Ζ' ΚΑΙ Η' ΩΔΗ ΤΟΥ ΚΑΝΟΝΟΣ ΤΗΣ
ΑΝΑΣΤΑΣΕΩΣ
ΟΡΘΟΔΟΞΗ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗ ΒΥΖΑΝΤΙΝΗ ΧΟΡΩΔΙΑ (Ο.Ε.ΒΥ.Χ.) Διδασκαλία - διεύθυνση: ΜΙΧΑΛΗΣ ΜΑΚΡΗΣ.
Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος,
γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει
εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Γυναῖκες μετὰ μύρων θεόφρονες, ὀπίσω
σου ἒδραμον, ὃν δὲ ὡς θνητόν, μετὰ δακρύων ἐζήτουν, προσεκύνησαν χαίρουσαι ζῶντα
Θεόν, καὶ Πάσχα τὸ μυστικὸν σοῖς Χριστὲ Μαθηταῖς εὐηγγελίσαντο.
Θανάτου ἑορτάζομεν νέκρωσιν ᾋδου
τὴν καθαίρεσιν, ἄλλης βιοτῆς, τῆς αἰωνίου ἀπαρχήν, καὶ σκιρτῶντες ὑμνοῦμεν τὸν
αἴτιον, τὸν μόνον εὐλογητὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.
Ὡς ὄντως ἱερὰ καὶ πανέορτος, αὕτη
ἡ σωτήριος, νὺξ καὶ φωταυγής, τῆς λαμπροφόρου ἡμέρας, τῆς Ἐγέρσεως οὖσα
προάγγελος, ἐν ᾗ τὸ ἄχρονον φῶς, ἐκ τάφου σωματικῶς πᾶσιν ἐπέλαμψεν.
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ
θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου
καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
ᾨδὴ η’ 2:51
Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ
μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ
πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
Δεῦτε τοῦ καινοῦ τῆς ἀμπέλου
γεννήματος τῆς θείας εὐφροσύνης, ἐν τῇ εὐσήμῳ ἡμέρᾳ τῆς ἐγέρσεως, βασιλείας τε
Χριστοῦ κοινωνήσωμεν, ὑμνοῦντες αὐτόν, ὡς Θεόν εἰς τοὺς αἰῶνας.
ᾎρον κύκλῳ τοὺς ὀφθαλμούς σου Σιὼν
καὶ ἴδε, ἰδοὺ γὰρ ἥκασί σοι, θεοφεγγεῖς ὡς φωστῆρες, ἐκ δυσμῶν καὶ βοῤῥᾶ, καὶ
θαλάσσης, καὶ ἑῴας τὰ τέκνα σου ἐν σοὶ εὐλογοῦντα, Χριστὸν εἰς τοὺς αἰῶνας.
Πάτερ παντοκράτορ, καὶ Λόγε, καὶ
Πνεῦμα, τρισὶν ἑνιζομένη, ἐν ὑποστάσεσι φύσις, ὑπερούσιε καὶ ὑπέρθεε εἰς σὲ
βεβαπτίσμεθα, καὶ σὲ εὐλογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν,
προσκυνοῦμεν τὸν Κύριον.
Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ
μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ
πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου