ἀνεῦρεν, βουκόλος χοίρους βόσκων, ἀῤῥήτῳ εὐωδίᾳ.
Τῆς χάριτος δοχεῖα, ἐξήνθησαν ὡς ἄνθη, μυρίπνοα Κυρίου.
Ἐξήστραπταν ὡς φῶτα, σκηνώματα δεχθέντα, τοῦ Πνεύματος τὴν λάμψιν.
Μιχαὴλ ὁ ἀρχῶν, λεπρὸς τὸ πρὶν ὑπάρχων, Μονῆς ἐδείχθη κτήτωρ.
Αἰνέσωμεν προφρόνως, ἁγίους κεκρυμμένους, λαμπρῶς ἀναδειχθέντας.
Γεραίρομεν ἀπαύστως, καὶ ὑμνολογοῦμεν, τριάδα τῶν Φανέντων. 
Ἀγάλλεται λειψάνων, νῆσος Κεφαλλήνων, τὴν εὕρεσιν ὁρῶσα. 
Ἀσμένως Γρηγορίῳ, Λέοντι Θεοδώρῳ, αἴνους ἀναβοῶμεν.
Ἅγιοι Φανέντες, ὑπὲρ λαοῦ Κυρίου, μὴ παύσητε πρεσβεύειν.
Ὑπὲρ λαοῦ Κυρίου, μὴ παύσητε πρεσβεύειν, Ἅγιοι Φανέντες.
Ὤ τριὰς Φανέντων! Σὲ ἀνευφημοῦμεν, τὴν πάνσεπτον προστάτιν. 
Δόξα Πατρί.
Τρισήλιε Θεότης, λιταῖς Ἀναφανέντων, ἱλάσθητι Σοὺς δούλους.
Καὶ νῦν.
Πρεσβείαις τῆς Μητρός Σου, ἰλὺν παραπτωμάτων, ἀποπλῦνον Οἰκτίρμον.
Καὶ πάλιν τὸ α´.
Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, τριὰς κλεινῶν Φανέντων.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου