Καμπαναριό του 15ου αιώνα στην Κεφαλονιά

Καμπαναριό του 15ου αιώνα στην Κεφαλονιά
Αγαπητοί επισκέπτες καλώς ήλθατε.
Μπορείτε να επικοινωνείτε μαζί μας, να αποστέλλετε και να μοιράζεστε κρίσεις, σχόλια, απόψεις, στην ηλεκτρονική διεύθυνση :
amalgamaparamythias@gmail.com

Με εκτίμηση,
Η Ομάδα Διαχείρισης


Σάββατο 16 Μαρτίου 2024

*ἐκ της ἀκολουθίας τοῦ Ὃρθρου τῆς ἡμέρας, Παρασκευῆ τῆς Τυρινῆς*


δοὺ μετανοίας ἡ καλλονή, ψυχὰς μεταπλάττει, τῆς νηστείας προσαγωγή· ταύτῃ νηφαλέως εἰσελθόντες, καὶ τῶν πταισμάτων πιστοὶ λύσιν λάβωμεν. 

σπερ ὄρθρος προκύψασα, νῦν ἡ τῆς νηστείας χάρις προβάλλεται, μετανοίας τὸν καιρὸν ἡμῖν, ὀφλημάτων σκότος διαλύοντα.

Διαθρέψωμεν πένητας, ἔλεον ἐλέῳ ἀντιλαμβάνοντες, καὶ νηστείας θείῳ ὕδατι, ψυχικὰς κηλῖδας ἀποπλύνωμεν.

 Ἡ τῆς νηστείας χάρις σήμερον, ἡλιακὰς ἀκτῖνας, πᾶσι προβάλλεται, προκαθαίρουσα τὴν ζόφωσιν, τὴν ἐκ τῆς ἁμαρτίας, οἱ συσχεθέντες πάθεσι, ποικίλοις ἐν χαρᾷ, προσελθόντες δεξώμεθα τὸ δῶρον φιλοφρόνως. Τὸν Κύριον ὑμνεῖτε βοῶντες, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 Πικρῶς τρυγήσας ὁ Πρωτόπλαστος, ἐν Παραδείσῳ πάλαι, βρῶσιν παράλογον, ἀπερρίφη καὶ κατάκριτος, τῆς τρυφῆς ἐξεβλήθη, ἀλλ' ἐπὶ ξύλου, ἥλοις προσπαγείς, τὸ πονηρὸν γραμματεῖον, προσήλωσας τῆς αὐτοῦ ἁμαρτίας· διό σου τὴν πολλὴν εὐσπλαγχνίαν, ἀνυμνολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας,

 Νόμον νηστείας ἀπωσάμενοι, τῆς ἁμαρτίας, βόθρῳ, κατωλισθήσαμεν, καὶ νηστείας ἐδεήθημεν, τῆς νῦν εἰσαγομένης, ἥν περ Οἰκτίρμον, χάριν διανύουσιν ἡμῖν, οὐρανόθεν κατάπεμψον, καὶ εἰρήνην πλουσίαν. Τὸν Κύριον ὑμνεῖτε βοῶσι, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 περαγία Θεοτόκε, σῶσον ἡμᾶς

Καταπιπτόντων ἐπανόρθωσις, ἁμαρτωλῶν μεσῖτις, ξένων ἀνάψυξις, λυπουμένων ἡ παράκλησις, Παναγία Παρθένε, τὴν τῆς ψυχῆς μου λύπην διασκέδασον ἁγνή, καὶ παράκλησιν ἄνωθεν, ἐκ Θεοῦ μοι δοθῆναι, δυσώπει μελῳδοῦντι προθύμως, σὲ ὑπερυψοῦντι, εἰς πάντας τοὺς αἰῶνας.

 δοὺ ὁ φωτοφόρος ἦλθε καιρός, ἡ ἁγία ἡμέρα, ἐπέλαμψε, τὰ σκοτεινά, πάθη σου ἀπόφευγε, ὦ ψυχή, καὶ τὰς αὐγὰς ὑπόδεξαι, τὰς καθοδηγούσας σε πρὸς τὸ φῶς, κατάνυξιν ὡς οἶνον, πίνουσα ἐπευφραίνου, καὶ ἡδονῶν τὴν μέθην μίσησον.

 Ὡς ὄντως ἀγαθώτατος ὁ καιρός, τῆς νηστείας Χριστέ, ὅν περ δέδωκας, πᾶσι πιστοῖς, εἰς ἁμαρτημάτων ἀποτροπάς, καὶ ἱλασμὸν σωτήριον, καὶ τῶν χαρισμάτων ὑποδοχήν, ἐν ᾧ σε δυσωποῦμεν, μετόχους Σωτὴρ πάντας, τῶν ἀγαθῶν σου ἡμᾶς ποίησον.

 Ημάρτομεν παραβᾶντες τὰς ἐντολάς σου καὶ τῆς ὁδοῦ τῶν θείων διαταγῶν σου πόρρω ἐξενεύσαμεν πάντες, φιλάνθρωπε, δι᾽ ἀμελείας. ἀλλ᾽ ὡς οἰκτίρμων ἀνακάλεσαι ἔκ πλάνης τὰς ψυχὰς ἡμῶν.

ΠΗΓΗ

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου