Καμπαναριό του 15ου αιώνα στην Κεφαλονιά

Καμπαναριό του 15ου αιώνα στην Κεφαλονιά
Αγαπητοί επισκέπτες καλώς ήλθατε.
Μπορείτε να επικοινωνείτε μαζί μας, να αποστέλλετε και να μοιράζεστε κρίσεις, σχόλια, απόψεις, στην ηλεκτρονική διεύθυνση :
amalgamaparamythias@gmail.com

Με εκτίμηση,
Η Ομάδα Διαχείρισης


Τρίτη 6 Φεβρουαρίου 2024

ΑΓΙΟΣ ΠΑΡΘΕΝΙΟΣ ΛΑΜΨΑΚΟΥ. ΑΚΟΛΟΥΘΙΑ, ΚΑΝΟΝΕΣ & ΠΑΡΑΚΛΗΣΙΣ


ΦΕΒΡΟΥΑΡΙΟΣ Ζ΄!!

ΠΑΡΘΕΝΙΟΣ ΛΑΜΨΑΚΟΥ

ΑΚΟΛΟΥΘΙΑ

(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

 

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

 

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Προσόμοια. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.

Πάτερ Παρθένιε φωτί, ἀρετῶν λαμπόμενος, παθῶν τὴν νύκτα ἐμείωσας, καὶ ποιμὴν ἔνθεος, τῆς Λαμψάκου ὤφθης, καὶ πολλοῖς ἐν θαύμασι, δαιμόνων τὴν ἰσχὺν κατηδάφισας, ἐξ ὧν ἀπάλλαξον, τῆς κακίας ταῖς πρεσβείαις σου, τοὺς τιμῶντας τὴν ἁγίαν μνήμην σου.

 

Πάτερ Παρθένιε κανών, βίου καθαρότητος, ἀπὸ παιδὸς ἐχρημάτισας· διὸ τοῦ Πνεύματος, τοῦ Ἁγίου χάρις, δαψιλῶς ἐνώκησεν, ἐν σοὶ καὶ πανταχοῦ περιβόητον, σὲ ἀπειργάσατο, ὡς Θεοῦ θεῖον θεράποντα, καὶ θαυμάτων αὐτουργὸν περίδοξον. 

Πάτερ Παρθένιε δεινά, πάθη ἐθεράπευσας, τῇ ἐνεργείᾳ τοῦ Πνεύματος, καὶ κατεπτόησας, τῶν δαιμόνων στίφη, ὡς τὴν θείαν δύναμιν, λαμπρῶς ἐνδεδυμένος θεσπέσιε· καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

 

Πάτερ Παρθένιε Θεοῦ, ἔλεος μιμούμενος, ὡς ἀληθῶς χριστομίμητος, πολλοῖς ἐπήρκεσας, καὶ ἐλέους ὤφθης, ῥεῖθρον ἀνεξάντλητον, τοὺς πάσχοντας ποικίλως ἰώμενος· διὸ αἰτοῦμέν σε· τὰς ψυχὰς ἡμῶν ἀπάλλαξον, δυναστείας παθῶν τοῦ ἀλάστορος.

 

Δόξα. Ἦχος β΄.

Ταῖς ἀρεταῖς τὸν βίον κοσμήσας, τοῦ Εὐαγγελίου ἐργάτης ὤφθης δόκιμος, καὶ Ἱεράρχης ἐνθεώτατος, ἐν ἱερεῦσι Παρθένιε· καὶ τὸ δοθέν σοι τάλαντον αὐξήσας, θαύμασι πολλοὺς εὐηργέτησας, καὶ πονηρῶν πνευμάτων, κράτος καθεῖλες· διὸ φαιδρῶς ἑορτάζομεν, τὴν ἁγίαν μνήμην σου.

 

Καὶ νῦν. Ὁ αὐτός. Τῆς ἑορτῆς.

Ὁ Κτίστης οὐρανοῦ καὶ γῆς, ἐν ἀγκάλαις ἐβαστάζετο, ὑπὸ Ἁγίου Συμεών, τοῦ πρεσβύτου σήμερον· αὐτὸς γὰρ ἐν Πνεύματι Ἁγίῳ ἔλεγε· νῦν ἠλευθέρωμαι, εἶδον γὰρ τὸν Σωτῆρά μου.

 

 

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Σκεῦος περιφανές, ἀπὸ παιδὸς ἐδείχθης, τοῦ Παρακλήτου Πάτερ, καὶ θεῖος Ἱεράρχης, τῆς Ἐκκλησίας Ὅσιε.

 

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.

Χρίσματι ἱερῷ, ποιμὴν Λαμψάκου ὤφθης, καὶ ἀρχιερωσύνης, Παρθένιε τὴν χλαῖναν, τοῖς θαύμασιν ἐλάμπρυνας.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Λόγῳ σου ἱερῷ, τοὺς δαίμονας διώκων, Παρθένιε παμμάκαρ, πολλοὺς ἐξ ἀνιάτων, παθῶν Πάτερ ἰάτρευσας.

 

Δόξα. Τριαδικόν.

Δύναμιν δαψιλῆ, Τρισήλιε Θεότης, ὡς ἄβυσσος ἐλέους, θαυμάτων παραδόξων, τῷ Παρθενίῳ δέδωκας.

 

Καὶ νῦν. Θεοτοκίον.

Φέρουσα ἡ Ἁγνή, καὶ ἄχραντος Παρθένος, τὸν Πλάστην καὶ Δεσπότην, ὡς βρέφος ἐν ἀγκάλαις, ἐν τῷ ναῷ εἰσέρχεται. 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.

Ἐλλησπόντου τὸ κλέος καὶ Λαμψάκου τὸν πρόεδρον, Παρθένιον τὸν μέγαν Ἱεράρχην τιμήσωμεν, θαυμάτων γὰρ πηγάζει δωρεάς, καὶ παύει ἀσθενείας χαλεπάς, καὶ καρκίνου ἀπαλλάττει τῆς συνοχῆς, τοὺς εὐλαβῶς κραυγάζοντας· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.

Χαῖρε Κεχαριτωμένη Θεοτόκε Παρθένε, ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἠμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβῦτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἠμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια τοῦ Ἱεράρχου. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.

Τῆς Ἑλλησπόντου τὸ κλέος, ὁ τῆς Λαμψάκου φωστήρ, τῶν θαυματουργημάτων, ὁ λαμπρὸς ἑωσφόρος, Παρθένιος ὁ μέγας, πάντας ἡμᾶς, συγκαλεῖται τῇ μνήμῃ αὐτοῦ, ἑορτασμόν ἐκτελέσαι πνευματικόν, ἀνυμνοῦντας τὸν Σωτῆρα Χριστόν. 

Ἐκ νεαρᾶς ἡλικίας θεοφορούμενος, τὰ τῶν δαιμόνων στίφη, πυρὶ τῶν προσευχῶν σου, κατέφλεξας Παμμάκαρ, ἰθύνας σοφῶς, τῆς Λαμψάκου τὸ ποίμνιον· τοὺς γὰρ βωμούς τῶν εἰδώλων καταβαλών, ἐνεούργησας Θεῷ σεαυτόν. 

Ἀνακηρύττει σου θαῦμα ὁ ἀνανήξας ἰχθύς, ὁ ἀναζήσας ἄπνους, ὁ καρπὸς τῆς ἀκάρπου, ἀρούρας καὶ ἀμπέλου, βροχὴ ἱκανή, τῶν βαφῶν ἡ ἐπίτευξις. Ὡς θαυμαστὰ σου τὰ ἔργα Ἱερουργέ! ἀλλὰ πρέσβευε σωθῆναι ἡμᾶς. 

 

Ἕτερα. Ἦχος β’. Ποίοις εὐφημιῶν στέμμασι.

Ποίοις εὐφημιῶν στέμμασι, στεφανώσωμεν τὸν Ἱεράρχην; Τὸ τοῦ Ἑλλησπόντου ἀγλάϊσμα, καὶ Λαμψάκου ἔνθεον πρόεδρον, τὸ τῆς ταπεινώσεως ταμεῖον· τὸν μέγαν, καὶ περιβόητον ἐν θαύμασι· τὸν στῦλον, τῶν ἀρετῶν τὸν οὐρανόφωτον, τὸν ζηλωτὴν καλῶν ἔργων, τὸ τῆς Ἐκκλησίας ἐγκαλλώπισμα ἱερόν, τὸν θεῖον Παρθένιον, Ἀποστόλων τὸν ὁμότροπον.

 

Ποίοις ἀσματικοῖς μέλεσιν, εὐφημήσωμεν τὸν Ἱεράρχην; Τοῦ Χριστοῦ τὸν φίλον τὸν γνήσιον, καὶ θερμὸν ἐν πᾶσι θεράποντα, δι’ ἀκραιφνεστάτης πολιτείας· ἐλέους, τὸν θησαυρὸν τὸν ἀνεξάντλητον· θαυμάτων, τὸν ποταμὸν τὸν πολυχεύμονα· τῶν ἀσθενούτων τὴν ῥῶσιν, πονηρῶν πνευμάτων, τὸν διώκτην τὸν ἰσχυρόν, τὸν μέγαν Παρθένιον, εὐσεβῶν τὸν ἀντιλήπτορα.

 

Ποίοις πνευματικοῖς ἄσμασιν, ἀνυμνήσωμέν σε Ἱεράρχα; Σὺ γὰρ ἐκ νεότητος Ὅσιε, ὄργανον τῆς χάριτος πέφηνας, πληρωθεὶς τῆς θείας ἐνεργείας· ἐντεῦθεν, θαυματουργὸς ὤφθης περίδοξος, ποικίλων, παθῶν ἰώμενος τοὺς πάσχοντας, καὶ λόγῳ θείῳ ἐγείρας, τεθνεῶτας Πάτερ, ὡς τοῦ Πνεύματος θησαυρός, πρεσβεύεις Παρθένιε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

 

Δόξα... Ἦχος πλ. β'

Ἀποστολικὴν ἐνδεδυμένος χάριν, τῇ καθαρᾷ σου ζωῇ, ποιμὴν ὄσιος καὶ ἄκακος, κατὰ Παῦλον τὸν μέγαν, τῆς Ἐκκλησίας ὤφθης, Ὅσιε Πάτερ Παρθένιε. Τῶν οἰκείων γὰρ προβάτων, ὁ Σωτὴρ πορμηθούμενος, θείων χαρίτων σε ἐνέπλησε, καὶ παραδόξων θαυμάτων, αὐτουργόν σε ἀνέδειξε. Πᾶσι γὰρ παρέχεις σωτηριώδους δόσεις, νόσους ἰώμενος, καὶ δαίμονας ἐλαύνων, καὶ τὸν θεῖον ἱλασμὸν ἡμῖν αἰτούμενος, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν... Τῆς Ἑορτῆς. Ὁ αὐτός.

Ἀνοιγέσθω ἡ πύλη τοῦ οὐρανοῦ σήμερον· ὁ γὰρ ἄναρχος Λόγος τοῦ Πατρός, ἀρχὴν λαβὼν χρονικήν, μὴ ἐκστὰς τῆς αὐτοῦ Θεότητος, ὑπὸ Παρθένου ὡς βρέφος τεσσαρακονθήμερον, Μητρὸς ἑκὼν προσφέρεται, ἐν ναῷ τῷ νομικῷ καὶ τοῦτον ἀγκάλαις εἰσδέχεται ὁ Πρέσβυς. Ἀπόλυσον κράζων, ὁ δοῦλος τῷ Δεσπότῃ· οἱ γὰρ ὀφθαλμοί μου εἶδον τὸ σωτήριόν σου, ὁ ἐλθὼν εἰς τὸν κόσμον, σῶσαι γένος ἀνθρώπων, Κύριε, δόξα σοι. 

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)

Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

 

 

 

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)

Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

 

Λιτή. Ἦχος α΄.

Τὸν Ἱεράρχην τοῦ Χριστοῦ Παρθένιον, τὸν πρακτικῶς πολιτευσάμενον, καὶ τοῦ Παρακλήτου ὄργανον δειχθέντα, πᾶσα γλῶσσα τιμάτω. Θεοπρεπῶς γὰρ ποιμάνας, τὸ ἐμπιστευθὲν αὐτῷ ποίμνιον, ἐνεργείαις θαυμάτων δεδόξασται, καὶ ἀδοξίας παθῶν ἐῤῥύσατο, τοὺς συσχεθέντας δεινοῖς. Καὶ τῆς θείας ἀγάπης ἐκφαίνων τὸ κάλλος, ἀπαύστως πρεσβεύει, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος β΄.

Ἀπὸ παιδὸς ἀνατεθεὶς Κυρίῳ, θείων ἔργων ἐπιδόσεσι, τῶν ὑπὲρ φύσιν ἠξίωσαι, δοξασθεὶς θείῳ Πνεύματι. Καὶ τὴν θείαν στολὴν ἀμφιασάμενος, ὡς ὅλος θεόληπτος, μεσίτης Θεοῦ καὶ ἀνθρώπων ὤφθης, ὡς Ἱεράρχης θεοφόρος, Παρθένιε Ὅσιε. Καὶ ἀγγελικῶς Θεῷ ἱερατεύσας, πλείστους αὐτῷ προσήγαγες, καὶ υἱοὺς φωτὸς ἔδειξας τοὺς ἐν σκότει τῆς ἀπάτης. Καὶ νῦν καθικέτευε, ὑπὲρ τῶν τιμώντων σε.

 

Ἦχος γ΄.

Ὡς τοῦ Εὐαγγελίου μυσταγωγός, ἔργῳ καὶ λόγῳ, καὶ ἀπαθείας κειμήλιον, Ἱεράρχα Παρθένιε, πάθη ποικίλα ἰάτρευσας, τῇ δεδομένῃ σοι χάριτι. Καὶ πνευμάτων ἀκαθάρτων θριαμβεύσας τὴν ἰσχύν, ἀκάρπους ἀρούρας εὐκάρπους ἔδειξας, τῇ ἐπομβρίᾳ τῶν λόγων σου. Καὶ νεκροὺς ὡς ἐξ ὕπνου ἐγείρας, τῆς αἰωνίου ζωῆς, κληρονόμος γέγονας, ὡς Ἀποστόλων ὁμόζηλος. Μεθ’ ὧν πρέσβευε Ἅγιε, σώζεσθαι τοὺς σὲ γεραίροντας.

 

Ἦχος δ΄.

Τῶν ἀρετῶν τῷ ἀρότρῳ, τὰς καρδίας τῶν πιστῶν γεηπονῶν, καρποφόρους ἔδειξας, ἐναρέτων πράξεων, Ἱεράρχα Παρθένιε. Καὶ ἀμέμπτως Κυρίῳ ἱερουργῶν, τὴν τοῦ Θεοῦ εὐσπλαγχνίαν ὑπανοίγεις, καὶ πρὸς βίον ὑπέρτερον ἰθύνεις, καὶ μυστικῶς ἁγίαζεις ἐν χάριτι, ὡς ποιμὴν ἀληθινός. Διὸ χρεωστικῶς τιμῶντές σε βοῶμεν· πρέσβευε δεόμεθα, πταισμάτων διδόναι ἡμῖν ἄφεσιν, Ὅσιε Πάτερ, Ἀρχιερέων καύχημα.

 

 

 

 

 

 

Ἦχος πλ. α΄.

Ὅσιε Πάτερ, Ἱεράρχα Παρθένιε, ταῖς πρακτικαῖς ἀρεταῖς, πρὸς θεωρίας ἤρθης ὕψος, καὶ πλουσίων δωρεῶν, παρὰ Θεοῦ ἠξιώθης· ὅλον γὰρ τὸν βίον, ἐν θαύμασι διῆλθες, τοὺς νοσοῦντας ἰώμενος, τοὺς θλιβομένους παραμυθούμενος, καὶ πάντας εὐεργετῶν, ὡς πατὴρ φιλόστοργος. Καὶ νῦν τῷ θρόνῳ τῆς Τριάδος παρεστώς, ἀπαύστως ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Ἦχος πλ. β΄.

Ἀρχιερέων καλλονή, ἀληθῶς ἐδείχθης, Ἱεράρχα Παρθένιε. Βίῳ γὰρ ἐμπρέπων πρακτικῷ, τῷ φωτὶ τῶν ἀρετῶν, τῆς ἐν Χριστῷ ζωῆς κηρύττεις τὸ κάλλος, καὶ πάντας ἰθύνεις, πρὸς κτῆσιν τῶν ἀρίστων. Καὶ θαυμάτων δυνάμεις ἐνεργῶν, τῶν θείων ἐπαγγελιῶν βεβαιοῖς τὸν λόγον, ὡς τοῦ Χριστοῦ μαθητής· ἀλλὰ πρέσβευε Ἅγιε, ὑπὲρ τῶν τιμώντων σε.

 

Ἦχος βαρύς.

Τοῦ Παρακλήτου τῇ δωρεᾷ, θησαυρὸς θείων χαρίτων, τῇ καθαρᾷ σου ζωῇ ὤφθης Ὅσιε Πάτερ. Ἀποστολικοῖς γὰρ ἑπόμενος ἴχνεσι, τῆς εὐσεβείας μυσταγωγεῖς τὴν λαμπρότητα, ταπεινώσει κοσμούμενος, καὶ ἀπλάστοις τρόποις, καὶ ἀπόροις ἐπαρκῶν. Καὶ θαύμασιν εὐεργετῶν, πρεσβεύεις Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δόξα. Ἦχος πλ. δ΄.

Ἐνδεδυμένος τὸν Χριστόν, Ἱεράρχα Παρθένιε, φοβερὸς ἐδείχθης, κατὰ πνευμάτων ἀκαθάρτων μακάριε, ἐν τῇ δοθείσῃ σοι παρ’ αὐτοῦ ἐξουσίᾳ. Καὶ αὐτὰ ἐκβάλλων τῷ λόγῳ, πᾶσαν νόσον ἰάτρευσας, καὶ τοῖς ποικίλοις πάσχουσιν, ὑγείαν καὶ ῥῶσιν, συμπαθῶς ἐχορήγησας. Πανταχοῦ γὰρ διέδραμεν, ὁ φθόγγος τῶν θαυμάτων σου, καὶ πάντες δοξάζουσι Χριστόν, τὸν σὲ λαμπρῶς θαυμαστώσαντα.

 

Καὶ νῦν. Ἦχος β’. Τῆς Ἑορτῆς.

Τὸν Ἱερὸν ἡ ἱερὰ Παρθένος προσεκόμισεν, ἐν Ἱερῷ τῷ ἱερεῖ· ἁπλώσας δὲ ἀγκάλας ὁ Συμεών, ἐδέξατο τοῦτον ἀγαλλόμενος, καὶ ἐβόησε· Νῦν ἀπολύεις τὸν δοῦλόν Σου Δέσποτα, κατὰ τὸ ῥῆμά Σου ἐν εἰρήνῃ.

 

 

 

 

 

 

 

 

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις, ὁ τῆς Λαμψάκου φωστήρ, ὁ καταυγάζων οἰκουμένης τὰ πέρατα, ἀκτῖσι τῶν σῶν θαυμάτων, καὶ ἀρετῶν τῷ φωτί, ὡς Θεοῦ θεράπων ἐνθεώτατος, Παρθένιε Ὅσιε, ἀπαθείας θησαύρισμα, ἠθῶν ὁσίων, καθαρώτατον σκήνωμα, ταπεινώσεως, τὸ περίβλεπτον ὕψωμα, ὄργανον τὸ θεόπνευστον, χαρίτων τοῦ Πνεύματος, διαγωγῆς ἐναρέτου, ὑφηγητὴς πρακτικώτατος. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.

Ὅλος, ἀπὸ παιδὸς τῷ Θεῷ, ἀνατεθεὶς ὡς Σαμουὴλ ὁ θεσπέσιος, καὶ βίῳ καθηγνισμένῳ, ἱερωσύνης στολήν, ἐκληρώσω Πάτερ θείῳ Πνεύματι· ἐντεῦθεν ἐποίμανας, τοῦ Κυρίου τὸ Ποίμνιον, πράξεσι θείαις, καὶ ποικίλοις ἐν θαύμασι, πρὸς σωτήριον, ὁσηγῶν τρίβον ἅπαντας· λύχνος γὰρ παμφαέστατος, ἐδείχθης Παρθένιε, πᾶσι λαμπρῶς ὑπεκφαίνων, ζωῆς ἀμέμπτου τὴν ἔλλαμψιν. Καὶ νῦν ἐκδυσώπει, τοῖς τιμῶσί σε δοθῆναι, τὸ θεῖον ἔλεος.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Ἄνθραξ, τοῦ Παρακλήτου ὀφθείς, τῇ ἐναρέτῳ πολιτείᾳ σου Ὅσιε, κατέφλεξας τῶν δαιμόνων, καθάπερ ὕλην σαθράν, τὴν κακίαν Πάτερ καὶ τὰ ἔνεδρα· καὶ λόγῳ τῆς χάριτος, ἀσθενοῦντας ἰάτρευσας, καὶ παρειμένοις, ἐδωρήσω τὴν ἴασιν, θαυμαζόμενος, τοῖς μεγίστοις σου θαύμασι· χάρις πλουσιωτάτη γάρ, ἐδόθη σοι ἄνωθεν, ἐξ ἧς κἀμοὶ δὸς ῥανίδα, πρὸς θεραπείαν τῶν πόνων μου, Χριστὸν ἱκετεύων, ὑπὲρ πάντων τῶν τελούντων, τὴν θείαν μνήμην σου.

 

Δόξα. Ἦχος πλ. δ΄.

Τῶν ἀρετῶν σου τῷ φωτί, τὴν ἁγίαν σου στολήν, ἐπὶ πλεῖον ἐλάμπρυνας Ἱεράρχα Παρθένιε· ἐν νυκτὶ γὰρ καὶ ἡμέρᾳ, τῷ θείῳ νόμῳ ἐμμελέτησας, ζωῆς καρποὺς ἐξήνεγκας, καὶ θαυμάτων παραδόξων τὰς δυνάμεις, ἐν Ἁγίῳ Πνεύματι. Καὶ νῦν Χριστῷ ἱερουργῶν, σὺν ἀΰλοις λειτουργοῖς ἀΰλως, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.

Ὁ τοῖς Χερουβὶμ ἐποχούμενος, καὶ ὑμνούμενος ὑπὸ τῶν Σεραφίμ, σήμερον τῷ θείῳ Ἱερῷ κατὰ νόμον προσφερόμενος, πρεσβυτικαῖς ἐνθρονίζεται ἀγκάλαις, καὶ ὑπὸ Ἰωσὴφ εἰσδέχεται δῶρα θεοπρεπῶς, ὡς ζεῦγος τρυγόνων τὴν ἀμίαντον Ἐκκλησίαν, καὶ τῶν ἐθνῶν τὸν νεόλεκτον λαόν, περιστερῶν δὲ δύο νεοσσούς, ὡς ἀρχηγὸς Παλαιᾶς τε καὶ Καινῆς. Τοῦ πρὸς αὐτὸν χρησμοῦ δὲ Συμεών, τὸ πέρας δεξάμενος, εὐλογῶν τὴν Παρθένον, Θεοτόκον Μαρίαν, τὰ τοῦ πάθους σύμβολα τοῦ ἐξ αὐτῆς προηγόρευσε, καὶ παρ' αὐτοῦ ἐξαιτεῖται τὴν ἀπόλυσιν βοῶν· Νῦν ἀπολύεις με Δέσποτα, καθὼς προεπηγγείλω μοι, ὅτι εἶδόν σε τὸ προαιώνιον φῶς, καὶ Σωτῆρα Κύριον τοῦ Χριστωνύμου λαοῦ. 

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Tῷ μύρῳ τοῦ Πνεύματος ποιμὴν Λαμψάκου ὀφθείς, τὴν θείαν ἐνέργειαν παρὰ Θεοῦ δαψιλῶς, θαυμάτων ἐπλούτησας, δαίμονας ἀπελαύνειν, ἀσθενοῦντας ἰᾶσθαι, νόσους ἀποδιώκειν καὶ πληρῶν τὰς αἰτήσεις, Παρθένιε ἱεράρχα, τῶν προσιόντων σοι.

Δόξα. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.

Ἐλλησπόντου τὸ κλέος καὶ Λαμψάκου τὸν πρόεδρον, Παρθένιον τὸν μέγαν Ἱεράρχην τιμήσωμεν, θαυμάτων γὰρ πηγάζει δωρεάς, καὶ παύει ἀσθενείας χαλεπάς, καὶ καρκίνου ἀπαλλάττει τῆς συνοχῆς, τοὺς εὐλαβῶς κραυγάζοντας· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.

Χαῖρε Κεχαριτωμένη Θεοτόκε Παρθένε, ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἠμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβῦτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἠμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.

 

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ 

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Χορὸς ἀγγελικός.

Ὡς ἥλιος λαμπρός, τῶν θαυμάτων ἀκτῖσι, πυρσεύεις πᾶσαν γῆν, καὶ δαιμόνων τὸ σκότος, διώκεις τὸ βαθύτατον, Ἱεράρχα Παρθένιε· ὅθεν σήμερον, τὴν φωτοφόρον σου μνήμην, ἑορτάζοντες, Χριστὸν ἀπαύστως ὑμνοῦμεν, τὸν σὲ θαυμαστώσαντα.

Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς. Ὅμοιον.

Χορὸς Ἀγγελικός, ἐκπληττέσθω τὸ θαῦμα, βροτοὶ δὲ ταῖς φωναῖς, ἀνακράξωμεν ὕμνον, ὁρῶντες τὴν ἄφατον, τοῦ Θεοῦ συγκατάβασιν· ὃν γὰρ τρέμουσι, τῶν οὐρανῶν αἱ Δυνάμεις, γηραλέαι νῦν, ἐναγκαλίζονται χεῖρες, τὸν μόνον φιλάνθρωπον.

 

 

 

 

 

 

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα. Ἦχος α'. Τὸν τάφον Σου Σωτήρ.

Ποιμὴν θεοειδής, τῆς Λαμψάκου ἐδείχθης, καὶ ἔσωσας πολλούς, ἐκ παθῶν ἀνιάτων, καὶ δαίμονας ἀπήλασας, καὶ χαρᾶς πολλῆς ἔπλησας, τοὺς προστρέχοντας, τῇ προστασίᾳ σου Πάτερ· διὸ δέομαι· ῥῦσαι κἀμοῦ τὴν καρδίαν, ἐκ πάσης φαυλότητος.

Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς. Ὅμοιον.

Ὁ ὢν σὺν τῷ Πατρί, ἐπὶ θρόνου ἁγίου, ἐλθὼν ἐπὶ τῆς γῆς, ἐκ Παρθένου ἐτέχθη, καὶ βρέφος ἐγένετο, χρόνοις ὢν ἀπερίγραπτος, ὃν δεξάμενος, ὁ Συμεὼν ἐν ἀγκάλαις, χαίρων ἔλεγε· Νῦν ἀπολύεις Οἰκτίρμον, εὐφράνας τὸν δοῦλόν σου.

 

Μετὰ τὸν Πολυέλεον. Κάθισμα. Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ

Ὡς ποιμὴν ἀληθινός, καὶ Ἱεράρχης ἱερός, καθωδήγησας, σαφῶς, ἐπὶ λειμῶνας τῆς ζωῆς, τὴν λογικήν σου ποίμνην Πάτερ Παρθένιε, καὶ νόσων τὴν ἀχλύν, πόῤῥω ἀπήλασας, καὶ πᾶσαν τὴν ἰσχύν, δαιμόνων ἔλυσας, καὶ ἐκ τῆς πλάνης πολλοὺς ἠλευθέρωσας, διδασκαλίαις σου Ὅσιε· διὸ πλουσίας ἀντιμισθίας, παρὰ Κυρίου ἠξίωσαι.

Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς. Ὅμοιον.

Νηπιάζει δι' ἐμέ, ὁ παλαιὸς τῶν ἡμερῶν, καθαρσίων κοινωνεῖ, ὁ καθαρώτατος Θεός, ἵνα τὴν σάρκα πιστώσῃ μου τὴν ἐκ Παρθένου, καὶ ταῦτα Συμεὼν μυσταγωγούμενος, ἐπέγνω τὸν αὐτόν, Θεὸν καὶ ἄνθρωπον· καὶ ὡς ζωὴν ἠσπάζετο, καὶ χαίρων πρεσβυτικῶς ἀνεκραύγαζεν· Ἀπόλυσόν με· σὺ γὰρ Θεός μου, ἡ ζωὴ τῶν ἁπάντων.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ἰωάννην (Κεφ. Ι’, 9-16)

Δόξα: Ταῖς τοῦ Ἱεράρχου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Ἀγγελικὴν ἐπαγόμενος ζωήν, ποιμαντικῶς τῷ κόσμῳ διέπρεψας, ὡς τοῦ Χριστοῦ θεράπων, Ἱεράρχα Παρθένιε. Καὶ καλῶς διαγαγών, τὴν σοὶ δοθεῖσαν ἐξουσίαν, τῆς ἄνω Βασιλείας τὸ δηνάριον εἴληφας, καὶ τῷ ξύλῳ τῆς ζωῆς ἀποκατέστης. Αὐτῆς καὶ ἡμᾶς ἀξίωσον, ταῖς πρὸς Θεὸν πρεσβείαις σου.

 

 

 

 

 

Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς καὶ τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς: Τῶν θαυμάτων σου τὴν χάριν μέλπω, Μάκαρ. Ἰωσήφ.

ᾨδὴ α'. Ἦχος β'. Ἐν βυθῷ κατέστρωσε ποτέ

Τῷ φωτὶ τῷ θείῳ συγκραθείς, Πάτερ ἱερώτατε, δι' ἀρετῶν φῶς καθωράθης δεύτερον· διὸ τὴν φωτοφόρον σου, καὶ πανέορτον τοὺς τελοῦντας πανήγυριν, σκότους ἁμαρτίας, ταῖς σαῖς ἱκεσίαις ἐλευθέρωσον.

ς φαιδρὸς ἀνέτειλας ἀστήρ, ἐν τῷ στερεώματι, τῆς τοῦ Θεοῦ Ἐκκλησίας Παρθένιε, ἰαμάτων λάμψεσιν, ἱερώτατε τῶν παθῶν τὴν σκοτόμαιναν, χάριτι διώκων, καὶ φωταγωγῶν τοὺς προσιόντας σοι.

Νοσημάτων σκότος πονηρόν, ἔλυσας Παρθένιε, τῷ φωτισμῷ σου τῶν σεπτῶν ἐντεύξεων· ὅθεν δυσωποῦμέν σε, τῶν ψυχῶν ἡμῶν τὰς ὀδύνας θεράπευσον, καὶ τὰς τῶν σωμάτων, πάσας μαλακίας ἀποδίωξον.

Θεοτοκίον

γαθὸν κυήσασα Θεόν, ἄχραντε ἀγάθυνον, τὴν ἐν πολλοῖς κεκακωμένην πάθεσι, ταπεινὴν καρδίαν μου, καὶ τὸ θέλημα ἐκτελεῖν ἐνδυνάμωσον, τοῦ σωθῆναι πάντας, θέλοντος ἀνθρώπους Λυτρωτοῦ ἡμῶν. 

ᾨδὴ γ'. Ἐν πέτρᾳ με τῆς Πίστεως στερεώσας

πῆρξας καθαιρέτης τῆς τυραννίδος, παμμάκαρ τῶν Δαιμόνων τοῦ ὀλεθρίου, εἰδώλων τε κατέστρεψας τὰ τεμένη, καὶ θείους ἤγειρας, ναοὺς εἰς αἴνεσιν, τοῦ Χριστοῦ Παρθένιε ἱερώτατε.

Μεγίσταις διαπρέπων θαυματουργίαις, καρκίνου χαλεπώτατον παύεις πάθος, καὶ ὄμματα διήνοιξας πηρωθέντα, καὶ ἐφυγάδευσας Πάτερ Παρθένιε, πονηρίας πνεύματα θείᾳ χάριτι.

νέστησας κακίστως θανατωθέντα, τὸν πάλαι ὑπουργοῦντα τῷ θείω ἔργῳ· Θεὸς γὰρ ὁ τὸν θάνατον καταργήσας, χάριν σοι δέδωκε μάκαρ Παρθένιε, ἀνιστᾶν τεθνήξαντας δι' ἐντεύξεως.

Θεοτοκίον

μίλησεν ἀνθρώποις ἐκ σοῦ τὴν σάρκα, ὁ Κύριος φορέσας ἀνερμηνεύτως· αὐτὸν οὖν ἐκδυσώπησον Παναγία, τοῦ οἰκτειρῆσαί με καταπονούμενον, προσβολαῖς τοῦ ὄφεως καὶ δονούμενον. 

 

Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.

Τῆς Λαμψάκου ὁ μέγας θαυματουργός, ἀναβὰς ἐν τῷ ὕψει τῶν ἀρετῶν, ἀστράπτεις τοῖς πέρασι, τῷ φωτὶ τῶν ἰάσεων, τοὺς ζοφώδεις Δαίμονας, σκορπίζων φαιδρότατα, καὶ ἐλαύνων νόσους, χρησταῖς ἐπικλήσεσιν· ὅθεν καὶ τῆς πλάνης, τῶν εἰδώλων καθάρας, πᾶσαν τὴν Ἑλλήσποντον, καταλάμπεις τοῖς θαύμασι, Θεοφόρε Παρθένιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα... Καὶ νῦν... τῆς Ἑορτῆς. Ἀνέστης ἐκ νεκρῶν.

Ἐτέχθης ἐκ Μητρός, ὁ προάναρχος Λόγος, προσήχθης τῷ ναῷ, ὁ ἀκατάληπτος φύσει· χαίρων δὲ ὁ Πρεσβύτης, ἐν ταῖς ἀγκάλαις σε ὑπεδέξατο, κράζων· Νῦν ἀπολύεις, ὃν ἐπεσκέψω κατὰ τὸ ῥῆμά σου, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων. 

 

ᾨδὴ δ'. Ἐλήλυθας, ἐκ Παρθένου

Νοσήματα, προσευχῇ ἐθεράπευσας ἄμετρα, συσφίγγων Παρθένιε, τοὺς παρεθέντας ἐν χάριτι, ὥσπερ ὁ Δεσπότης σου, οὗ τὴν πολλὴν ἐμιμήσω ἀγαθότητα.

Σὺ δέδωκας, ἐνεργεῖν τοῖς βαφεῦσι τὰ πρόσφορα, τὸν εἴργοντα δαίμονα, ἀποσοβήσας Παρθένιε, ταῖς πρὸς τὸν φιλάνθρωπον, ἱερωτάταις σου Πάτερ παρακλήσεσι.

 Κύριος, τὰς ἐντεύξεις σου Πάτερ δεξάμενος, τὴν ἄγραν παρέδωκε, πλουσιωτάτως τοῖς χρῄζουσι, τῇ τοῦ ἀνανήξαντος, θαυματουργίᾳ ἰχθύος μεγαλύνων σε.

Θεοτοκίον

Τὰ τραύματα, τῆς ψυχῆς μου Παρθένε θεράπευσον, τὸν νοῦν μου εἰρήνευσον, ὑπὸ παθῶν ταραττόμενον, καὶ ταῖς παραβάσεσι, τῶν ἐντολῶν τοῦ Σωτῆρος σκοτιζόμενον, 

ᾨδὴ ε'. Ὁ φωτισμός, τῶν ἐν σκότει κειμένων

 φωταυγής, ἐνσκηνώσασα χάρις τῆς ἀπαθείας, ἐν τῇ σῇ καρδίᾳ θεόφρον Πάτερ, φιλαργυρίας τὸ βαθύτατον σκότος, τοῦ προέδρου διώκει ἄνοσον, τοῦτον συντηροῦσα ταῖς σαῖς παραινέσεσι.

Νόσῳ πολλῇ, τὸν κρατούμενον Πάτερ καὶ γεγονότα, Ὅσιε ἡμίξηρον προσευχαῖς σου, ὅλον εἰργάσω ὑγιῆ εὐχαρίστως, τὸν Δεσπότην Θεὸν δοξάζοντα, τὸν θαυματουργίαις πολλαῖς σε δοξάσαντα.

Χρῖσμα σεπτόν, περικείμενος Πάτερ ἱερωσύνης, ταύτην κατελάμπρυνας ἐπιδείξει, πολλῶν θαυμάτων, ὧν ἐτέλεσας ζῶν τε, θεοφόρε καὶ μετὰ θάνατον, Ἄγγελος καθάπερ βιώσας Παρθένιε.

Θεοτοκίον

πὸ παθῶν, ἀμαυρώσεως Κόρη ἀπὸ σκανδάλων, τῶν προσγινομένων ταῖς ἐπηρείαις, τοῦ ἀλλοτρίου μελλουσῶν τε βασάνων, αἰωνίων πρὸς τὸν φιλάνθρωπον, ῥῦσαί με ταῖς σαῖς δυσωπῶ παρακλήσεσι. 

 

ᾨδὴ ς'. Πρὸς Κύριον, ἐκ κήτους ὁ Ἰωνᾶς ἐβόησε

ημάτων σου, εὐχῶν τε δυναστείᾳ Παρθένιε, ναοὶ ἐῤῥάγησαν τῶν εἰδώλων θείᾳ χάριτι, καὶ ἄπιστος λαὸς πίστιν προσελάβετο, μεγαλύνων συμφώνως τὸν Κύριον.

κέτευσας, τὸν φιλάνθρωπον Λόγον σὺν δάκρυσι, καὶ τοῖς αἰτήσασιν ὄμβρους ἄνωθεν κατήγαγες, οἰκτείρων συμπαθῶς λαὸν κινδυνεύοντα, Ἱεράρχα Κυρίου Παρθένιε.

Ναμάτων σου, μυστικῶν ἑπομβρίαις κατήρδευσας, καρδίαν πᾶσαν προσφοιτῶσάν σοι Παρθένιε, καὶ ἡ γῆ ἡ τῷ αὐχμῷ ξηρανθεῖσα δέχεται, ὑετοὺς θαυμαστοὺς εὐφορήσασα.

Θεοτοκίον

Μὴ στήσῃς με, ἐν ἡμέρᾳ τῆς δίκης κατάκριτον, μὴ στηλιτεύσῃς με ἐπὶ πάντων τὸν ἀναίσθητον, Θεέ μου Ποιητά μου, ἔχων ἱκετεύουσαν, τὴν τεκοῦσαν ἀσπόρως σε Δέσποιναν. 

 

Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.

Τῶν θαυμάτων εἴληφας, τὴν θείαν χάριν θεόφρον, ἱερὲ Παρθένιε, θαυματουργὲ θεοφόρε, ἅπαντα, πιστῶν τὰ πάθη ἀποκαθαίρων, πνεύματα, τῆς πονηρίας Πάτερ ἐλαύνων· διὰ τοῦτο σὲ ὑμνοῦμεν, ὡς μέγαν μύστην, Θεοῦ τῆς Χάριτος.

Ὁ Οἶκος.

Φῶς νοερὸν ἐκ τοῦ φωτός, Πατρὸς τοῦ προανάρχου, Υἱὲ Θεοῦ καὶ Λόγε, ὁ καταυγάζων πᾶσαν τὴν οἰκουμένην θεϊκῶς, φώτισόν μου τὰς φρένας, τὸν νοῦν καὶ τὸν λογισμόν, τοῦ ἀνυμνῆσαι σήμερον, τὴν φαιδρὰν ταύτην πανήγυριν καὶ σεμνοπρεπεστάτην, τοῦ Ὁσίου Παρθενίου. Αὐτὸς γὰρ ἀληθῶς, ἐν γῇ θαυμασίαν διετέλεσε ζωὴν καὶ πολιτείαν. Διὰ τοῦτο συνελθόντες, εὐφημοῦμεν αὐτόν, ὡς μέγαν μύστην, Θεοῦ τῆς Χάριτος.

 

Συναξάριον.

Τῇ Ζ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Παρθενίου, ἐπισκόπου Λαμψάκου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. 

ᾨδὴ ζ'. Ἀντίθεον πρόσταγμα παρανομοῦντος

ν σοὶ ἐνσκηνώσασα ἡ θεία χάρις, Προφήτην σε δείκνυσι, τὰ μέλλοντα φθεγγόμενον, ἐντεῦθεν προήγγειλας τῷ διαδέχεσθαι, μέλλοντι τὸν Πρόεδρον Σοφέ, ὡραϊσμένον θείαις λαμπρότησι.

Λαμψάκου τὸν Πρόεδρον τῆς Ἑλλησπόντου, λαμπτῆρα τὸν ἄδυτον, θαυματουργίαις ἅπασαν, τὴν γῆν τὸν φαιδρύναντα, καὶ ἀπελάσαντα νύκτα, πολυώδυνον παθῶν, ὑμνολογοῦμεν πάντες Παρθένιον.

Πολύχουν ἀπέδωκε τὸν ταύτης σπόρον, ἡ γῆ τῇ ἐντεύξει σου, πανθαύμαστε Παρθένιε, καὶ βότρυας ἤνεγκεν ἄμπελος ἄνικμος, οὕτω σε δοξάσαντος Θεοῦ, τοῦ δοξασθέντος τῇ πολιτείᾳ σου.

Θεοτοκίον

ράθης πανάμωμε ἁγιωτέρα τῶν ἄνω Δυνάμεων· Θεὸν γὰρ ἐσωμάτωσας, ὃν Τάξεις ἀσώματοι φόβῳ δοξάζουσι· τοῦτον οὖν ἱκέτευε ἀεί, τοῦ οἰκτειρῆσαι τοὺς σὲ δοξάζοντας. 

 

 

ᾨδὴ η'. Κάμινος ποτὲ πυρὸς ἐν Βαβυλῶνι

Μέγισται τοὺς σοὺς καμάτους ἀντιδόσεις, ἐν τοῖς ὑψίστοις διεδέξαντο, μέγιστε Παρθένιε· φῶς οἰκεῖς γὰρ τὸ ἀνέσπερον, καὶ δόξαν ἀδιάδοχον εἴληφας, ἀενάου Πάτερ χαρᾶς ἀξιούμενος.

δυτος ἀστὴρ γενόμενος ἐν βίῳ, ἀνατολαῖς τῶν θείων ἔργων σου, ἔδυς νόμῳ φύσεως, καὶ πρὸς φέγγος μετεχώρησας ἀνέσπερον, λιπὼν ἡμῖν Ὅσιε τὰς ἀκτῖνας, τῶν ἀποῤῥήτων θαυμάτων σου.

Τριαδικόν

ναρχος Πατήρ, Υἱὸς καὶ θεῖον Πνεῦμα, ὁμοβασίλειος ὁμόθρονος, γνωρίζεται ἔλλαμψις, ὀρθοδόξως τοῖς λατρεύουσι, καὶ μέλπουσι σὺν τάξεσι πάντοτε τῶν Ἀγγέλων, Ἅγιος, Ἅγιος, Ἅγιος.

Θεοτοκίον

ύπου με παθῶν ἁγνὴ προσγινομένου, τῇ μεσιτείᾳ σου καθάρισον, καὶ λάμπρυνον δέομαι, σκοτισθεῖσαν τὴν καρδίαν μου, δαιμόνων ἀμαυρότησιν, ὅπως σε μακαρίζω, Παρθένε Θεομακάριστε. 

ᾨδὴ θ'. Ἀνάρχου Γεννήτορος

δεῖν κατηξίωσαι, ἀπολυθεὶς τοῦ σώματος, τὰ ἀθέατα κάλλη Πάτερ Παρθένιε, ὅλος ἀρετῶν εὐμορφίᾳ, ὡς ἀληθῶς καθωραϊσμένος· διὸ σε γεραίρομεν, καὶ γνησίως μακαρίζομεν.

ς κρίνον ὡς ῥόδον σε, εὐῶδες ὡς ὀσφράδιον, ἀρετῶν ποικιλίᾳ ὡραϊζόμενον, Πάτερ ὁ Χριστὸς εἰς τὰς ἄνω, περιφανῶς ἐσκήνωσε μάνδρας, ὁσίως ποιμάναντα, τόν λαὸν αὐτοῦ Παρθένιε.

Σκιρτήσωμεν ἄνθρωποι, χορεύσωμεν γηθόμενοι, ἑορτήν τε ἁγίαν νῦν συστησώμεθα, ψάλλοντες Θεῷ ἐν αἰνέσει, τὸν θαυμαστὸν καὶ μέγαν ποιμένα, Παρθένιον σήμερον, κατὰ χρέος μακαρίζοντες.

 μνήμη σου σήμερον, ἡμῶν περιαυγάζουσα, τὰς καρδίας ὡς μέγας ἥλιος ἔλαμψεν· ἣν ἐπιτελοῦντες ἐν πίστει, ῥῦσαι παθῶν σκότους Ἱεράρχα, καὶ νόσων καὶ θλίψεων, καὶ παντοίων περιστάσεων.

Θεοτοκίον

Φωτὶ με καταύγασον, τὸν ἐν τῷ σκότει κείμενον, τῆς δεινῆς ῥαθυμίας Θεοχαρίτωτε, καὶ μὴ προαιρούμενον ὅλως, τοὺς τοῦ Θεοῦ νόμους συντηρῆσαι, ὅπως ὡς προστάτην μου, κατὰ χρέος μακαρίζω σε. 

 

Ἐξαποστειλάριον του Ἱεράρχου. Ἦχος β'. Γυναῖκες ἀκουτίσθητε.

Λαμψάκου ὁ παμμέγιστος, Ποιμὴν καὶ περιβόητος, θαυματουργὸς Ἱεράρχης, τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, τὸ Ἑλλησπόντου καύχημα, καὶ τῶν πιστῶν ἑδραίωμα, τιμάσθω νῦν Παρθένιος· ὑπὲρ τοῦ κόσμου γὰρ οὗτος, ἐξιλεοῦται τὸ θεῖον. 

Ἐξαποστειλάριον, τῆς Ἑορτῆς. Ὅμοιον.

Πληρῶν σου τὴν ἀπόῤῥητον, οἰκονομίαν Κύριε, ἐν τῷ ναῷ προσηνέχθης, ὑπὸ μητρὸς ἀπειράνδρου, ἰδὼν δὲ σε ἐκραύγαζεν, ὁ Πρέσβυς· Νῦν ἀπόλυσον, τὸν δοῦλόν σου ὦ Δέσποτα· Σωτὴρ γὰρ ἦλθες τοῦ κόσμου, τὸ Πατρικὸν φῶς Χριστέ μου. 

Αἶνοι. Ἦχος δ’. Ἔδωκας σημείωσιν.

Ἔδωκας Φιλάνθρωπε, πλουσίαν χάριν καὶ ἄφθονον, τῷ πιστῷ σου θεράποντι, Παρθενίῳ Δέσποτα· ὅθεν ἀναβλύζει, ῥεῖθρα ἰαμάτων, καὶ ἀποπλύνει τῶν παθῶν, καὶ νοσημάτων ἅπαντα βόρβορον, καὶ σύστημα ἀκάθαρτον, καταποντίζει τοῦ δράκοντος· οὗ λιταῖς ταῖς ψυχαῖς ἡμῶν, ἱλασμὸν δίδου πάντοτε.

 

Ἔλαμψας Παρθένιε, ὡς ἑωσφόρος ἀνέσπερος, ἐναρέτοις σου πράξεις, καὶ θείαις δυνάμεσι, ξένων θαυμασίων, καὶ νόσους ἰᾶσαι, καὶ παραλύτους ἀνορθοῖς, καὶ πονηρίας διώκεις πνεύματα, ἀκάθαρτα ἐντεύξει σου, καὶ χορηγεῖς ἀγαλλίασιν, καὶ παθῶν ἀπολύτρωσιν, τοῖς πιστῶς σὲ γεραίρουσι.

 

Ψήφῳ θείου Πνεύματος, ποιμὴν Λαμψάκου γενόμενος, ἀσφαλῶς καθωδήγησας, διδαχαῖς καὶ πράξεσι, καὶ τοῖς θαυμασίοις, τὴν ποίμνην σου Πάτερ, ἐπὶ λειμῶνας τῆς ζωῆς, καὶ ἐνταλμάτων θείων ἐκπλήρωσιν· διὸ σὲ ἀντημείψατο, ἐπουρανίοις χαρίσμασιν, Ἰησοῦς ὁ Φιλάνθρωπος, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

 

Λόγῳ τῷ τῆς χάριτος, ὥσπερ ὑμνοῦντας Παρθένιε, νεκρωθέντας ἀνέστησας, καὶ πάθος ἰάτρευσας, χαλεπὸν καρκίνου, καὶ τὸν ἐπελθόντα, οἷα λυσσῶντα κατὰ σοῦ, ἐχθρὸν ὡς κύνα τῷ ἐμφυσήματι, αἰσχύνας ἀπενέκρωσας, οὗ τῆς κακίας ἀπάλλαξον, τῇ θερμῇ ἀντιλήψει σου, τοὺς τελοῦντας τὴν μνήμην σου.

 

Δόξα. Ἦχος πλ. β΄.

Ὁ τῶν θαυμάτων τὴν χάριν εἰληφώς, καὶ δι’ αὐτῶν καθελὼν ἐχθροῦ τὴν δύναμιν, Παρθένιε Ἱεράρχα, Λαμψάκου Πρόεδρε, καὶ πάσης Ἐκκλησίας λύχνε πάμφωτε· ὁ τῷ λόγῳ πάθη ποικίλα ἰασάμενος, ἴασαι ἡμῶν τὰ συντρίμματα, τῆς ψυχῆς καὶ τοῦ σώματος, καὶ ῥῦσαι πειρασμῶν ἀδοκήτων, αἰτούμενος ἡμῖν τὸ θεῖον ἔλεος.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.

Ὁ ἐν χερσὶ πρεσβυτικαῖς, τὴν σήμερον ἡμέραν, ὡς ἐφ' ἅρματος Χερουβίμ, ἀνακλιθῆναι εὐδοκήσας Χριστὲ ὁ Θεός, καὶ ἡμᾶς τοὺς ὑμνοῦντάς σε, τῆς τῶν παθῶν τυραννίδος, ἀνακαλούμενος ῥῦσαι, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν. 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις ὁ Λαμψάκου θεῖος ποιμήν, καὶ θαυμάτων βρύσις, καὶ ἀκένωτος θησαυρός· χαίροις ἀκαθάρτων, πνευμάτων ὁ διώκτης, καὶ τῶν νοσούντων ῥῶσις, Πάτερ Παρθένιε.

ΚΑΝΟΝΕΣ ΕΤΕΡΟΙ ΑΓΙΟΥ ΠΑΡΘΕΝΙΟΥ

 

Κανὼν Ἁγίου Παρθενίου.

ᾨδὴ α’. Ἦχος α᾿ Τῷ βοηθήσαντι Θεῷ.

Τῆς εὐσεβείας τὸν φαιδρόν, ἑωσφόρον οἱ πιστοί, ὡς τῶν θαυμάτων τῷ πυρσῷ, καταλάμπον τὰ ἡμᾶς, συνελθόντες σήμερον, Παρθένιον ὕμνοις τιμήσωμεν.

Ἐξ ἡλικίας παιδικῆς, θείας χάριτος πλησθείς, ταῖς τῶν θαυμάτων προκοπαῖς, αὐξανόμενος ἀεί, οὐρανομήκης ἐγένου, Παρθένιε ἱεροκῆρυξ Χριστοῦ.

Ἐν χαρμονῇ πνευματικῇ, εὐφρανθῶμεν οἱ πιστοί, ἐγκωμιάζοντες ᾠδαῖς, τὸν ποιμένα τὸν καλόν, καὶ ἱερὰν αὐτοῦ μνήμην, ἐπιτελοῦντες Χριστὸν δοξάσωμεν.

Τριαδικόν.

Ἡ ἐν Θεότητι μιᾷ, Τρισυπόστατος Μονάς, μόνε ἀγέννητε Πατήρ, καὶ Υἱὲ μονογενές, καὶ μόνον ἅγιον Πνεῦμα, ὁμοβασίλειον κράτος σῶσον ἡμᾶς.

Θεοτοκίον.

Μέγιστον τέρας καὶ φρικτόν, ὅτι τίκτεις πλὴν ἀνδρός, καὶ γαλουχεῖς μητροπρεπῶς, τὸν τροφέα τοῦ παντός· διὰ τοῦτό σε πάντες, ἀξιοχρέως μακαριοῦμεν ἁγνή.

 

ᾨδὴ β΄. Ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι.

Μαχαίρᾳ τῶν λόγων σου, φιλαργυρίας σκόλοπας, ἐκ τῆς τοῦ προέδρου, καρδίας Πάτερ ἐκτεμών, τῆς εὐποιΐας βλαστῆσαι, τὰ σπέρματα πεποίηκας.

Χαρὰν ἀκουτισθέντες, οἱ λαοὶ τῶν θαυμάτων σου, φοιτῶντές σοι Πάτερ, τῶν θλιπτικῶν αὐτῶν παθῶν, ἀπολυτρούμενοι πίστει, δόξαν Θεῷ ἀναπέμπουσιν.

Τριαδικόν.

Τριάδα δοξάσωμεν, ἐν μιᾷ οὐσιότητι, Θεὸν τὸν Πατέρα, Θεὸν Υἱὸν Θεὸν τὸ Πνεῦμα, Ἅγιον ἅγια τρία, Μονάδα τρισυπόστατον.

 

ᾨδὴ γ΄. Ὀ Εἱρμός.

Στερέωσον Κύριε, τὴν Ἐκκλησίαν Σου, ἣν ἐκτήσω τῇ δυνάμει τοῦ Σταυροῦ Σου, ἐν ᾧ ἐχθρὸν ἐθριάμβευσας, καὶ ἐφώτισας τὴν οἰκουμένην.

Ἀγάλλεται σήμερον, ἡ θρεψαμένη σε, Μελιτόπολις σὺν πάσῃ τῇ Ἑξαπόλει, ὁρῶσά σε πεποικιλμένον, ἐν τῷ κάλλει τῶν θεουργημάτων.

Εἰκόνα σε ἔλαβεν, ἡ Ἐκκλησία Χριστοῦ, εὐσεβείας ἀνθηροῦσαν τοὺς χαρακτῆρας, ἀστράπτουσαν τῶν ἰαμάτων, εἰς τὰ πέρατα θεόφρον Πάτερ.

Ὁ ἄφωνος ἤλατο, πρὸ τῶν ποδῶν σου ἰχθύς, ἀνανήξας πρὸς προσκύνησίν σου Πάτερ· ἀνῆλθε γὰρ εὐλογηθῆναι, ἐπιγνούς σου τὴν θαυματουργίαν.

Θεοτοκίον.

Παράδεισος ὤφθης μοι, ἄλλος Παρθένε ἁγνή, εὐζωΐας ἐκβλαστήσασα τὸ ξύλον, ἐξ οὗ φαγὼν οὔποτε θνήσκω· εἰς αἰῶνας γὰρ ἀθανατοῦμαι.

 

ᾨδὴ δ΄. Ὁ Εἱρμός.

Εἰσακήκοα οἰκτῖρμον, τὴν διὰ σαρκὸς οἰκονομίαν Σου, ἣν ἑκὼν κατεδέξω, εἰς πάντων σωτηρίαν, καὶ ἐδόξασα Λόγε, τὴν ἄκραν συγκατάβασιν.

Φέγγος ἀστραπῆς θαυμάτων, φέρειν σου οἱ δαίμονες οὐκ ἔχοντες, ἡ θάλασσα ὡς νέφη, ἐκ βλάβης τῶν ἀνθρώπων, εἰς τὸ πῦρ τῆς γεέννης, παμμάκαρ συνωθοῦνται.

Τὸ τῆς Ἐκκλησίας σκάφος, ἀπὸ τρικυμίας τῶν εἰδώλων, ἐν πίστει κυβερνήσας, ἐῤῥύσω θεομάκαρ, ἐν τῷ τῆς εὐσεβείας, λιμένι ὁρμισάμενος.

Τὸν τῆς προσευχῆς σου σπόρον, δεξαμένη ἡ ἄκαρπος ἄρουρα, ἐβλάστησε πολύχουν, ἐπὶ καιρῷ τὸν λόγον, τῶν ἀγώνων σου Πάτερ, θεόφρον τρισμακάριστε.

Θεοτοκίον.

Σὺ τοῦ ἑπτακύκλου κρείττων, οὐρανὸς ἡμῖν ἐδείχθης σεμνή, τὸν τῆς δικαιοσύνης, ἥλιον ἀνίσχουσα, τὸν φωτίσαντα κόσμον, λαμπρότητι τῆς Θεότητος.

 

ᾨδὴ ε΄. Ὁ Εἱρμός.

Ἐκ νυκτὸς ὀρθρίζοντες, ἀνυμνοῦμέν Σε Χριστέ, τὸν τοῦ Πατρὸς συνάναρχον, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν, τὴν εἰρήνην τῷ κόσμῳ παράσχου φιλάνθρωπε.

Τὰς προσευχάς σου ὥσπερ βέλη, κατὰ δαιμόνων ἀποστέλλων πυκνῶς, τὰς ἀστραπὰς ἐπλήθυνας, τῶν ἰάσεων Πάτερ, καὶ συνετάραξας αὐτῶν τὴν ἰσχύν.

Ἐνεργῶν τῇ κογχυλεύσει, ἐπιτοθάζοντας τοὺς δαίμονας, τῶν προσευχῶν σου μάστιγι, ἀπεδίωξας Πάτερ, πορφυρίζειν τοῖς βαφεῦσι διδούς.

Τριαδικόν.

Πάτερ Υἱὲ καὶ Πνεῦμα Ἅγιον, μία φύσις εἷς Θεὸς ἐν τρισίν, καὶ ὁ Θεὸς ἓν ἕκαστον, φῶτα καὶ φῶς ζωὴν καὶ ζωάς, ἁγίαν ἅγιον καθ’ ἕν Σε ὑμνῶ.

Θεοτοκίον.

Τῶν Ἀγγέλων ἀνωτέραν, ἐκ Σοῦ τεχθεὶς ἔδειξεν· Ὃν γὰρ ἐκεῖνοι τρέμουσιν, ὡς Θεῷ ἀτενίσαι, συναγκαλίζει ὡς Υἱόν Σου ἁγνή.

 

 

 

 

ᾨδὴ στ΄. Τὸν Προφήτην διέσωσας.

Ἡ ὑψηλὴ πολιτεία σου, οὐρανόν σε ἀνέδειξεν, ἐν τοῖς ἄστροις ὡραϊσμένον, Πάτερ τῶν θαυμάτων σου.

Ἱεραρχίας τῷ χρίσματι, καὶ εὐωδίᾳ τῶν ἔργων σου, ἐπλήρωσας τὴν οἰκουμένην, τρισμάκαρ Παρθένιε.

Ἡ σορὸς τῶν λειψάνων σου, ἐνεργοῦσα ἰάματα, ἰατρεῖον ἄμισθον Πάτερ, ὑπάρχει τῇ ποίμνῃ σου.

Τριαδικόν.

Ἐν τρισὶν ὑποστάσεσιν, μίαν φύσιν θεότητος, Πατέρα Υἱὸν καὶ τὸ Πνεῦμα, πιστοὶ προσκυνήσωμεν.

Θ

Τὴν Παρθένον ὑμνήσωμεν, ὡς ἀσπόρως κυήσασαν, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα, πρὸ πάσης τῆς κτίσεως.

 

ᾨδὴ ζ΄. Ὁ ἐν τῇ βάτῳ ὀφθείς.

Ὁ ἐγκρατείας θεσμοῖς, ἀρετῶν κανόνα δέιξας, καὶ δοχεῖον χαρισμάτων, τὸν σὸν ἱερομύστην, εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Ὁ ἀναδείξας σοφόν, ἐν γραμμάτων ἀπειρίᾳ, τὸν ὅσιον ῥητορεύειν, τὸν τῆς χάριτος Λόγον, εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Ἀγγελικῶς ἐπὶ γῆς, πολιτευσάμενος Πάτερ, ἀπροσίτοις ἀρεταῖς, ἀγλαϊζόμενος κράζεις· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Τριαδικόν.

Ἀρχὴν ἀνάρχου ἀρχῆς, τοῦ Πατρὸς Υἱὸν δοξάζων, καὶ τὸ Πνεῦμα ἀρχικόν, ἐκπορευτὸν ἀναμέλπω· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

Χαῖρε ζωῆς θησαυρέ, ἐξ οὗπερ καταπλουτοῦμεν, σωτηρίαν οἱ πτωχεύσαντες, ἐν πλήθει πταισμάτων· αἱ γενεαί Σε ἅπασαι, Μαριὰμ μακαρίζομεν.

 

ᾨδὴ η΄. Τὸν τοὺς ὑμνολόγους ἐν καμίνῳ.

Ταῖς τῶν ἀρετῶν χρωματουργίαις, ἐξεικόνισας τὸν βίον, τὴν θεοίκελον, ἀπηκριβώσω εἰκόνα τοῦ πρώτου Ἀδάμ, ἐν τούτῳ, Πάτερ ἀπολαύων, τοῦ ἀθανάτου ξύλου.

Τῷ εὐκτικῷ σου λόγῳ Πάτερ, οἱ ἐν θαλάσσῃ ἰχθύες, δαιμονικῆς ἄγρας, ἀπολυθέντες εὐθὺς ἐπανήρχοντο, ὑμνούντων, τῶν ἁλιευόντων, Χριστὸν εἰς τοὺς αἰῶνας.

Τὸ τῆς παρθενίας κλέος ἔχων, πραγματικῶς καὶ τῇ κλήσει, τοὺς ἐκπορεύοντας, εἰδωλικῶς εἰς τὸ θεῖο τῇ πίστει Χριστοῦ, ἁγνείας, ἔδειξας παρθένους, Παρθένιε τρισμάκαρ.

Τριαδικόν.

Τῆς μοναδικῆς τρία Θεότητος, πρόσωπα σέβων δοξάζω, Πατέρα ἄναρχον, καὶ Υἱὸν καὶ Πνεῦμα τὸ Ἅγιον, οὐσίαν, μίαν τε καὶ φύσιν, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Τὴν τῶν οὐρανῶν πλατυτέρα, καὶ Χερουβὶμ ὑπερτέραν, τὴν ἁγιόπρωτον, καὶ Θεονύμφευτον Κόρην Χριστοῦ τοῦ Θεοῦ, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Σὲ ἥνπερ εἶδε Μωϋσῆς

Σὲ τὸν ἐν ὄρει ἀρετῶν, ἀναβάντα νοητῶν, κἀκεῖθεν ἀστράψαντα, τὰς ἀστραπὰς τοῦ Πνεύματος, διὰ τῶν ἰάσεων, καὶ τοὺς ζοφώδεις, σκορπίσαντα δαίμονας, ὕμνοις ἱερουργὲ μεγαλύνομεν.

Σὲ τὸν μιμήσει Ἠλιού, κεκλεισμένον οὐρανόν, εὐχαῖς σου ἀνοίξαντα, καὶ ὕδασιν ὀμβρίσαντα, τῆς γῆς τὴν ξηρότητα, καὶ ταύτην θάλλειν, καρποὺς ἀναδείξαντα, ὕμνοις θαυματουργὲ μεγαλύνομεν.

Σὲ τὸν δυνάμει καὶ φωνῇ, Ἐλισσαίου τοῦ κλεινοῦ, τὸν ἄπνουν καὶ ἄφωνον, καὶ ὅλον τεθνηξόμενον, ζωώσαντα ἄνθρωπον, φωναῖς ἀπαύστοις, δοξάζοντα Κύριον, ὕμνοις ἱερουργὲ μεγαλύνομεν.

Τριαδικόν.

Φῶς καὶ ζωὴ καὶ παντουργός, ἡ τρισήλιος Μονάς, Θεός τε καὶ Κύριος, καὶ τῷ ἑνὶ λαμπόμενος, Τριὰς ἀπαστράπτομαι, τοῖς χαρακτῆρσιν, ἐν μιᾷ Θεότητι· ταύτην πάντες πιστοὶ μεγαλύνομεν.

Θεοτοκίον.

Σὲ ἣν Δαυΐδ ὁ μελῳδός, προεκήρυξε Σιών, ἐν ᾗπερ κατώκησεν, ὁ οὐρανοῖς ἀχώρητος, καὶ ἀνεδομήσατο, ἐκ τῆς σαρκός Σου, κόσμου ἱλαστήριον, ὕμνοις Μῆτερ ἁγνὴ μεγαλύνομεν.

***

 

Ἕτερος Κανών, οὗ ἡ ἀκροστιχίς: Φερώνυμον σέβω σε τῆς παρθενίας. Ἐν δὲ τοῖς Θεοτοκίοις: Γεωργίου.

ᾨδὴ α΄ Ἦχος δ΄. Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος.

Φαιδρύνει ταῖς ἀστραπαῖς τῆς χάριτος, σήμερον ἅπαντας, ἡ παμφαὴς πανήγυρις ἡμᾶς, τοῦ σοφοῦ ἱεράρχου Χριστοῦ, ὥσπερ ἀκτῖνας πέμπουσα, τὰς φωτοφόρους τῶν θαυμάτων αὐγάς.

Ἐν ὄρει τῆς ἀπαθείας Ὅσιε, διαβιβάσας τὸν νοῦν, καὶ τῶν παθῶν τὸν γνόφον ὑπελθών, τῆς ἀΰλου Παρθένιε, φωταγωγίας ἔτυχες, τῷ καθαρῷ προσομιλήσας Θεῷ.

Ῥομφαίαν πνευματικὴν σπασάμενος, ἥ ἐστι ῥῆμα Θεοῦ, τὴν τοῦ ἐχθροῦ κατέτρωσας ἰσχύν, ἱεράρχα Παρθένιε· διὸ τὰ νικητήρια, κατὰ δαιμόνων σὺ κεκλήρωσαι.

Θεοτοκίον.

Γεννήτωρ ἐν Παραδείσῳ γέγονεν, φθόνος θανάτου βροτοῖς, Ὃν γεννηθεὶς πανάχραντε ἐκ Σοῦ, ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Πατρός, μετ’ ἤχου ἐξηφάνισεν, ἀθανασίαν δοὺς τῷ γένει ἡμῶν.

ᾨδὴ γ΄. Εὐφραίνεται ἐπὶ Σοί.

Ὡς φοῖνιξ ἀνθοφορῶν, τὰς ἀρετὰς ἐπὶ τῆς γῆς Ὅσιε, ἀθανασίας καρπούς, ἐν τοῖς οὐρανοῖς ἐθησαύρισας.

Ναόν σε πᾶσι Θεοῦ, ἡ ἐνοικήσασα ἐν Σοὶ ἔδειξε, χάρις Αὐτοῦ Ὅσιε, δι’ ἧς ἐδοξάσθης Παρθένιε.

Ὑπέρτιμον ἐκ Θεοῦ, ἱεραρχίας κοσμηθεὶς ἔνδυμα, ἱερουργὸς ἄξιος, τῆς Αὐτοῦ ἐδείχθης χρηστότητος.

Θεοτοκίον.

Ἐῤῥάγη τὸ τῆς ἀρᾶς, ἡμῶν μεσότοιχον ἁγνὴ Δέσποινα, τῷ ὑπὲρ νοῦν τόκῳ Σου, καὶ τῇ θείᾳ φύσει συνήφθημεν.

 

ᾨδὴ δ΄. Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία.

Μυστηρίων ἀποῤῥήτων κατατρυφήσας, τῶν τοῦ Θεοῦ τρισμάκαρ, ἐμυήθης ἐνθέως, τὰ Αὐτοῦ ἀπόκρυφα· διὸ καὶ τῆς γνώσεως, ποταμοὺς Παρθένιε ἔβλυσας.

Ὅλος ἤρθης θεοφόρε τῇ διανοίᾳ, πρὸς οὐρανὸν ἐνθέως, καὶ δόξαν κατεῖδες, νοητῶς τὴν ἄῤῥητον· διὸ καὶ ἰσάγγελος, ἐπὶ γῆς ἐδείχθης Παρθένιε.

Νόμον θέμενος μελέτημα ἐν καρδίᾳ, τὸν τοῦ Θεοῦ πανσόφως, ἐδείχθης θεόφρον, ξύλον πιαινόμενον, τοῖς λόγοις τοῦ Πνεύματος, καὶ ταῖς ἐνεργείαις Παρθένιε.

Συνευφραίνεται Ἀγγέλοις τὰ ὑπὲρ νοῦν σου, ὁρῶσα πᾶσα κτίσις, τελούμενα Πάτερ, ἱερὰ τεράστια· διὸ καὶ τὸν αἴτιον, τούτων ἀνυμνεῖ ὡς Θεὸν δυνατόν.

Θεοτοκίον.

Ὡς παράδοξα καὶ ἄῤῥητα Θεοτόκε, τὰ τοῦ καινοῦ Σου τόκου, ἀληθῶς ὑπάρχει, ξένα καὶ ἐξαίσια, ἐν οἷς ἡ διάνοια, καὶ ὁ νοῦς ἡττᾶται πανάχραντε.

 

ᾨδὴ ε΄. Σὺ Κύριέ μου φῶς.

Ἐχρίσθης ἀληθῶς, τῷ ἐλαίῳ τοῦ Πνεύματος, Παρθένιε κατ’ ἀξίαν, λειτουργῶν τῷ Κυρίῳ, τῷ δόξῃ σε κοσμήσαντι.

Βυθὸν διερευνῶν, τῆς Γραφῆς παναοίδιμε, πολύτιμον μαργαρίτην, τὸν Χριστὸν ἀνελέξω, Ὃν τῇ ποίμνῃ διένειμας.

Ὡς ἔχων ἐκ Θεοῦ, τὴν ἀκένωτον χάριν σοφέ, παράδοξα ἀναβλύζεις, τὰ θαυμάσια πᾶσιν, θαυματουργὲ Παρθένιε.

Θεοτοκίον.

Ῥομφαῖαι τοῦ ἐχθροῦ, νῦν εἰς τέλος ἐξέλιπον, τεκούσης Σου Θεὸν Λόγον, ὑπὲρ νοῦν τε καὶ λόγον, Παρθένε ἀπειρόγαμε.

 

 

 

 

ᾨδὴ στ΄. Θύσω Σοι, μετὰ φωνῆς.

Σαλπίζει, τῇ οἰκουμένῃ πάσῃ Παρθένιε, ὁ θεοφόρος σου βίος, τῶν τερπνῶν θαυμάτων καὶ χαρισμάτων, ἀοίδιμε, τὰ παράδοξα φθόγγῳ τοῦ Πνεύματος.

Ἔῤῥανας, υἱοθεσίας ὕδωρ τῇ ποίμνῃ σου, τῆς ἀσεβείας τοῦ λύθρου, ἀποσμήχων ταύτην ταῖς διδαχαῖς σου, καὶ φωτίζων, τῷ τῆς χάριτος φέγγει Παρθένιε.

Τῷ κύτει, ὡς ἐν πελάγει ὄντως τῆς χάριτος, τῶν ἀκαθάρτων πνευμάτων, τοὺς τριστάτας Πάτερ καταποντίζων, ἀποπνίγεις, κραταιῶς ἐν ἰσχύϊ τοῦ Πνεύματος.

Θεοτοκίον.

Γνώσεως, ἀκηράτου καρπὸν ἀνεβλάστησας, Θεοκυῆτορ τῷ κόσμῳ, ἀειζώου πρόξενον ἀφθαρσίας, δεικνύμενον, τοῖς ἐν πίστει καὶ πόθῳ ὑμνοῦσί Σε.

 

ᾨδὴ ζ΄. Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι

Ἡ τοῦ Πνεύματος, ἐν σοὶ σκηνώσασα θεία χάρις σοφέ, οἶκον, καὶ ναόν σε δόξης πνευματικόν, κατασκεύασε Παρθένιε, ἐν ᾧ Πατὴρ Υἱός, καὶ αὐτὸς ὁ Παράκλητος ᾤκησεν.

Στολὴν ἔνθεον, τῶν ἀρετῶν κοσμούμενος Ὅσιε, ἔνδον, τῶν Ἁγίων ὤφθης θεοπρεπῶς, λειτουργὸς ἀξιοθαύμαστος· διὸ τετίμησαι, τὰς ἐμφάσεις Θεοῦ εἰσδεχόμενος.

Πυρὶ τῷ θείῳ, τῆς ἀσεβείας ἔφλεξας Ὅσιε, πᾶσαν, ἀκανθώδη πλάνην ἐπὶ τῆς γῆς, καὶ κατέσπειρας τῇ ποίμνῃ σου, θεία διδάγματα, καὶ ἀξίους καρποὺς εἰσκομίζοντα.

Ἀγκίστρῳ γλώσσης, ἐκ τοῦ βυθοῦ τῆς πλάνης Παρθένιε, πάλαι, τὴν σὴν ποίμνην εἵλκυσας πρὸς ζωήν, νῦν δὲ Πάτερ τῇ πρεσβείᾳ σου, ἀγεύεις ἅπαντα, τῶν ἰχθύων τὰ γένη τῇ χάριτι.

Θεοτοκίον.

Εἶδον Ἄγγελοι, Θεοκυῆτορ ξένα τῷ τόκῳ σου· φύσιν, τὴν φθαρτὴν τοῦ γένους τοῦ χοϊκοῦ, πρὸς ἀκήρατον καὶ ἄφθαρτον, παλινδρομήσασαν, κατοικίαν καὶ δόξαν οὐράνιον.

 

ᾨδὴ η΄. Χεῖρας ἐκπετάσας Δανιήλ.

Ῥάβδῳ τῇ τῆς πίστεως σοφέ, τοὺς τῶν ἑλλήνων βωμούς, καταστρεψάμενος, ναοὺς ἀνήγειρας Ὅσιε, τῷ Πατρὶ καὶ τῷ Θεῷ ἡμῶν, ἐν οἷς θυσίας καθαράς, προσῆγες ψάλλων Αὐτῷ· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Θῦμα εὐωδέστατον σεαυτόν, ολοκαυτώσας σοφέ, τῆς ἐγκρατείας πυρί, ὀσμὴν ἀνέπεμψας ἄμωμον, εἰς τὸ θεῖον καὶ ἀπρόσιτον, θυσιαστήριον Θεοῦ, ψάλλων Παρθένιε· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ἔχων θείαν χάριν ἐκ Θεοῦ, Πάτερ Παρθένιε, βρύεις ἰάματα, τοῖς προσιοῦσί σοι Ὅσιε, ἐκκαθαίρων τὰ νοσήματα, καὶ ἀπελαύνων κραταιῶς, δαιμόνων σύστημα, τὸν αἴτιον, τούτων ὑμνεῖν ὡς Θεὸν ἐκδιδάσκων ἀεί.

Θεοτοκίον.

Ὁ φύσει ἀπρόσιτος παντί, Υἱὸς καὶ Λόγος Θεοῦ, ἐν Σοὶ σκηνώσας ἁγνή, καὶ ἐνδυσάμενος ἄχραντε, τὸ ἡμέτερον ὡς εὔσπλαγχνος, ὤφθη εὐπρόσιτος σαρκί, καὶ συνεστράφη ἡμῖν· διὰ τοῦτο, πόθῳ πολλῷ Σε ὑμνῶ καὶ αἰνῶ καὶ τιμῶ.

 

ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος ὄρους.

Νάματα θαυμάτων ὀμβρίζων, ἱεροφάντορ τοῖς ἐν κόσμῳ, πᾶσαν τῶν παθῶν τὴν φλογώδη, δροσίζει Πάτερ κάμινον χάριτι, τοῦ Παναγίου Πνεύματος, οὗ ἀνεδείχθης μύστης ἄξιος.

Ἰλὺν ἀποθέμενος ὄντως, τῶν σαρκικῶν παθῶν τρισμάκαρ, ὅλον σεαυτὸν θεοφόρε, πρὸς θειοτέραν μετεστοιχείωσας, ζωὴν καὶ λῆξιν ἄϋλον, ἐν ᾗ χορεύων ἐποπτεύεις ἡμᾶς.

Ἄνθη νοητὰ θεοφόρε, ὡς ἐν λειμῶνι ἀκηράτῳ, ἐν τῇ παναγίᾳ σου μνήμῃ, τὰ τῶν θαυμάτων κάλλη δρεπόμενοι, ποικιλόπλοκον στέφανον, τὰς ἐνεργείας περιφέρομεν.

Σὺ παραδραμὼν ἐν τῷ κόσμῳ, καὶ οὐρανίοις θεοφόρε, σὺν ταῖς Ἀσωμάτοις χορείαις, περιχορεύων Πάτερ Παρθένιε, ὑπὲρ ἡμῶν ἱκέτευε, τῶν ἐκτελούντων τὴν σὴν μνήμην πιστῶς.

Θεοτοκίον.

Ὑμνῶ Σου τὴν χάριν Παρθένε, καὶ μεγαλύνω Σου τὴν δόξαν· Σὺ γὰρ φωτισμὸς τῆς ψυχῆς μου, ὑπάρχεις ὄντως καὶ ἡ παράκλησις, ἡ ταχινὴ βοήθεια, ἡ σωτηρία καὶ ἀντίληψις.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΠΑΡΑΚΛΗΣΙΣ

 

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὡς Ἱεράρχης τοῦ Χριστοῦ θεοφόρος, πλουσίαν χάριν παρ’ Αὐτοῦ ἐκομίσω, τοῦ ἐνεργεῖν παράδοξα Παρθένιε· ὅθεν ταῖς πρεσβείαις σου, πολυτρόπων κινδύνων, καὶ παντοίων θλίψεων, καὶ δαιμόνων μανίας, φύλαττε Πάτερ ἅπαντας ἡμᾶς, τοὺς σὲ μεσίτην, πρὸς Κύριον ἔχοντας.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

 

 

 

 

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Παθῶν, Παρθένιε, ἡμᾶς ῥῦσαι. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.

Παθῶν ἀνηκέστων ταῖς προσβολαῖς, θλιβόμενος Πάτερ, τῇ θερμῇ σου ἐπισκοπῇ, προστρέχω δεόμενος ῥυσθῆναι, τῆς χαλεπῆς με Παρθένιε θλίψεως.

γγέλων συνόμιλος γεγονώς, δαιμόνων κακίας, καὶ ἁπάσης ἐπιβουλῆς, ἡμᾶς ἀνωτέρους διατήρει, ταῖς σαῖς πρεσβείαις Παρθένιε Ὅσιε.

Θεράπευσον Πάτερ ὡς συμπαθής, ἡμῶν τὴν ὀδύνην, τὴν συνέχουσαν τὴν ζωήν, ἡμῶν Ἱεράρχα καὶ εἰρήνην, αἴτει ἡμῖν καὶ πταισμάτων συγχώρησιν.

Θεοτοκίον.

ς Μήτηρ τοῦ πάντων Δημιουργοῦ, καὶ πάντων προστάτις, Θεοτόκε Χριστιανῶν, προστάτευε πάντοτε Παρθένε, τῶν ἀδιστάκτῳ ψυχῇ προσιόντων Σοι.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Νοσημάτων ποικίλων καὶ χαλεπῶν θλίψεων, ὥσπερ ἐλυτρώσω θεόφρον, τοὺς προσιόντας σοι, οὕτως ἀπάλλαξον, πάσης ἀνάγκης καὶ λύπης, Ἅγιε Παρθένιε, τοὺς σὲ γεραίροντας.

Πῦρ ὁ λόγος σου ὤφθη ὡς ἀληθῶς Ὅσιε, φλέγων τῶν δαιμόνων τὰ σμήνη, δυνάμει κρείττονι· ὅθεν κατάφλεξον, τὴν τῶν παθῶν ἡμῶν ὕλην, ἄνθραξι Παρθένιε, τῆς προστασίας σου.

περίτρεπτον τεῖχος καὶ ἀῤῥαγὲς ἔρεισμα, καὶ καταφυγὴ ἐν ἀνάγκαις, καὶ περιστάσεσι, γενοῦ Παρθένε, τοῖς ὁλοτρόπῳ καρδίᾳ, σπεύδουσιν ἑκάστοτε, τῇ ἀντιλήψει σου.

Θεοτοκίον.

άβδος ὤφθης ἁγία ἄνθος Χριστὸν φέρουσα, ὥσπερ Ἡσαΐας προέφη, Ἁγίῳ Πνεύματι, Κόρη πανύμνητε· διὸ τῇ Σῇ εὐωδίᾳ, τὸ δυσῶδες σκέδασον, τῆς διανοίας μου.

Διάσωσον, θαυματουργὲ Ἱεράρχα πάσης ἀνάγκης, καὶ μανίας τοῦ πονηροῦ πολεμήτορος, τοὺς σὲ τιμῶντας Παρθένιε θεοφόρε.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Λαμψάκου ποιμὴν ἐδείχθης ἐνθεώτατος, καὶ πάντας σοφὲ ἐξέπληξας τοῖς θαύμασι· καὶ νῦν Πάτερ προΐστασο, τῶν θερμῶς προσιόντων τῇ σκέπῃ σου, καὶ τὸν Σωτῆρα δυσώπει ἀεί, διδόναι ἡμῖν πταισμάτων ἄφεσιν.

 

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Θείαν χάριν δεξάμενος, οἷάπερ θεράπων Χριστοῦ θερμότατος, ἀπαλλάττειν τὴν ζωὴν ἡμῶν, Πάτερ μὴ ἐλλίπῃς πάσης θλίψεως.

πωδύνων κακώσεων, λύτρωσαι Παρθένιε τῇ πρεσβείᾳ σου, τοὺς προστάτην καὶ μεσίτην σε, κεκτημένους Πάτερ πρὸς τὸν Κύριον.

Νεκρωθέντας ὡς ἤγειρας, τῇ ζωοποιῷ ἐντεύξει σου Ὅσιε, οὕτω ζώωσον Παρθένιε, νεκρωθεῖσαν Πάτερ τὴν καρδίαν σου.

Θεοτοκίον.

ησοῦν τὸν πανάγαθον, Ὃν ἀκαταλήπτως Κόρη ἐκύησας, καθικέτευε δωρήσασθαι, τῶν πλημμελημάτων ἡμῖν ἄφεσιν.

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

χοντες τὴν σήν, προστασίαν οὐ πτοούμεθα, τῶν δαιμόνων καθ’ ἡμῶν τὰς προσβολάς· διὰ τοῦτό σοι προστρέχομεν Παρθένιε.

στραψας ὡς φῶς, καὶ ἀκτῖσι τῶν θαυμάτων σου, διαλύεις τὴν σκοτόμαιναν ἀεί, τῶν παθῶν ἡμῶν Παρθένιε πανθαύμαστε.

Μέγας ἀρωγός, ἀνεδείχθης ἡμῶν Ἅγιε· διὰ τοῦτο σοῦ δεόμεθα θερμῶς· ἐξελοῦ ἡμᾶς στενώσεων καὶ θλίψεων.

Θεοτοκίον.

χραντε ἁγνή, Θεοτόκε ἀειπάρθενε, ἐξελοῦ ἡμᾶς παντοίων πειρασμῶν, οἷα Μήτηρ τοῦ Θεοῦ ἡμῶν φιλάγαθος.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

Σωμάτων, ἴασαι Πάτερ τοὺς πόνους, τῶν πρὸς σὲ μετὰ σπουδῆς προσιόντων, καὶ τῶν ψυχῶν, ἀθυμίας τὸ βάρος, τὸ καταθλῖβον ἡμᾶς ἐπικούφισον, Παρθένιε θαυματουργέ, τῇ θερμῇ σου πρεσβείᾳ πρὸς Κύριον.

υσθῆναι, τῆς τοῦ ἐχθροῦ κακουργίας, καὶ ἁπάσης ἀπειλῆς καὶ μανίας, καὶ πικροτάτων ἡμᾶς συμπτωμάτων, Χριστὸν δυσώπει παμμάκαρ Παρθένιε· ὅτι μεγίστην πρὸς Αὐτόν, παῤῥησίαν πλουτεῖς ἱερώτατε.

πάρχων, θεοειδὴς Ἱεράρχης, ἀνεδείχθης τῶν πασχόντων προστάτης, καὶ θλιβομένων θερμὸς ἀντιλήπτωρ, καὶ ἐλατὴρ τῶν δαιμόνων Παρθένιε· διὸ τῆς σῆς δίδου ἡμῖν, ἀρωγῆς καθ’ ἑκάστην τὰς χάριτας.

Θεοτοκίον.

Σὲ πάντες, καταφυγὴν ἐν ἀνάγκαις, καὶ βοήθειαν Παρθένε πλουτοῦντες, πάσης ἀνάγκης ἐν βίῳ καὶ ζάλης, τῇ χάριτί Σου ταχέως λυτρούμεθα, Θεοκυῆτορ Μαριάμ· διὰ τοῦτο ἀεὶ Σὲ δοξάζομεν.

Διάσωσον, θαυματουργὲ Ἱεράρχα πάσης ἀνάγκης, καὶ μανίας τοῦ πονηροῦ πολεμήτορος, τοὺς σὲ τιμῶντας Παρθένιε θεοφόρε.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

 

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Τοῖς τῶν θαυμάτων σου Πάτερ πυρσεύμασιν, ἀποδιώκεις παθῶν τὴν σκοτόμαιναν, καὶ ῥῶσιν καὶ χάριν οὐράνιον, καὶ εὐφροσύνην παρέχεις Παρθένιε, ἡμῖν τοῖς ἐκ πόθου τιμῶσί σε.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Ματθαῖον. Κεφ.  10:1, 10:5-8

Τῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος ὁ ᾿Ιησοῦς τοὺς δώδεκα Μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτὰ, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ ᾿Ιησοῦς, παραγγείλας αὐτοῖς λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε. Πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου ᾿Ισραήλ. Πορευόμενοι δὲ κηρύσσετε, λέγοντες· Ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.

Δόξα: Ταῖς τοῦ Ἱεράρχου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...

Θαύμασιν ἐκόσμησας, τὴν σὴν ζωὴν Ἱεράρχα, καὶ πολλοὺς διέσωσας, λύμης τοῦ ἀλάστορος ὡς φιλάγαθος· δαψιλῶς πᾶσι γάρ, νέμεις τὰς ἰάσεις· διὰ τοῦτό σου δεόμεθα· ἴασαι Ἅγιε, τῆς ψυχῆς ἡμῶν τὴν κατήφειαν, καὶ ἄχθος τὸ τῶν θλίψεων, θᾶττον ἀφ’ ἡμᾶς διασκέδασον, εἰρήνην παρέχων, ἡμῖν καὶ εὐφροσύνην ἀληθῆ, Πάτερ παμμάκαρ Παρθένιε, ταῖς σαῖς ἀντιλήψεσι.

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

καθάρτων πνευμάτων ὡς καθεῖλες παμμάκαρ πᾶσαν τὴν δύναμιν, οὕτω τῆς ἐπηρείας, αὐτῶν τῆς ὀλεθρίου, ἀσινεῖς διαφύλαττε, Παρθένιε θαυμαστέ, τοὺς σὲ ὑμνολογοῦντας.

λασμὸν ἡμῖν αἴτει καὶ δεινῶν συντριμμάτων τὴν ἐπανόρθωσιν, καὶ βίου εὐπραγίαν, καὶ πᾶσαν εὐλογίαν, ἐκ Θεοῦ Πάτερ Ὅσιε, τοῖς προσιοῦσιν ἀεί, τῇ σῇ σεπτῇ πρεσβείᾳ.

Γεωργεῖν μετανοίας τοὺς καρπούς με ἐνίσχυσον Πάτερ Ὅσιε, ὡς ἂν τῆς ἁμαρτίας, ἐκφύγω τὴν ἀπάτην, καὶ ζωῆς τύχω κρείττονος, Παρθένιε ἱερέ, διὰ τῶν πρεσβειῶν σου.

Θεοτοκίον.

ν ἀγκάλαις κρατοῦσα, ὥσπερ νήπιον Κόρην τὸν ἀπερίληπτον, χειρῶν με τοῦ βελίαρ, ἀπάλλαξον ἐν τάχει, καὶ Θεῷ με οἰκείωσαι, δι’ ἐναρέτου ζωῆς, Παρθένε Θεοτόκε.

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

ῦσαί με Πάτερ, τῆς τοῦ ἐχθροῦ δυναστείας, καὶ καταύγασον φωτὶ τῆς μετανοίας, τὴν ἀμαυρωθεῖσαν, Παρθένιε ψυχήν μου.

πὸ σκανδάλων, καὶ μαγγανείας καὶ πλάνης, διαφύλαττε Παρθένιε ἀτρώτους, τοὺς ἐπιζητοῦντας, τὴν σὴν ἐπιστασίαν.

Σωματικῶν με, καὶ ψυχικῶν νοσημάτων, τήρει ἄτρωτον Παρθένιε παμμάκαρ, ὁ καρκίνου πάθος, τῷ λόγῳ θεραπεύσας.

Θεοτοκίον.

ασαι Κόρη, τὴν ἀσθενοῦσαν ψυχήν μου, δεινοῖς πάθεσι καὶ πλείσταις ἁμαρτίαις, ἵνα Σε δοξάζω, τὴν Κεχαριτωμένην.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Μεγίστων θαυμασίων, αὐτουργὸς ὑπάρχων, μὴ διαλίπῃς παρέχειν ἑκάστοτε, ἑνὶ ἑκάστῳ Παρθένιε τὰ αἰτήματα.

 θεῖος τῆς Λαμψάκου, καὶ κλεινὸς ποιμάντωρ, θαυματουργὲ Ἱεράρχα Παρθένιε, ὑπὲρ ἡμῶν τὴν Τριάδα ἀεὶ ἱκέτευε.

ψίστου νῦν τῷ θρόνῳ, παρεστὼς παμμάκαρ, ἱκετηρίους ἀπαύστως προσάγαγε, ὑπὲρ ἁπάντων δεήσεις τῶν εὐφημούντων σε.

Θεοτοκίον.

Ὑπέρτερον τὸν νοῦν μου, δεῖξον τῶν γηΐνων, ὡς ὑπερτέρα ἁπάσης τῆς κτίσεως, Θεοκυῆτορ Παρθένε ἵνα δοξάζω Σε

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Χαίροις τῆς Λαμψάκου θεῖος πυρσός, ὁ καταπυρσεύων, ἐν τοῖς θαύμασι πᾶσαν γῆν· χαίροις ὁ διώκων, παθῶν καὶ νοσημάτων, καὶ τῶν δαιμόνων ζόφον, Πάτερ Παρθένιε.

Θεῖος ἀνεδείχθης Ἀρχιερεύς, λαμπρότητι βίου, διαλάμπων ἀπὸ παιδός, καὶ τοῖς θαύμασί σου, πολλοὺς εὐεργετήσας, ἀξίως ἐδοξάσθης, Πάτερ Παρθένιε.

Ῥῦσαι μαγγανείας τῆς χαλεπῆς, καὶ πάσης μαγείας, ἐνεργείᾳ τῇ τοῦ ἐχθροῦ, καὶ ἄτρωτον τήρει, ἡμῶν τὸν βίον Πάτερ, ἐκ πάσης ἐπηρείας, τοῦ παναλάστορος.

Νόσους θεραπεύεις ὀδυνηράς, καὶ καρκίνου πάθος, ἰασάμενος συμπαθῶς, δίδου ἡμῖν ῥῶσιν, ἐν βίῳ καὶ ὑγείαν, Παρθένιε παμμάκαρ, τῇ ἀντιλήψει σου.

Χαίροις Ἀποστόλων ὁ μιιμητής, καὶ Ἀρχιερέων, ἐγκαλλώπισμα ἱερόν· χαίροις τῶν θαυμάτων, ἡ πολυχεύμων κρήνη, Παρθένιε παμμάκαρ, ἡμῶν βοήθεια.

Μὴ ἐλλίπῃς Πάτερ ἐκδυσωπεῖν, τὸν πάντων Δεσπότην, τοῦ διδόναι ἡμῖν ἀεί, ἄφεσιν πταισμάτων, καὶ πᾶσαν εὐπραγίαν, Παρθένιε παμμάκαρ, ὡς συμπαθέστατος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Θεῖος Ἱεράρχης πεφηνώς, καὶ θαυμάτων πλήθει ἐμπρέψας, Πάτερ Παρθένιε, πάσης περιστάσεως, καὶ ἀλγηδόνος πικρᾶς, καὶ δαιμόνων κακώσεως, καὶ δολοπλοκίας, καὶ μαγείας λύτρωσαι, τοὺς προσιόντας σοι· ἔχεις γὰρ πολλὴν παῤῥησίαν, πρὸς τὸν Βασιλέα τῶν ὅλων, ἐκπληροῦν ἁπάντων τὰ αἰτήματα.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Δι’ εὐχῶν.

 ΠΗΓΗ

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου