Καμπαναριό του 15ου αιώνα στην Κεφαλονιά

Καμπαναριό του 15ου αιώνα στην Κεφαλονιά
Αγαπητοί επισκέπτες καλώς ήλθατε.
Μπορείτε να επικοινωνείτε μαζί μας, να αποστέλλετε και να μοιράζεστε κρίσεις, σχόλια, απόψεις, στην ηλεκτρονική διεύθυνση :
amalgamaparamythias@gmail.com

Με εκτίμηση,
Η Ομάδα Διαχείρισης


Κυριακή 19 Απριλίου 2026

Ἀκολουθία Ὁσίου ΑΜΦΙΛΟΧΙΟΥ τοῦ ἐν Πάτμῳ

 Ἀκολουθία Ὁσίου ΑΜΦΙΛΟΧΙΟΥ τοῦ ἐν Πάτμῳ

 Γ. Γαλανοπούλου

 Ψαλλομένη τῇ 16η Ἀπριλίου  


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. 

Ἦχος δ΄. Ἔδωκας σημείωσιν.

 

Ἔδωκας τὴν χάριν Σου, τοῖς Ἱερεῦσί Σου Κύριε, φυγαδεύειν νοσήματα, ψυχῆς τε καὶ σώματος, τοῦ μακρύνειν θλίψεις, δεινὰς καχεξίας, βλάβης ἐκρύεσθαι πιστούς, καὶ πανουργίας δαιμόνων πόῤῥωθεν, ἐλαύνειν θείοις θαύμασιν, ἐν ἐγκρατείας δεήσεσιν, ἣν πλουσίως ἀπείληφεν, ὁ σεπτὸς Ἀμφιλόχιος. 

Ἤστραψας ἐν Πάτμῳ τε, καθάπερ ἄστρον πολύφωτον, καὶ λαοὺς κατεφώτισας, εἰς κόσμου τὰ πέρατα, τοῖς σοφοῖς σου λόγοις, ὡς πεπαιδευμένος, ἀνὴρ διώξας τὴν ἀχλύν, τῆς ἀγνωσίας καὶ δεισιδαίμονας, ἐλάσας πλάνας ἔνδοξε· ὅθεν καὶ νῦν τοὺς τιμῶντάς σου, ἑορτὴν Ἀμφιλόχιε, θείας χάριτος ἔμπλησον.

 

Ἔθαλες ὡς βλάστημα, θεοειδὲς Ἀμφιλόχιε, ἐκ τῆς ῥίζης γονέων σου, σοφίας πληρούμενος, κοσμικῆς καὶ θείας· διὸ τοῖς σοῖς λόγοις, ψυχὰς ἐφώτισας πιστῶν, καὶ πανιέρους ναοὺς ἐδόμησας, οὐ μὴ ἐν Πάτμῳ Ὅσιε, ἀλλὰ καὶ νήσοις συμπλέγματος, τοῦ Αἰγαίου ἵν’ ᾄσμασι, τὸν Θεὸν μεγαλύνωσι.

 

Δεῦτε οὖν θεόφρονες, ἐν Πάτμῳ δράμωμεν χαίροντες, καὶ πιστῶς ἀσπασώμεθα, καὶ πάνσεπτα λείψανα, τοῦ Ἀμφιλοχίου, ἀνθρώπου ὁσίου, εὐαρεστήσαντος Θεόν, καὶ ἀρυσώμεθα χάριν ἄφατον, τῶν νόσων ἀπομάκρυνσιν, τῶν πειρασμῶν δ’ ἀπολύτρωσιν, Ἰησοῦν παντοδύναμον, τὸν Σωτῆρα δοξάζοντες.

 

Δόξα. Ἦχος πλ. δ΄.

Δεῦτε εὐσεβῶν αἱ χορεῖαι, τιμήσωμεν ἐν ὕμνοις τὴν μνήμην τοῦ θεοφόρου Πατρὸς ἡμῶν, Ἀμφιλοχίου τοῦ Ὁσίου· οὗτος γάρ, τὰς ἀρετὰς ἀσκητικῶς ἐργασάμενος, ἐν τῇ νήσῳ Πάτμῳ ἐξήστραψεν, ὡς πολύφωτον ἄστρον, φωτῖσαν τὰς διανοίας τῶν πιστῶν, ἐν θεηγόροις διδασκαλίαις, καὶ ἔργοις ἀγάπης, ὡς τοῦ ἠγαπημένου Μαθητοῦ ἑπόμενος, καὶ τοῦ Κυρίου μιμητής. Ὅθεν, τοῦτον κἀμεῖς μιμησώμεθα, οἱ ἐν ποικίλοις περιστάσεσιν ὄντες, ἁμαρτωλοὶ καὶ ἀξιοκατάκριτοι, ἵνα λάβωμεν ἔλεος παρὰ Χριστοῦ, ταῖς αὐτοῦ ἐνθέρμοις πρεσβείαις, καὶ μέτοχοι γενώμεθα τῆς ἀϊδίου μακαριότητος.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Δεῦτε Χριστιανοί, τιμήσωμεν ἐν ὕμνοις, Ἀμφιλοχίου μνήμην, ἐκλάμψαντος ἐν Πάτμῳ, καὶ εὐσεβεῖς πυρσεύσαντος.

Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον· ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.

Σκεῦος τῶν ἀρετῶν, ἐγένου θεῖε Πάτερ, δοχεῖον τῆς Τριάδος, σεπτῆς ἱερατείας, κοσμήσας τὸ πολίτευμα.

Στ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Τόπον τὸν ἱερόν, Χριστοῦ τοῦ Ἀποστόλου, παρθένου Ἰωάννου, πρὸς ἄσκησιν θεόφρον, προεῖλες Ἀμφιλόχιε.

Δόξα.

Πάτερ πόνοις σκληροῖς, διδασκαλίαις ἔργοις, ἐδόξασας Δεσπότην, ὑφ’ Οὗ ἄφθαρτον στέφος, ἀπείληφας οὐράνιον.

Καὶ νῦν. Θεοτοκίον.

Πρέσβευε μητρικῶς, Ἁγνὴ Θεοκυῆτορ, σὺν τῷ Ἀμφιλοχίῳ, Υἱῷ Σου ἀναστάντι, παθῶν πάντας ἐκρύσασθαι.

 

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Εὐσεβείας τὸν στῦλον, Ἱερέων ὑπόδειγμα, τοῦ Ἠγαπημένου τὸν φίλον, καὶ Χριστοῦ νέον Ὅσιον, τὸν θεῖον Ἀμφιλόχιον πιστοί, τιμήσωμεν ἐν ὕμνοις ἱεροῖς, ἐκβοῶντες· γόνε Πάτμου ὑπὲρ ἡμῶν, πρέσβευε ᾯ παρίστασαι. Δόξα τῷ παρασχόντι σοι ἰσχύν, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ δωρουμένῳ διὰ σοῦ, πᾶσι τὰ κρείττονα.

 

Δόξα. Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ὁσίως ἱερεύσας ἐν ἐγκρατείᾳ σκληρᾷ, σοφὲ Ἀμφιλόχιε κλέος τῆς Πάτμου λαμπρόν, ὡς ἄστρον δ’ ἐξήστραψας, ῥήμασι θεηγόροις, ἀρεταῖς εὐποιΐαις, οἴκους Θεοῦ ἱδύσας, καὶ Μονὰς ἐν ταῖς νήσοις, ἵν’ ἐν ψαλμοῖς ὑμνοῦμεν Χριστόν, τὸν σὲ δοξάσαντα.

  

Καὶ νῦν. Τῆς Ἑορτῆς.

  

Ἀπόλυσις.

 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια, τῆς Ἑορτῆς γ΄ καὶ τοῦ Ὁσίου γ΄. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

 

Ἐκ ῥίζης γονέων εὐσεβῶν, ἐν τῆς Πάτμου ἔθαλε, τῇ νήσῳ βλάστημα ἔνθεον, καὶ ἱερώτατον, ὁ σοφίας πλήρους, ἀνὴρ θεοτίμητος, δοχεῖον ἀρετῶν καθαρώτατον, ὁ Ἀμφιλόχιος, τῶν πιστῶν λαμπρὸς διδάσκαλος, Ἐκκλησίας, δόξα καὶ στερέωμα.

 

Ἰδοὺ ἑορτὴ ἡμῖν φαιδρά, τοῦ Ὁσίου ἔφανεν, Ἀμφιλοχίου φιλέορτοι· διὸ τιμήσωμεν, Παρακλήτου σκεῦος, Ἱερέα εὔφημον, ἐν ὕμνοις μελιχροῖς οὗ ἐκτύπωμα, κατασπασώμεθα, ἐκβοῶντες· παμμακάριστε, μὴ ἐλλίπῃς, ἱλάσκειν τὸν Εὔσπλαγχνον.

 

Ὁσίως ἐβίωσας σοφέ, καὶ ναοὺς ἀνήγειρας, ἐν νήσῳ Πάτμῳ Καλύμνῳ τε, ὦ Ἀμφιλόχιε, καὶ ὁμόροις νήσοις, ἀλλὰ καὶ εἰς Αἴγιναν, τιμῆσαι τὸν Μῆναν μάνδραν ἔπηξας, ὡς Πενταπόλεως, Ἱεράρχου οἰκειώτατος, ἵνα πάντες, Ἰησοῦν δοξάζωσι.

 

Δόξα. Ἦχος πλ. β΄.

Σήμερον ἐξέλαμψεν ἡμῖν, ἡ πανέορτος μνήμη, τοῦ σοφοῦ Ἱερέως καὶ διδασκάλου, Ἀμφιλοχίου τοῦ θεόφρονος, τὴν Ἐκκλησίαν Χριστοῦ λαμπρύνουσα. Δεῦτε οὖν φιλέορτοι, τοῦτον ἐπαξίως τιμήσωμεν, ἐν ᾠδαῖς θεοτερπέσιν, ὡς τοῦ Θεοῦ φίλον γνήσιον, καὶ μυροδοχεῖον τῶν θείων ἀρετῶν, τῇ ἀσκήσει ἐμπρέψαντα, τρανῶς βοῶντες· χαίροις, τῆς νήσου Πάτμου ὁ θεόφυτος βλαστός, ἐκ ῥίζης ἀγαθῆς καὶ εὐσεβοῦς, ὁ δοὺς καρποὺς Κυρίῳ ψυχοτρόφους· χαίροις, τῶν Ἱερέων ἡ δόξα, μοναζόντων τὸ ὀχύρωμα, καὶ πιστῶν συμπαραστάτης· χαίροις, ὁ θεοφώτιστος Ποιμήν, ὁ πρὸς νομὰς σωτηρίους ὁδηγήσας εὐλαβεῖς, ὡς φωστὴρ καὶ ὅσιος διδάσκαλος· ἀλλ’ ὦ πανσεβάσμιε Ἀμφιλόχιε, πιστὲ τοῦ ἀμπελῶνος ἐργάτα, μὴ παύσῃ, δεόμεθά σου ἱκετεύειν θερμῶς, τὸν πανοικτίρμονα Θεόν, ὑπὲρ τῶν ἐπιτελούντων τὴν ἀεισέβαστον μνήμην σου.

Καὶ νῦν. Τῆς ἑορτῆς.

 

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. ι΄ 7, γ΄13).

Μνήμη δικαίου μετ’ ἐγκωμίων καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶν. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν καὶ πλησθήσεσθε Πνεύματος.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ε΄ 15 - στ΄ 3).

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν παρὰ Ὑψίστου. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ Αὐτοῦ σκεπάσει αὐτούς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον Αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα, κρῖσιν ἀνυπόκριτον˙ λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα˙ ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν˙ συνεκπολεμήσει δὲ Αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι˙ ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως˙ ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε˙ μάθετε δικασταὶ περάτων γῆς˙ ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν˙ ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ζ΄ 7-15).

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.  

 

Εἰς τήν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.

Ἀγαλλιάσθω σήμερον πνευματικῶς, ἡ τοῦ Χριστοῦ Ἁγία Ἐκκλησία, καὶ τῆς Πάτμου νῆσος ἀποστολική, ἐπὶ τῇ σεβασμίᾳ μνήμῃ, τοῦ ὁσίου Ἱερέως Ἀμφιλοχίου· οὗτος γὰρ ἔδραμεν ἐκ νεότητος πρὸς Θεόν, τὰ τῆς πίστεως γνοὺς ἀρίστως, ὡς φοιτητὴς φιλομαθέστατος, καὶ τὰ τῆς ἀσκήσεως τῶν μοναχῶν, ὡς δόκιμος ἐργάτης, ἐν τῇ μυστικῇ ἀμπέλῳ, τοῦ Νυμφίου Χριστοῦ. Διὸ εὔχρηστον σκεῦος ἀνεδείχθη, τοῦ Ἁγίου Πνεύματος, ἀνεγείρας Ναούς, Μονὰς καὶ Καθίσματα, πρὸς δοξολογίαν τοῦ Θεοῦ, ἐν πλείστοις νήσοις, τοῖς πᾶσι ψυχοσωτήρια σαλπίσας μηνύματα, φωνῇ εὐαγγελικῇ, καὶ πρακτικαῖς νουθεσίαις, πρὸς πλουτισμὸν θεοσε-βείας, λογισμοῦ ἐπιστροφήν, ἁγιασμὸν καὶ μέγα ἔλεος.

Ἦχος β΄.

Δεῦτε φιλέορτοι σήμερον, συνελθόντες ἐν ναοῖς Θεοῦ, ὑμνήσωμεν ἐν ὕμνοις, τὸν Ὅσιον Ἀμφιλόχιον, τούτου τὴν ἱερὰν μνήμην, εὐλαβῶς ἐπιτελοῦντες. Ὅτι, ὡς φιλόστοργος Πατήρ, καὶ Ποιμὴν τῶν λογικῶν Χριστοῦ προβάτων, ἐν διδασκαλίαις καὶ ἔργοις, εἰς νομὰς σωτηρίας κατηύθυνε, τῶν πιστῶν τὰ συστήματα· καὶ νῦν κυκλῶν τὸ ἄνω θυσιαστήριον, ἀπαύστως πρεσβεύει, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος γ΄.

Πάτερ θεοῤῥῆμον, Ὅσιε Ἀμφιλόχιε, διδάσκαλε σοφέ, μοναστῶν ποδηγέτα, θεοφώτιστε Ποιμήν, τῆς νήσου Πάτμου δόξα, μὴ ἐλλίπῃς δυσωπεῖν, σὸν εὐΐλατον Δεσπότην, οἱ πιστοὶ σοῦ δεόμεθα, τοῦ ἐλεῆσαι καὶ σῶσαι, τὰς ψυχὰς τῶν τιμώντων ἐν μελίσμασιν ᾠδῶν, τὴν ἀεισέβαστον μνήμην σου.

Ἦχος δ΄.

Σὺ Πάτερ, ὁσίως διέπλευσας, ἐν ἀρεταῖς κεκοσμημένος, τὸν πολυκύμαντον βίον, τῷ  πηδαλίῳ τῆς εὐσεβείας, καὶ τῇ πυξίδι τῶν θείων ἐντολῶν. Ὅτι παιδιόθεν ἠγάπησας Χριστόν, ταῖς ἱεραῖς Γραφαῖς ἐντρυφήσας, ὡς δὲ σκεῦος ἐκλεκτὸν τοῦ Πνεύματος, Ἱερεὺς ἄξιος ἐδείχθης. Διὸ καὶ κατέστης ποδηγέτης μοναζόντων καὶ ὁδηγὸς Χριστιανῶν, Μονὰς καὶ Ναοὺς ἀνεγείρας ἐν Πάτμῳ, Καλύμνῳ, Ἰκαρίᾳ καὶ Αἰγίνῃ, ἵνα δοξάζηται πιστῶς, τὸ Ἅγιον Ὄνομα τοῦ Θεοῦ. Καὶ ἐν νουθεσίαις πάντας κατεφώ-τισας, τὴν σωτήριον ἑλομένους τρίβον, τῆς μετανοίας καὶ προσευχῆς. Ἀλλ’ αἴτησαι, ὑπὲρ τῶν τιμώντων σου, Ἀμφιλόχιε, τὴν μνήμην, δωρηθῆναι ἄφεσιν πταισμάτων, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. β .

Σήμερον, ἡ χάρις τοῦ Ἁγίου Πνεύματος, ναοῖς συνήθροισεν, εἰς θεῖον ἔπαινον, τοῦ Ὁσίου τοὺς θνητούς, βοῶντας· Πάτερ Ἀμφιλόχιε, τῶν Πατμίων ἱκεσία, πάντας ῥῦσαι τῆς γεέννης.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις, ὁ τοῖς ἐσχάτοις καιροῖς, ἐν νήσῳ Πάτμῳ ἀνατείλας ὡς πάμφωτος, ἀκτὶς νοητοῦ Ἡλίου, σεπτὸς λευΐτης Χριστοῦ, τῶν Ὁσίων κλέος Ἀμφιλόχιε· τοῦ Πνεύματος ὄργανον, Ἐκκλησίας ἀγλάϊσμα, πιστῶν προστάτης, μοναστῶν ὑποτύπωσις, λόγοις τε καὶ ἔργοις ἀγαθότητος· ἄνθρωπος ἐπουράνιος, ἐπίγειος Ἄγγελος, τῶν ἀρετῶν θεῖος κῆπος, φόβῳ Θεοῦ συνεχόμενος, ὁ πάντα ἡδέα, βίου ἕνεκεν Δεσπότου, ἀπαρνησά-μενος.

Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον· ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.

Πάτμος, ἰδοὺ χορεύει ἐν σοί, ἡ Ἰκαρία σὺν Καλύμνῳ εὐφραίνονται, Αἰγίνῃ Μηνᾶ δ’ ἡ μάνδρα, ἀγαλλιᾶται φαιδρῶς, Ἱερεῦ Δεσπότου Ἀμφιλόχιε· ἐν ταύταις γὰρ ἤγειρας, ἐκ τῶν βάθρων Καθίσματα, Ναοὺς εἰς δόξαν, καὶ Μονὰς ὅπως Ἅγιον, μεγαλύνηται τοῦ Παντάνακτος Ὄνομα· ὅθεν πιστῶν συστήματα, πρὸς νῆσόν σου τρέχουσι, κατασπασθῆνα μορφήν σου, καὶ χαριτόβρυτα λείψανα, αἰτούμενα πίστει, σὴν πρὸς Κύριον πρεσβείαν, Πάτερ τὴν ἔνθερμον.

Στ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Ὤφθης, ἐν ἀμπελῶνι σοφέ, κλῆμα πολύφορον ἐκφῦσαν ἡδύτατον, βοτρύων καρπὸν πρὸς γλεῦκος, τῆς θείας μέθης Χριστοῦ, ἀποστάξαν οἶνον ἐπουράνιον, σεπτὲ Ἀμφιλόχιε· εὐσεβῶν ὁ διδάσκαλος, ἱερωσύνης, τὸ χρυσοῦν ἐνδιαίτημα, καὶ θεόπνευστον, μετανοίας ψαλτήριον· ἔπαθλα οὖν ἀγώνων σου, ὑμνοῦμεν ἐν μέλεσι, τῶν θεοφρόνων χορεῖαι, μνήμην λαμπράν σου γεραίροντες, Ποιμὴν θεηγόρε, ἐγκαλλώπισμα Ὁσίων, Πάτερ θεότιμε.

Δόξα. Ἦχος πλ. δ΄.

Δεῦτε ἀνυμνήσωμεν λαοί, τὴν πανέορτον σήμερον μνήμην, ἐν ᾄσμασιν ἱεροῖς, καὶ ᾠδαῖς θεοτερπέσι, τοῦ Πατρὸς Ἀμφιλοχίου· καὶ ἐγκωμίων ἀγλαΐαις καταστέψωμεν, τὸν ἀσκητὴν καὶ διδάσκαλον, τὸν γόνον τῆς νήσου Πάτμου, τὸν δομήτορα Ναῶν, Μονῶν καὶ Καθισμάτων, τὸν ποδηγέτην μοναζόντων· ἀλλά γε, τῆς Ἐκκλησίας ἀείφωτον πυρσόν, τῶν Ἱερέων εὐπρέπειαν, πενήτων τὸν ἀντιλήπτορα, καὶ Χριστιανῶν ὁδηγόν, φωναῖς ᾀσματικαῖς μεγαλύνωμεν· ὅτι, ταῖς θεϊκαῖς οὗτος φωτισθεὶς μαρμαρυγαῖς, θεοφιλῶς ἠργάσθη, τιμῶσιν εὐλαβῶς, τὰ αὐτοῦ κατορθώματα, τῷ πνεύματι παριστάμενος Χριστῷ, ὡς πρέσβυς εὐπαῤῥησίαστος, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Εὐσεβείας τὸν στῦλον, Ἱερέων ὑπόδειγμα, τοῦ Ἠγαπημένου τὸν φίλον, καὶ Χριστοῦ νέον Ὅσιον, τὸν θεῖον Ἀμφιλόχιον πιστοί, τιμήσωμεν ἐν ὕμνοις ἱεροῖς, ἐκβοῶντες· γόνε Πάτμου ὑπὲρ ἡμῶν, πρέσβευε ᾯ παρίστασαι· δόξα τῷ παρασχόντι σοι ἰσχύν, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ δωρουμένῳ διὰ σοῦ, πᾶσι τὰ κρείττονα.

Δόξα. Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ὁσίως ἱερεύσας ἐν ἐγκρατείᾳ σκληρᾷ, σοφὲ Ἀμφιλόχιε κλέος τῆς Πάτμου λαμπρόν, ὡς ἄστρον δ’ ἐξήστραψας, ῥήμασι θεηγόροις, ἀρεταῖς εὐποιΐαις, οἴκους Θεοῦ ἱδύσας, καὶ Μονὰς ἐν ταῖς νήσοις, ἵν’ ἐν ψαλμοῖς ὑμνοῦμεν Χριστόν, τὸν σὲ δοξάσαντα.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Ἀπόλυσις. 

 

ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.

 

Τῆς Πάτμου ὁ βλαστός, καὶ Ὁσίων οἰκεῖος, τιμάσθω ἱεροῖς, Ἀμφιλόχιος ὕμνοις· Χριστὸν γὰρ εὐηρέστησε, θείοις λόγοις καὶ πράξεσι, σκεῦος τίμιον, ἀναδειχθεὶς τῆς Τριάδος, καθαρότατον, στιλπνὸν θέαρεστον πάνυ, ὃν ἐκμιμησώμεθα.

Δόξα.

Ἐκ ῥίζης ἀγαθῆς, εὐσεβῶν γεννητόρων, ἐν Πάτμῳ εὐκλεεῖ, ἔφυς βρέφος τοῖς λόγοις, τραφεὶς ἀντὶ τοῦ γάλακτος, εὐσεβείας καὶ πίστεως, ἀνδριζόμενος, παρὰ δ’ Ἁγίοις Πατράσιν, ἔργοις ἤστραψας, τῶν ἀρετῶν φωταυγείᾳ, σεπτὲ Ἀμφιλόχιε.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Κυρίῳ ἑπόμενος θεοπρεπῶς ἐκ παιδός, ἔτρώθης τῷ ἔρωτι, καὶ ᾑρετήσω ὁδόν, ἀσκήσεως Ὅσιε· ὅθεν ψαλμοῖς ἐνθέοις, εὐφημοῦμέν σε Πάτερ, χαίροις ἀναβοῶντες, μιμητὰ τοῦ Δεσπότου, λευΐτα ὡς ὁ Μελχισεδέκ, Πάτμου τὸ σέμνωμα.

Δόξα.

Πατρὸς ἀσπασώμεθα θείαν εἰκόνα πιστοί, καὶ λείψανα σπεύδοντες ἐν νήσῳ Πάτμου λαμπρᾷ, τὴν μνήμην συμμέλποντες, μέλεσι μελιῤῥύτοις, ὅτι χάριν βραβεύει, θλίψεις ἀπομακρύνει, καὶ νοσοῦντας ἰᾶται, ἐλαύνων πειρασμοὺς τοῦ σατᾶν, ὁ Ἀμφιλόχιος.

Καὶ νῦν. Τῆς ἑορτῆς.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Δεῦτε μέλψωμεν πιστοί, Ὅσιον ἄνθρωπον Θεοῦ, Ἁγιορείτην θαυμαστόν, τὸν ἐν ἀγόνοις Κύνωπος, τόποις τῆς Πάτμου, οἶκον σεπτὸν δεδομηκότα, ἐν νήσοις Αἰγαίου Σαρωνικοῦ, Μονῶν καὶ Καθισμάτων, Ποιμένα ἄριστον· ὅθεν ᾆσμα προσενέγκωμεν, τῷ φύσαντι Θεολόγου τῇ γαίᾳ, ὅτι πρεσβεύει, Χριστῷ ῥυσθῆναι, ἡμᾶς κολάσεως ἀσβέστου.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον· ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.

Στ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄ 17-21).

Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ· μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε· μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε· μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου...

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με, ὁ Θεός...

Ὅσιε Πάτερ, εἰς πᾶσαν ἀληθῶς τὴν γῆν, ἐξέλαμψεν ὁ φθόγγος τῶν ἄθλων σου, ὁ φωτίσας τοὺς εὐσεβεῖς, διδασκαλίᾳ τοῦ κηρύγματος καὶ εὐποιΐᾳ τῶν ἀρετῶν· διὸ ἐν τοῖς οὐρανοῖς, εὗρες ἄξιον μισθὸν τῆς τιμίας ἱερωσύνης σου· τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παῤῥησίαν οὖν ἔχων θερμοτάτην πρὸς Χριστόν, Ἀμφιλόχιε πανεύφημε, καθικέτευε Τοῦτον, οἱ τελοῦντές σου τὴν μνήμην, δεόμεθα τοῦ δωρήσασθαι ἡμῖν, τὸ μέγα ἔλεος.

 

Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς καὶ τοῦ Ὁσίου δύο.

Κανών α΄, οὗ ἡ ἀκροστιχὶς κατ’ ἀλφάβητον· ἐν δὲ τῇ η΄ καὶ θ΄ ᾠδῇ:Γεωργίου.

ᾨδὴ α΄. Ἦχος α΄. Σοῦ ἡ τροπαιοῦχος δεξιά.

ᾈσμάτων φιλέορτοι φωναῖς, πνευματικῶς εὐφραινόμενοι σήμερον, γόνυ εὐκλεέστατον, ἐν τοῖς ναοῖς τοῦ Θεοῦ ἑορτάσωμεν, νήσου Θεολόγου, τῆς Πάτμου, τὸν Ἀμφιλόχιον.

 

Βροτῶν γένος χαίρει ποθητῶς, καὶ Ὀρθοδόξων πληθὺς συναγάλλεται, ἐν σοὶ Πάτερ Ὅσιε, καὶ Ἱερεῦ, τῶν Ἀσωμάτων Ταγμάτων συνόμιλλε, ὅτι ὡς ἡλίου ἀκτίς, σὴ μνήμη ἐξέλαμψε.

 

Γραφὰς παιδιόθεν ἱεράς, καὶ πατρικὰς παραδόσεις ἐζήλωσας, ἃς σὺ ἐμελέτησας, ὡς νουνεχής, ἀναδειχθεὶς τῶν χαρίτων ἀλάβαστρον, καὶ μυροδοχεῖον, ὁσιωτάτης ἀσκήσεως.

Θεοτοκίον.

Δοχεῖον τοῦ Πνεύματος Ἁγνή, ἁμαρτιῶν καθαρθεῖσα γεγένησαι, ὅτε κατεσκήνωσεν, ἐν Σῇ γαστρί, ἀσπόρως Λόγος Θεοῦ ὁ συνάναρχος, σάρκα ἑκουσίως λαβών, βροτείου φυράματος.

 

Κανών β΄, οὗ ἡ ἀκροστιχίς: Αἰνέσω Θεόν, ὑμνήσω δ’ Ἀμφιλόχιον ᾠδαῖς.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Αἰνέσαι τὴν δόξαν Σου, Τριὰς ὁ τλήμων πειράσομαι· διὸ στόμα ἄνοιξον, καὶ φώτισόν μου τὸν νοῦν, ἵν’ ἐν ᾄσμασι, Πατέρα θεῖον ᾄσω, τῆς Πάτμου τὸ σέμνωμα, τὸν Ἀμφιλόχιον.

 

Ἱδρῶσιν ἀσκήσεως, ῥοαῖς δακρύων τ’ ἐπότισας, τοὺς τόπους τοῦ Κύνωπος, ἐν νήσῳ Πάτμῳ σοφέ, καὶ κατήρδευσας, πρὸς θείαν γεωργίαν, ψυχῶν πλῆθος ἄμετρον, Πάτερ πανεύφημε.

 

Νεκρώσας τὴν σάρκα σου, ἐν ἐγκρατείας γυμνάσμασι, ψυχὴν ἀπεκάθηρας, θανατηφόρων παθῶν, καὶ διήνοιξας, ὦτα νοός σου Πάτερ, ἀκοῦσαι τὰ ῥήματα, ἃ εἶπε Κύριος.

Θεοτοκίον.

Ἐκύησας Ἄχραντε, ἐν Σῆ νηδύϊ σαρκούμενον, Πατρὸς Λόγον ἄναρχον, τὸν ἀκατάληπτον, καὶ διέμεινας, Παρθένος μετὰ τόκον, ὡς πρὶν οὖσα Πάναγνε· φρικτὸν μυστήριον!

 

ᾨδὴ γ΄. Κανών α΄. Ὁ μόνος εἰδώς.

Ἐν νήσῳ τῆς Πάτμου ἱερᾷ, ἐφύης Ἀμφιλόχιε, ἐξ εὐσεβῶν πιστῶν γεννητόρων σου, ἀνατραφεὶς εὐσεβείας γάλακτι, καὶ τῶν ποδῶν, ἴχνεσι Χριστὸν ἠκολούθησας, θείῳ πόθῳ τρωθεὶς τοῦ Νυμφίου σου.

 

Ζῶν Πάτερ ἐδόξασας Χριστόν, τῷ ἐναρέτῳ βίῳ σου, ὡς μαθητὴς καλὸς τοῦ Κυρίου σου, Οὗ Εὐαγγέλιον διετράνωσας, Χριστιανοὺς ἐκ πλάνης εἰδώλων ῥυσάμενος, καὶ εἰς γνῶσιν Θεοῦ, τούτους ἴθυνας.

 

Ἡλίου τῆς δόξης ἀστραπαί, οἱ λόγοι σου ἐπύρσευσαν, τὸν εὐλαβῆ λαὸν Ἀμφιλόχιε, καὶ ἐδίδαξας εἰς νῆσον ἄριστα, πλείστοις χρόνοις, ἐν Πατμιάδι πρὸς ἀνόρθωσιν, βίου ἐναρέτου καὶ φρονήματος.

Θεοτοκίον.

Θεὸν Ὃν συνέλαβες γαστρί, ἐλεύσει τῇ τοῦ Πνεύματος, τοῦ Παναγίου Ἄχραντε τέτοκας, τηρήσασα παρθενίαν ἄφθορον, ὡς ἡ Βάτος ἄφλεκτος καιομένη ἔμεινε, δεξαμένη τὸ πῦρ τῆς Θεότητος.

 

Κανών β΄. Τοὺς Σοὺς ὑμνολόγους.

Στρατὸν σὺ ἀπήλασας βελίαρ, δεήσει ἀπαύστῳ πρὸς Χριστόν, νηστείᾳ σωφροσύνῃ τε, καὶ ταπεινώσει Ὅσιε, ἱερατεύσας ἄριστα, γόνε τῆς Πάτμου πανένδοξε.

 

Ὡράθης ἰθύνων κλονουμένους, πρὸς φῶς ἀληθείας θεϊκῆς· διὸ πιστοῖς ἐκήρυξας, Χριστῷ ἐμπολιτεύεσθαι, καὶ πρὸς ζωὴν ἀμείνονα, ἔσχες ἀγρύπνως τὰ ὄμματα.

 

Θεὸν ἠκολούθησας ὡς σώφρων, αἰσχύνας δαιμόνων τὴν ὀρφύν, Σταυροῦ τῷ ὅπλῳ Ὅσιε· διὸ Ἱερομόναχος, ἐγένου περιβόητος, ἐν ἀρετῶν ἀκρότητι, καὶ μοναστῶν ὑποτύπωσις.

Θεοτοκίον.

Ἐλέους Πηγὴν καὶ Ζωαρχίας, Σὺ ἔτεκες Λόγον τοῦ Θεοῦ, λυτρώσαντα τὸ πλᾶσμά Του, ἀρᾶς ἀρχαίας Δέσποινα· διὸ ἡδέσι μέλεσι, χαῖρε Ἁγνὴ ἐκβοῶμέν Σοι.

 

Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Σκληροῖς παλαίσμασι, καὶ θείοις φθέγμασι, Θεὸν ἐδόξασας, τὸν ὑπεράγαθον, ἐν νήσῳ Πάτμῳ ἱερᾷ, βιώσας ὁσιωτάτως· ὅθεν σκεῦος χάριτος, Ἀμφιλόχιε δέδειξαι, Ἱερεὺς θεότιμος, μοναζόντων ἑδραίωμα, πιστοὶ δὲ σοὶ κραυγάζουσι πόθῳ· χαῖρε Ποιμὴν Χριστοῦ προβάτων.

Δόξα.

Μνήμην σου ἄγοντες, ὦ Ἀμφιλόχιε, χαίροντες τρέχομεν, πόθῳ ἀσπάσασθαι, λειψάνων θήκην σου σεπτήν, ἐκβλύζουσαν θείαν χάριν, πρὸς παθῶν ἐκλύτρωσιν, πειρασμῶν τε φυγάδευσιν, δαιμονίων μάκρυνσιν, καὶ τῶν νόσων ἀπέλασιν· διὸ τοὺς σὲ τιμῶντας ἐν ὕμνοις, φρούρει ἀτρώτους σαῖς πρεσβείαις.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

ᾨδὴ δ΄. Ὄρος σε τῇ χάριτι τῇ θείᾳ.

Ἴδετε πιστοί, μορφὴν Ὁσίου καὶ εὐφράνθητε, Ἀμφιλοχίου ἐν ναοῖς, καὶ ἀνάγνωτε ἐν γραφαῖς, τὰ τούτου παλαίσματα, τῇ εὐχῇ, πληθὺν θαυμάτων τελέσαντος, καὶ πλείστους οἴκους, ταῖς νήσοις δομήσαντος.

 

Κήδει νῦν, θεόφρον τῶν Πατμίων ἅπαν πλήρωμα, εὐεργετεῖν μυρεστικῶς, σῇ θείᾳ χάριτι ἀεί, ὡς πιστῶν φρουρὸς θεῖος πεφηνώς· διὸ τιμῶμέν σου ᾄσμασι, τὴν ἀψευδῆ, ὑπὲρ γένους ἀντίληψιν.

 

Λύπην ἀποθέσατε ἐνταῦθα οἱ θεόφρονες, μαθόντες ὅσα δυσχερῆ, ὁ ἀσκητὴς καρτερικῶς, ἐν βίῳ ὑπήνεγκεν, ἐκ τοῦ σατᾶν καὶ αὐτοῦ ὀργάνων, ἐν τῇ νήσῳ διωχθείς, ὦν Σταυροῦ ὅπλῳ ᾔσχυνε.

Θεοτοκίον.

Μήτηρ παρθενεύουσα ὡς Κόρη, ἡ πρὶν γέγονας, τεκοῦσα Λόγον τοῦ Θεοῦ, ἄνευ ὠδίνων μητρικῶν, Ἀδὰμ ἀρὰν λύσαντα, προγονικὴν θανατώσαντα τὸν θάνατον, ξύλῳ Σταυροῦ, καὶ τὸν ᾅδην νεκρώσαντα.

 

Κανών β΄. Ὁ καθήμενος ἐν δόξῃ.

Οἰκιστὴς Μονῶν Κυρίου, ἱερὸς ὤφθης ἔνδοξε, θείαις διδαχαῖς σου, ὄφελος δοὺς γένους φυράματι, βλαστὲ πλατύφυλλε Πάτμου, ἄνερ Ὅσιε, ἀγαλλίαμα, τῶν Ἱερέων καὶ καύχημα.

 

Νικητὴς κατὰ δαιμόνων, ἀνεδείχθης τῷ σκάμματι, τῶν ἀγώνων Πάτερ, βίον σου κοσμήσας ἐνάρετον, ὡς καθαρὸς τῇ καρδίᾳ, τὸ φιλόστοργον, ἐνδεικνύμενος· ὅθεν Χριστοῦ εἶδες πρόσωπον.

 

Ὑπουργήσας τῷ Δεσπότῃ, ὑπηρέτης γεγένησαι, ὡς διακελεύει, ἐν Εὐαγγελίοις ὁ Κύριος, τῶν ἀδελφῶν ἐλαχίστων· διὸ ἄξιος, ἀναδέδειξαι, Τούτου λειτουργὸς Ἀμφιλόχιε.

Θεοτοκίον.

Μητροπάρθενε τὸν Λόγον, τοῦ Πατρὸς ἐσωμάτωσας, Πνεύματος ἰσχύϊ, Ὃν θερμῶς δυσώπει Σοὶ κράζομεν· ἐκ δεξιῶν ἡμᾶς στῆσαι παρατάξεως, ὅτ’ ἐλεύσηται, κρῖναι βροτῶν ἁμαρτήματα.

 

ᾨδὴ ε΄. Κανών α΄. Ὁ φωτίσας τῇ ἐλλάμψει.

Νικητὴς κατὰ δαιμόνων, ἀναδειχθεῖς τῇ προσευχῇ, ἐν σκάμματι τῶν ἀγώνων, ἀβλαβὴς διέμεινας, πλήξας Ἀμφιλόχιε, ἐχθρὸν καὶ τὰς ἀπατηλὰς μηχανουργίας, τούτου ἔθραυσας.

 

Ξένα θαύματα εἰργάσω, ἐν Μονῇ Εὐαγγελισμοῦ Ἀμφιλόχιε, σπηλαίῳ τε Ἀποκαλύψεως, καὶ Πάτμου γῆς, Οἴκους καὶ Μονὰς ἱδρύσας εἰς Αἰγαίου, ὁμόρους νήσους θεότιμε.

Ὁ κηρύξας παῤῥησίᾳ, τὸ μέγα Ὄνομα Χριστοῦ, πρὸ τυράννων ἀλλοδόξων, ἀπειλαῖς ἀπτόητος ἐμμείνας, ὑμνείσθω ἐν ᾠδαῖς, νήσου Πάτμου γόνος, πανευκλεὴς Ἀμφιλόχιος.

Θεοτοκίον.

Παναγία τὰς αἰτήσεις, πλήρου αἰτουμένων πιστῶς, καὶ δυσώπει τὸν Υἱόν Σου, τοῖς πᾶσι δῷ ἔλεος, ὅταν ἔλθῃ κρῖναι ὡς Κριτής, ἡμῶν τὰς ἁμαρτίας, ὦ Εὐσυμπάθητε.

 

Κανών β΄. Ἐξέστη τὰ σύμπαντα.

Νεκρώσας σκιρτήματα, σαρκὸς ἔξω γεγένησαι, πάθη χαλεπὰ καθυποτάξας, ἔρωτι θείῳ, τοῦ Σοῦ Νυμφίου τρωθείς· διὸ τὸν ἐχθρὸν Πάτερ σοφέ, ἐν δεήσει ᾔσχυνας, καὶ νηστείᾳ ἐτρόπωσας.

 

Ἡ χάρις ὡδήγησε, Θεοῦ εἰς Πάτμον βήματα, τὰ σὰ πρὸς θνητῶν εὐεργεσίαν, Ὅσιε Πάτερ· διὸ Ναοὺς καὶ Μονάς, ἐδόμησας ἐν νήσῳ λαμπρᾷ, ταῖς διδασκαλίαις σου, ψυχοτρόφος γενόμενος.

 

Σταυρῷ τειχιζόμενος, θεόφρον Ἀμφιλόχιε ἔλεγες, φρονεῖν πᾶσι τὰ ἄνω, ἵνα τῆς θείας ἀξιωθῶσι τρυφῆς, ἐν τῷ Παραδείσῳ τῆς χαρᾶς· ὅθεν ἀνυμνοῦμέν σου, δωρεὰς καὶ χαρίσματα.

Θεοτοκίον.

Ὡς Βάτον πυρίφλεκτον, θεόπτης Κόρη εἶδέ Σε, ἐν Σιναίῳ ὄρει, μὴ καυθεῖσαν Τόκον δηλοῦσα, τὸν χωρητὸν Σῇ γαστρί, καὶ πᾶσιν ἀχώρητον Θεόν, ὅνπερ σωματώσασα, παρθενίαν ἐφύλαξας.

 

ᾨδὴ στ΄. Κανών α΄. Ἐκύκλωσεν ἡμᾶς.

Ῥωννύμενοι τῆς σῆς εἰκόνος χάριτι, βοῶμέν σοι πανεύφημε, ἀσπαζόμενοι τοῖς χείλεσιν αὐτήν· ῥῦσαι θεοφόρε, ἐκ δεινῶν λαόν· σὺ γὰρ θερμὴν τὴν παῤῥησίαν, ἔχεις πρὸς Κύριον.

 

Σπουδάσωμεν πιστοί, τιμῆσαι μέλεσι, τὸν θεῖον Ἀμφιλόχιον, Ἱερέα καὶ διδάσκαλον σοφόν, πρέσβυν θερμὸν πάντων τῶν Χριστιανῶν, μάνδραν Μηνᾶ ἐν τῇ Αἰγίνῃ, Μάρτυρος πήξαντα.

Τὰ κύματα παθῶν, τὰ ἐμφωλεύοντα, ψυχῇ σου κατεπράϋνας, ὁσιακῇ καὶ ἐνθέῳ βιοτῇ, ἐν Κύνωπος δὲ τόποις ἐρημικοῖς, Μνήστορος Πάτερ, τῆς Παρθένου Κάθισμα ἵδρυσας.

Θεοτοκίον.

Ὑμνοῦμέν Σε πιστῶς, Παρθένε Ἄνασσα, τὸ γένος τὸ ἀνθρώπινον, τὴν Ἐδὲμ ἀπολαβόντες διὰ Σοῦ, ἣν ἐκ παραβάσεως ὠλέσαμεν· Σὺ γὰρ σαρκί, Θεοῦ τὸν Λόγον ἐκυοφόρησας.

 

Κανών β΄. Τὴν θείαν ταύτην.

Δαιμόνων πλήθη ἀπήλασας, εὐχῇ σου διαπύρῳ νηστείᾳ τε καὶ ἔργοις Ὅσιε, φόβον Θεοῦ, ἔχων ἔνδον σου· διὸ πρὸς θείας δόξης, ἤρθης σκηνώματα.

 

ᾈσάτω ὕμνοις γῆ ἅπασα, τὰ ἆθλα καὶ σεπτὰ ἀγωνίσματα, τοῦ θεοῤῥήμονος, Ἀμφιλοχίου πρὸς μίμησιν, τοῦ Ἰησοῦν ὁσίως, εὐαρεστήσαντος.

 

Μονὴν Μηνᾶ θείου Μάρτυρος, ἐν τόπῳ τῆς Αἰγίνης σὺ ἔπηξας, σὺν τοῖς Καθίσμασι, καὶ Οἴκοις Πάτερ θεόπνευστε, Ἑλλάδος πλείστοις νήσοις, ἐπιστασίᾳ σου.

Θεοτοκίον.

Φορτίων βάρη δυσβάστακτα, αἰσχρῶν ἁμαρτημάτων ἠφίησιν, Υἱός Σου Δέσποινα, ὁ σαρκωθεὶς ἐν τῇ μήτρᾳ Σου, ἵν’ ἐξ ἀρᾶς ἀρχαίας, ῥύση τὸν ἄνθρωπον.

 

Κοντάκιον. Ἦχος πλ. δ΄. Εἰ καὶ ἐν τάφῳ.

Σὺ τὰ ἐγκόσμια Πάτερ κατέλιπες, ἵνα Χριστὸν κερδίσεις ἀγωνιζόμενος, γῆθεν δ’ ἤθρης, ὡς νικητὴς πρὸς τοὺς οὐρανούς, τοῦ σατᾶν μεθοδείας τροπώσας καὶ ἔνεδρα· διὸ τοὺς σὲ τιμῶντας, σοφὲ Ἀμφιλόχιε, τοῦ ἱκετεύειν, μὴ παύσει τὸν Εὔσπλαγχνον.

 

Ὁ Οἶκος.

Προὔφησεν ὁ Δαυΐδ ἐν τῷ βιβλίῳ τῶν Ψαλμῶν· τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ· ὅπερ ἐν σοὶ εὗρε τὴν ἐκπλήρωσιν, θεῖε Πάτερ Ἀμφιλόχιε. Σὺ γὰρ εὐηρέστησας τὸν Δεσπότην σου ἐν λόγοις θεηγόροις καὶ ἔργοις ἀγαθοῖς, ἀντιδοξασθεὶς ὑπ’ Αὐτοῦ· ὅθεν, συνελθόντες σήμερον, τιμῶμέν σε ᾀσματικῶς, ὡς δομήτορα Ναῶν, Μονῶν καὶ Καθισμάτων, ὡς ἱερωσύνης σκεῦος τίμιον καὶ ψυχοτρόφον εὐεργέτην τῶν Χριστιανῶν, ἐν διδασκαλίαις καὶ νουθεσίαις. Ἀλλὰ καὶ ὡς καύχημα τῆς περιφήμου νήσου Πάτμου, τοῦ Ὁσίου Χριστοδούλου ἑπόμενον, Εὐαγγελιστὴν ἱεραπόστολον, καὶ τοῦ παρθένου Μαθητοῦ οἰκεῖον, ἰσάγγελον ἄνθρωπον, ἀεννάως ἱκετεύοντα ὑπὲρ ἡμῶν τὸν Εὔσπλαγχνον.

 

Συναξάριον.

Τῇ ΙΣΤ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Ἀμφιλοχίου τοῦ ἐν Πάτμῳ.

Στίχοι·

Ἤστραψε λαμπρῷ φωτὶ ἱερωσύνης,

Ὅσιος Θεοῦ ἐν ῥήμασι καὶ ἔργοις.

Ἕκτῃ καὶ δεκάτῃ, ἤρθη πνεύματι, Ἀμφιλόχιος ἄνω.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Κανών α΄. Σὲ νοητήν.

Φῶς Ἰησοῦν, κατὰ χάριν γέγονας, καὶ ἀρετῶν σκεῦος στιλπνόν, λευΐτα Πάτμου ἱερέ, σεπτὲ Ἀμφιλόχιε, παρ’ Οὗ καὶ δεδόξασαι, εὐαρεστήσας τὸν Πλάστην σου· διὸ τιμῶμέν σου ὕμνοις, τὴν μνήμην Πάτερ ἔνδοξε.

 

Χαῖρε στεῤῥέ, καὶ πιστέ σοι κράζομεν, Ὅσιε Πάτερ, τοῦ Χριστοῦ, ὅτι πόνους ἀσκητικούς, ὡς ἀδάμας ἄτμητος, πάσχων καθυπέμεινας, ὀνόματι Παντάνακτος, καὶ νῦν Βασίλεια δόξης, οἰκεῖς τὰ ἐπουράνια.

 

Ψυχοφελής, χριστωνύμοις δέδειξαι, ὅτι περάτων γῆς λαοί, ἕνεκεν πίστεως Χριστοῦ, τοὺς ἄθλους σου ἔγνωσαν, θεῖε Ἀμφιλόχιε, καὶ ψαλμικῶς ἐκβοῶσί σοι· πρέσβευε Πάτερ Κυρίῳ, ὑπὲρ τῶν ἀνυμνούντων σε.

Θεοτοκίον.

Ὦ ἀληθῆ, τῆς τρυφῆς Παράδεισε, Σὺ εἶ ἡ τέξασα Ζωῆς, ἐνυποστάτου Ἀρχηγόν, Μῆτερ προαιώνιον, Λόγον τὸν ὁμοούσιον, μετὰ Πατρός τε καὶ Πνεύματος, τὸν αἰνετὸν τῶν Πατέρων Θεόν· διὸ Σὲ μέλπομεν.

 

Κανών β΄. Οὐκ ἐλάτρευσαν.

Ἱερώτατε, ἐκ βάθρων Μονὴν ἔνδοξον, Μεγαλομάρτυρος, ἤγειρας θείου Μηνᾶ, Ὁσίων δ’ ἰσάξιος, τῶν πάλαι δέδειξαι, καὶ ἐν νήσῳ σου, πολλοὺς Ναοὺς ἐδόμησας, τοῦ δοξάζεσθαι ὁ Κτίστης.

 

Λειτουργίαις τε, μυστήρια καὶ ἅπαντα ,ἐτέλεις ἄριστα, πρὸς σωτηρίαν πιστῶν, ἐπὶ γῆς ὅτ’ ἔζησας, καὶ νῦν οὐράνιον, Ἀμφιλόχιε, ἐπιτελεῖς τὴν ἄληκτον, τοῦ Θεοῦ κυκλῶν τοῦ Θρόνου.

Οὐρανόφωτε, νοσοῦντας ἐθεράπευσας, βελίαρ ἤλασας, ψυχαῖς ὠφέλειαν δούς, καὶ πλεῖστα ἐτέλεσας, σημεῖα Ὅσιε, ζῶν τε καὶ θανών· διὸ ψαλμοῖς τιμῶμέν σου, Ἀμφιλόχιε τὴν μνήμην.

Θεοτοκίον.

Χαῖρε Πάναγνε· Σοῦ γὰρ τὸ ἀειπάρθενον προεζωγράφησεν, οἱ τοὺς Τρεῖς Παῖδας ποτέ, μὴ φλέξασα κάμινος τῷ θείῳ θαύματι, τέξασα σαρκί, Θεὸν καὶ παραμείνασα, ἀδιάφθορος Παρθένος.

 

ᾨδὴ η΄. Κανών α΄. Ἐν καμίνῳ Παῖδες.

Γλυκυτάτης μέθης ἐμπλησθείς, ἐν ἀσκήσεσι Πάτερ, πικρῶς κατοδυνώμενος, ἐβόας πρὸς τὸν Θεόν, καρδίᾳ καὶ χείλεσιν· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τοῦ σύμπαντος τὸν Κτίστην, καὶ ὑπερυψοῦτε, τὸν πλάσαντα ἄνθρωπον.

 

Ἐπανδρῶσαι πάλιν Κουβαρίου, τὸ Ἡσυχαστήριον, πειρώμενος ἐπέτυχες, ἀγῶσιν ἀεὶ σκληροῖς, πρὸς δόξαν Κυρίου σου, Οὗ Ἁγίους Τόπους, Πάτερ προσκυνήσας, εἰς Πάτμον ἐπανῆγες, Καθίσματι θείῳ, τοῦ Ἀπολλὼ μονάζων.

ᾨδὴν θείαν, φίλοι τῷ Χριστῶ, δῶμεν μετ’ εὐφροσύνης, ἀγαλλιώμενοι πάνυ, καὶ βοήσωμεν χαρᾷ, τὸν Ὅσιον μέλποντες· κτῆτορ πλείστων Οἴκων, παράσχου τοῖς πόθῳ, τιμῶσί σου τὰ ἆθλα, ἴασιν ἐκ νόσων, καὶ θείαν σωτηρίαν.

Θεοτοκίον.

Ῥυσαμένη γένος τῶν βροτῶν, Σὲ ὑμνοῦμεν Παρθένε, καὶ Τόκον Σου προσκυνοῦμεν, Ὃν ἀσπόρως ἐν γαστρί, ἐδέξω καὶ τέτοκας, Βασιλέα ἁπάσης κτίσεως μόνον, λυτρούμενον τοὺς πίστει, ἀνυμνολογοῦντας, Θεὸν εἰς τοὺς αἰῶναας.

 

Κανών β΄. Παῖδας Εὐαγεῖς.

Ἵνα τὸν Χριστὸν εὐαρεστήσεις, ἀμέμπτῳ σου πολιτείᾳ Ἀμφιλόχιε, ἦσθα προσευχόμενος, θεῖα ἐργαζόμενος· διὸ χαρίτων γέγονας, δοχεῖον εὔχρηστον, εἰς πίστωσιν, Θεοῦ τῆς εὐνοίας, τῆς πρὸς σὲ ἐχούσης, ἀεὶ δ’ ἐπενεργούσης.

 

Οἴκοις τοῦ Θεοῦ, σὲ ἀνυμνοῦμεν τρισμάκαρ, τῆς Πάτμου γόνε, μεθ’ Ἁγίων νῦν· σὴν ψυχὴν ἐκάλλυνας, Κτίστην δ’ ἐμεγάλυνας, ἀσκητικοῖς παλαίσμασιν, εἰς τόπον ἄνυδρον, πληθὺν τῶν ἀρετῶν γεωργήσας· διὸ σὸν Νυμφίον, ὁρᾷς ἐν τοῖς Ὑψίστοις.

 

Ναύτας ἐν θαλάσσῃ διασώσας, εὐχόμενος πίστει ᾖδες Ἀμφιλόχιε, ὁ Ὢν ὑπερυψούμενος, ἐστὶ καὶ ταπεινούμενος, ἐγὼ ὁ ἀθλιότατος· διὸ σὲ ὕψωσεν, εἰς ἄφθαρτα, σκηνώματα δόξης, καὶ θαυμάτων χάριν, σοὶ δέδωκεν ὁ Πλάστης.

Θεοτοκίον.

Ὤφθης ὑπερτέρα Ἀσωμάτων, Ἁγίων καὶ πάσης κτίσεως Πανάμωμε, Πύλη ἐπουράνιε, Βᾶτε ἀκατάφλεκτε, Ναὲ Σκηνὴ Πλὰξ Τράπεζα, Πόκε πανένδροσε, καὶ Κλῖμαξ ἡ ἀμφίδρομος· ὅθεν πάντες, ὡς Μητέρα Θεοῦ ὁμολογοῦμεν.

 

ᾨδὴ θ΄. Κανών α΄. Τῦπον τῆς ἁγνῆς λοχείας Σου.

Γλῶσσα ἐξειπεῖν οὐ δύναται, τοῦ θεοειδεστάτου, ἄθλους καὶ θαύματα, οὐ μὴν ἐν αὐτοῦ, νήσῳ τῆς Πάτμου, καὶ ἄλλοις γε, ἃ εὐχῇ καὶ νηστείᾳ εἰργάσατο· ὅθεν σὺν Θεῷ δῶμεν, τῷ Ἀμφιλοχίῳ, τὰ ἔπαθλα.

 

Ἵλεως γενοῦ μακάριε, σὺν χορείᾳ Ὁσίων, πρὸς τὸν Οἰκτίρμονα, τοῖς παναληθῶς, ὕμνοις ἐνθέοις ὑμνοῦσί σε, καὶ ἀπώθει ἐχθροῦ τὰ τοξεύματα, ἵνα μὴ πειρασθῶσιν, οἱ ἀεὶ πιστῶς σὲ γεραίρουσιν.

 

Ὅλην πρὸς Χριστὸν διάνοιαν, ἐν τοῖς ἀγῶσιν ἔχων, Κτίστην ἐδόξασας, ἀντιδοξασθείς· διὸ ἡμῖν ἐπιβράβευσον, δωρεαῖς, Ἱερεῦ θεοτίμητε, χάριτος καὶ εἰρήνης, τοῖς εὐλαβῶς σὲ μακαρίζουσιν.

Θεοτοκίον.

Ὕψωσον Υἱῷ τὰς χεῖράς Σου, ὑπὲρ ἡμῶν Παρθένε, ᾯ ἀπεκύησας, ὡς Μήτηρ Θεοῦ, τὴν σωτηρίαν δωρήσασθαι, μετανοίας τὰς τρίβους δεικνύουσα, σὺν τοῦ Ἠγαπημένου Μαθητοῦ, ἐνθέρμοις δεήσεσι.

 

Κανών β΄. Ἅπας γηγενής.

Δέξαι τὰς ἡμῶν, ᾠδὰς Ἀμφιλόχιε, Πάτερ ἀοίδιμε, φυλάττων ποίμνην τὴν σήν, ἐκ πάσης βλάβης, ἐχθρῶν ἁλώσεως, τοῖς δ’ εὐλαβῶς τιμῶσί σε, παράσχου ἄφεσιν, ἐγκλημάτων, πρὸς Χριστὸν πρεσβείαις σου, καὶ πυρὸς αἰωνίου ἐκλύτρωσιν.

 

Ἄνω νῦν οἰκεῖ, σὸν πνεῦμα μακάριε, συναυλιζόμενος, Ἀγγέλοις Ἁγίοις τε, τὸ ἱκετεῦον, τὸν Παντοκράτορα· καὶ νῆσος Πάτμος ἔχει σου, τὰ θεῖα λείψανα, τὰ δωροῦντα, χάριν τὴν ἀκένωτον, δαψιλῶς τοῖς πιστῶς προσιοῦσί σε.

 

Ἴσθι ἀρωγός, ἡμῶν τῶν ὑμνούντων σε, ὦ Ἀμφιλόχιε, τὰς ἀγαθὰς δωρεάς, σαῖς ἱκεσίαις, ἀεὶ δωρούμενος, ἐν δ’ ὥρα τῆς ἐτάσεως, ἁπάντων μνήσθητι, τοῦ σωθῆναι, καὶ μακαριότητος, οἰκτιρμοῖς τοῦ Θεοῦ ἀξιώσασθαι.

 

Θεοτοκίον.

Σῶσον Μαριάμ, πρεσβείαις πρὸς Τόκον Σου, τοὺς ἑορτάζοντας, καὶ πανηγυρίζοντας, Ἀμφιλοχίου μνήμην τὴν πάμφωτον, καὶ Ὀρθοδόξων ἄθροισμα, ἄτρωτον φύλαττε, τοῦ βοᾷν Σοι· χαῖρε ἡ ὑψώσασα, ἀπὸ γῆς πρὸς Θεόν, γένος βρότειον.

 

Ἐξαποστειλάριον. Ἦχος γ΄. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Ὁ Ἱερεὺς Κυρίου, εἰς τύπον τοῦ Μελχισεδέκ, νῦν ψαλμικῶς ἀνυμνείσθω, ὅτι ἀπαύστοις προσευχαῖς, ἔλιπε πρόσκαιρον βίον, λαβὼν τῆς νίκης τὰ γέρα.

 

Ἕτερον. Ἦχος δ΄. Γυναῖκες ἀκουτίσθητε.

Τὸν θεῖον Ἀμφιλόχιον, τιμήσωμεν φιλέορτοι, ἐκλάμψαντα ἐν τῇ νήσῳ, τοῦ ἐν ἀρχῇ ἦν ὁ Λόγος, Εὐαγγελίῳ φήσαντος, αὐτοῦ τὴν μνήμην ἄγοντες, ἐν μελιῤῥύτοις ἄσμασιν, ὅτι Κυρίῳ πρεσβεύει, ὑπὲρ ἡμῶν ἀεννάως.

Καὶ τὸ τῆς Ἑορτῆς.

 

Εἰς τούς Αἴνους ἱστῶμεν στίχους δ΄ καί ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.

Δεῦτε πιστοὶ συνελθόντες, πανηγυρίσωμεν, ᾀσματικῶς ὑμνοῦντες, τὸν καιροῖς τοῖς ἐσχάτοις, ἐκλάμψαντα ἐν Πάτμῳ λαμπροφανῶς, Ἱερέα θεότιμον, τὸν προσευχαῖς καὶ νηστείαις ὁσιακῶς, ὧδε βίον ἐκπεράναντα.

 

Τῆς νήσου Πάτμου τὸν γόνον, καὶ σεμνολόγημα, τιμήσωμεν ἐν ὕμνοις, οἱ πιστοὶ κατὰ χρέος· τὴν τρίβον γὰρ ὑπῆλθε θεοπρεπῶς, ἀρετὰς ἐργασάμενος, καὶ τοῦ λαοῦ ἀκαρπίαν τὴν ψυχικήν, θείοις ῥήμασι μετέστρεψε.

 

Τίς σου τοὺς πόνους ἐξείπει, ὦ Ἀμφιλόχιε, οὓς ἐν τόποις εἰργάσω, προσευχῇ καὶ νηστείᾳ, ἀγῶσιν ἐγκρατείας δακρύων ῥοαῖς, ἀρετῶν τὸ ἀκρότατον, ἐπιποθῶν καὶ πυκτεύων τὸν πτερνιστήν, ἵνα πάθη σβέσεις ἔνδον σου;

 

Τήν ἱεράν σου εἰκόνα, κατασπαζόμεθα, καὶ θήκην τῶν λειψάνων, Ἀμφιλόχιε Πάτερ, λιταῖς σου ἐκζητοῦντες σὺν Μαθητῇ, Θεολόγῳ δωρήσασθαι, τὸν ἱλασμὸν ἐπταικότων ὅπως πυρός, ἐκρυσθῶμεν τῆς κολάσεως.

 

Δόξα. Ἦχος πλ. α΄.

Τὸν ἐν τοῖς Ἁγίοις ἀναπαυόμενον Χριστόν, εὐηρέστησας ἐν ἐναρέτῳ βιοτῇ, ἀσκητικοῖς τε ἀγῶσι, θεηγόροις ῥήμασι, καὶ ἀγαθοτάτοις ἔργοις, Πατὴρ ἡμῶν Ἀμφιλόχιε. Ἀλλὰ καὶ τοῖς κτίσμασι Ναῶν, Μονῶν καὶ Καθισμάτων, ἵνα Τούτου μεγαλύνωσιν οἱ πιστοί, τὸ πανάγιον Ὄνομα· διό σε ἐπαξίως ἀντεδόξασεν ἐν οὐρανοῖς, ταῖς τῶν Ἁγίων σκηναῖς κατατάξας, τὸ θεῖον πνεῦμά σου, ὁ Παντάναξ Κύριος. Ὅθεν μὴ παύσῃ θεοφόρε Ὅσιε, δεόμεθά σου ἐκτενῶς, διαφυλάττειν ἄτρωτον, τὴν ἐκβλαστήσασάν σε νῆσον, καὶ ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύειν, δωρηθῆναι πᾶσι τὸ μέγα ἔλεος.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις νήσου Πάτμου γόνος σεπτός, θεοῤῥῆμον Πάτερ, Ἀμφιλόχιε Ἱερεῦ, ὁ ἀνύδρους τόπους, εὐκάρπους ἀναδείξας, ταῖς θείαις ἀρεταῖς σου, καὶ τοῖς ἀγῶσί σου.

 Πηγή: https://wwwfyllades.wordpress.com

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου