(Μὲ τροποποίηση τοῦ κειμένου σὲ πληθυντικὸ πρόσωπο).
Ψαλλομένη ὑπὸ ἑπτὰ Ἱερέων, ἐν Ἐκκκλησίᾳ ἢ ἐν Οἴκῳ.
Συναχθέντων τῶν ἑπτὰ Πρεσβυτέρων προτίθεται ἐν μέσῳ τετράπους καὶ ἐπάνω αὐτοῦ ἡ εἰκὼν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἢ τῆς Δεσποίνης ἡμῶν Θεοτόκου ἢ ἅλλη τις, σκεῦός τι ἔχον σῖτον ἢ ἄλευρον, καὶ ἐν τῷ μέσῳ τοῦ σίτου τίθεται κανδήλα μετὰ οἴνου καὶ ἐλαίου, καὶ ἄρχεται ἡ Ἀκολουθία.
Ὁ πρῶτος τῇ τάξει τῶν Ἱερέων
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ΄)
Δόξα... καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα... καὶ νῦν...
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κύριε ἐλέησον. (ιβ΄)
Δόξα... καὶ νῦν...
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ Βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ Βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ τῷ Βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Ψαλμὸς 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου
καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν
ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου
ἐμνήσθην ἡμερῶν ἀρχαίων ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων
διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι
ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον
ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι Κύριε ὁδὸν ἐν ᾗ πορεύσομαι ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου
ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε πρὸς σὲ κατέφυγον
δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ
ἕνεκεν τοῦ ὀνόματός σου Κύριε ζήσεις με ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου
καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθα Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν συμπαρόντων καὶ συμπροσευχομένων πατέρων καὶ ἀδελφῶν ἡμῶν καὶ ὑπὲρ τοῦ ἐλθεῖν ἐπ’ αὐτοὺς τὴν χάριν τοῦ Ἁγίου σου Πνεύματος.
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἀλληλούϊα, Ἀλληλούϊα. Ἀλληλούϊα.
Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.
Ἀλληλούϊα, Ἀλληλούϊα. Ἀλληλούϊα.
Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι.
Ἀλληλούϊα, Ἀλληλούϊα. Ἀλληλούϊα.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα...
Κύριε, ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν, μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν, ἀλλ’ ἐπιβλέψον καὶ νῦν, ὡς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν...
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.
Ψαλμὸς 50
Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου
ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με
ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντὸς
σοὶ μόνω ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε
ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου·
ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι
ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα
ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον
καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου
μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιόν μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ
ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με
διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι
ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου
Κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου
ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις
θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει
ἀγάθυνον Κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ
τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα, τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους
Ο ΚΑΝΩΝ
ᾨδὴ α΄ Ἦχος δ΄. Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος. ΤΟ ΑΚΟΥΤΕ
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους Σου.
Ἐλαίῳ τῆς εὐσπλαγχνίας Δέσποτα, ὁ ἱλαρύνων ἀεί, ψυχὰς ὁμοῦ καὶ σώματα βροτῶν, καὶ φρουρῶν ἐν Ἐλαίῳ πιστούς· Αὐτὸς καὶ νῦν οἰκτείρησον, τοὺς δι’ Ἐλαίου προσιόντας Σοι.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους Σου.
Ὑπάρχει σου τοῦ ἐλέους Δέσποτα, πλήρης ἡ σύμπασα γῆ· ὅθεν Ἐλαίῳ θείῳ μυστικῶς, οἱ χριόμενοι σήμερον, τὸν ὑπὲρ νοῦν σου ἔλεον, πιστῶς αἰτοῦμέν Σε δοθῆναι ἡμῖν.
Δόξα…
Χρισμόν Σου τὸν ἱερὸν Φιλάνθρωπε, ὁ Ἀποστόλοις τοῖς Σοῖς, ἐπ’ ἀσθενοῦσι δούλοις σου τελεῖν, συμπαθῶς ἐντειλάμενος, ταῖς δι’ αὐτῶν ἐντεύξεσι, πάντας σφραγῖδί Σου ἐλέησον.
Καὶ νῦν…
Ἡ μόνη, τὸ τῆς εἰρήνης πέλαγος, Ἁγνὴ πλουτήσασα, ταῖς πρὸς Θεὸν πρεσβείαις σου ἀεί, νοσημάτων καὶ θλίψεων, τοὺς σοὺς οἰκέτας λύτρωσαι, ὅπως ἀπαύστως μεγαλύνωσί σε.
ᾨδὴ γ'. Εὐφραίνεται ἐπὶ σοί. ΤΟ ΑΚΟΥΤΕ
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους Σου.
Σὺ μόνος ὢν θαυμαστός, καὶ ἐν ἀνθρώποις τοῖς πιστοῖς ἵλεως, τοῖς ἀσθενοῦσι δεινῶς, δὸς Χριστὲ τὴν Χάριν Σου ἄνωθεν.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους Σου.
Ἐλαίας κάρφος ποτέ, πρὸς ἀνοχὴν κατακλυσμοῦ Θείᾳ Σου, δείξας ῥοπῇ Κύριε, σῶσον ἐν ἐλέει τοὺς κάμνοντας.
Δόξα...
Λαμπάδι θείᾳ φωτός, ἐν τῷ ἐλέει Σου Χριστὲ φαίδρυνον, τοὺς ἐν τῇ χρίσει καὶ νῦν, πίστει τοῦ ἐλέους Σου σπεύδοντας.
Καὶ νῦν...
Ἐπίβλεψον εὐμενῶς, Μήτηρ τοῦ πάντων Ποιητοῦ ἄνωθεν, καὶ τὴν πικρὰν κάκωσιν, λῦσον τοὺς νοσοῦντας πρεσβείαις σου.
Κάθισμα
΄Ἠχὸς πλ. δ΄. Αὐλῶν ποιμενικῶν. ΤΟ ΑΚΟΥΤΕ
Ὡς θεῖος ποταμός, τοῦ ἐλέους ὑπάρχων, ὡς ἄβυσσος πολλῆς, συμπαθείας Οἰκτίρμον, δεῖξον τοῦ Σοῦ ἐλέους τὰ θεῖα ῥεῖθρα, καὶ πάντας ἴασαι· βλῦσον τάς τῶν θαυμάτων πηγὰς ἀφθόνως, καὶ πλῦνον ἅπαντας· Σοὶ γὰρ ἀεὶ προστρέχοντες θερμῶς, τὴν Χάριν ἐξαιτούμεθα.
Ἕτερον
΄Ἠχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. ΤΟ ΑΚΟΥΤΕ
Ὁ ἰατρὸς καὶ βοηθὸς τῶν ἐν πόνοις, ὁ Λυτρωτής τε καὶ Σωτὴρ τῶν ἐν νόσοις, Αὐτὸς τῶν ὅλων Δέσποτα καὶ Κύριε, δώρησαι τὴν ἴασιν, τοῖς νοσοῦσί σου δούλοις, οἴκτειρον ἐλέησον, τοὺς πολλὰ ἐπταικότας, καὶ τῶν σφαλμάτων λύτρωσαι Χριστέ, ὅπως δοξάζωσι τὴν Θείαν σου δύναμιν.
ᾨδὴ δ' Ἐπαρθέντα σε ἰδοῦσα. ΤΟ ΑΚΟΥΤΕ
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους Σου.
Ἀδιάφθορον ὡς μύρον Σωτὴρ ὑπάρχων, τὸ κενωθὲν ἐν χάριτι, καὶ κόσμον καθαῖρον, οἴκτειρον, ἐλέησον τοὺς τῇ θείᾳ πίστει Σου, μώλωπας σαρκὸς ἐπαλείφοντας.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους Σου.
Ἱλαρότητι σφραγῖδος τοῦ Σου ἐλέους, νῦν τάς αἰσθήσεις Δέσποτα, σφραγίσας Σοῖς δούλοις, ἄβατον, ἀπρόσιτον, τὴν εἴσοδον ποίησον, πάσαις ἐναντίαις δυνάμεσιν.
Δόξα...
Ὁ προσκαλεῖσθαι κελεύων τοὺς ἀσθενοῦντας, ἱερουργοὺς ἐνθέους Σου, καὶ τούτων ἐντεύξει, καὶ χρίσει Ἐλαίου Σου, Φιλάνθρωπε σῴζεσθαι, σῶσον Σῷ ἐλέει τοὺς κάμνοντας.
Καὶ νῦν...
Θεοτόκε ἀειπάρθενε Παναγία, σκέπη στερρὰ καὶ φύλαξ μου, λιμήν τε καὶ τεῖχος, κλῖμαξ καὶ προπύργιον, ἐλέησον οἴκτειρον· πρὸς σὲ γὰρ καὶ μόνην κατεφύγομεν.
ᾨδὴ ε'. Σὺ Κύριέ μου φῶς. ΤΟ ΑΚΟΥΤΕ
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους Σου.
Ὑπάρχων Ἀγαθέ, τοῦ ἐλέους ἡ ἄβυσσος, ἐλέησον Ἐλεῆμον, σοῦ τῷ θείῳ Ἐλαίῳ, τοὺς κάμνοντας ὡς εὔσπλαγχνος.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους Σου.
Ψυχὰς ἡμῶν Χριστέ, καὶ τὰ σώματα ἄνωθεν, σφραγῖδός Σου θείῳ τύπῳ, ἁγιάσας ἀφράστως, χειρί Σου πάντας ἴασαι.
Δόξα...
Ἀφάτῳ σου στοργῇ, ὑπεράγαθε Κύριε, δεξάμενος τάς τοῦ μύρου, διὰ πόρνης ἀλείψεις, οἰκτείρησον τοὺς δούλους Σου.
Καὶ νῦν...
Πανύμνητε ἁγνή, ὑπεραγαθέ, Δέσποινα, ἐλέησον τούς τῷ θείῳ χριομένους Ἐλαίῳ, καὶ σῶσον τοὺς οἰκέτας Σου.
ᾨδή στ'. Θύσω σοι, μετὰ φωνῇς. ΤΟ ΑΚΟΥΤΕ
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους Σου.
Λόγοις Σου, ὁ δι’ Ἐλαίου δείξας Φιλάνθρωπε, ἐν Βασιλεῦσι τὴν χρῖσιν, καὶ Ἀρχιερεῦσι ταύτην τελέσας, σφραγισμῷ Σου, καὶ τοὺς πάσχοντας σῶσον ὡς εὔσπλαγχνος.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους Σου.
Μέθεξις, μὴ ἐκ πικρῶν δαιμόνων ἐφάψοιτο, τῶν ἐπ’ ἀλείψει ἐνθέῳ, τάς αἰσθήσεις Σῶτερ, σημειουμένων, ἀλλ’ ἐν σκέπῃ περιτείχισον τούτους τῆς δόξης Σου.
Δόξα...
Ὄρεξον, χεῖρα τὴν Σὴν ἐξ ὕψους Φιλάνθρωπε, καὶ σοῦ τὸ Ἔλαιον Σῶτερ, ἁγιάσας δίδου τοῖς Σοῖς οἰκέταις, εἰς ὑγείαν, καὶ νοσημάτων πάντων ἐκλύτρωσιν.
Καὶ νῦν...
Πέφηνας, ἐν τῷ Θείῳ σου Τόκῳ κατακαρπός, Μήτηρ τοῦ Κτίστου ἐλαία, δι’ ἧς πλήρης ὤφθη κόσμος ἐλέους· ὅθεν σῷζε, πρεσβειῶν ἐπαφῇ σου τοὺς κάμνοντας.
ΚΟΝΤΑΚΙΟΝ
Ἦχος β'. Τὰ ἄνω ζητῶν. ΤΟ ΑΚΟΥΤΕ
Ἐλέους πηγή, ὑπάρχων Ὑπεραγαθέ, τοὺς πίστει θερμῇ, ἐλέει τῷ ἀφάτῳ σου, προσπεσόντας εὔσπλαγχνε, ἐκ παντοίας λύτρωσαι κακώσεως, καὶ τάς αὐτῶν νόσους ἀράμενος, παράσχου τὴν Θείαν Χάριν ἄνωθεν.
ᾨδὴ ζ'. Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι. ΤΟ ΑΚΟΥΤΕ
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους Σου.
Σὺ ἐν ἐλέει καὶ οἰκτιρμοῖς Σου, Σῶτερ μόνος Θεός, πάντων ἰατρεύων πάθη τε τῶν ψυχῶν, καὶ σωμάτων τὰ συντρίμματα, Αὐτὸς θεράπευσον, καὶ τοὺς ἐν νόσοις πάσχοντας Εὔσπλαγχνε.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους Σου.
Ἐν τῷ λιπαίνειν Ἐλαίου χρίσει, πάντων τάς κεφαλάς, δίδου εὐφροσύνης τούτῳ τὴν χαρμονήν, τοῖς τὸν ἔλεον ζητοῦσί Σου, τῆς ἐκλυτρώσεως τῷ πλουσίῳ ἐλέει Σου Κύριε.
Δόξα...
Ξίφος ὑπάρχει κατὰ δαιμόνων, Σῶτέρ Σου ἡ σφραγίς· πῦρ τε ἀναλίσκον πάθη τὰ τῶν ψυχῶν, Ἱερέων ταῖς ἐντεύξεσιν· ὅθεν τὴν ἴασιν, οἱ δεδεγμένοι πίστει ὑμνοῦμέν Σε.
Καὶ νῦν...
Σὺ τὸν κρατοῦντα ἐν δρακὶ πάντα, Μήτηρ Θεοῦ, ἔνδον ἐν κοιλίᾳ σχοῦσα θεοπρεπῶς, καὶ ἀφράστως σωματώσασα, ὑπὲρ τῶν καμνόντων, ἐξιλέωσαι τούτους δεόμεθα.
ᾨδὴ η΄. Χεῖρας ἐκπετάσας Δανιήλ. ΤΟ ΑΚΟΥΤΕ
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους Σου.
Ἅπαντας ἐλέησον Σωτήρ, κατὰ τὸ μέγα σου καὶ Θεῖον ἔλεος· τούτου τὸν τύπον γὰρ Δεσπότα, μυστικῶς ὑπαινιττόμενοι, τὴν δι’ Ἐλαίου ἱεροῦ χρῖσιν προσάγομεν, τοῖς νοσοῦσιν· οὕς περ δυνάμει, τῇ Σὴ πάντας ἴασαι.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους Σου.
Ῥείθροις τοῦ ἐλέους Σου Χριστέ, καὶ ἐπαλείμμασι τῶν Ἱερέων Σου, πλῦνον ὡς εὔσπλαγχνος Κύριε, τάς ὀδύνας καὶ τὰ τραύματα, καὶ ἀλγεινῶν ἐπιφοράς, τῶν ἐν ἀνάγκαις παθὼν τρυχομένων, ὅπως καθάρσει τῇ Σῇ, τύχωσι ῥώσεως.
Δόξα...
Σύμβολον τῆς ἄνωθεν ῥοπῆς, καὶ ἱλαρότητος Ἔλαιον, θεῖον ἡμῖν τοῖς διαγράφουσι Δέσποτα, μὴ μακρύνῃς Σου τὸ ἔλεος, μηδὲ παρίδῃς τοὺς πιστῶς ἀεὶ κραυγάζοντας· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Καὶ νῦν...
Ἔνδοξον ὡς στέφανον Ἁγνή, ἡ φύσις εἴληφε τὸν Θεῖον τόκον σου, ἐχθρῶν ἀπείργοντα φάλαγγας, καὶ νικῶντα κατὰ κράτος αὐτούς· διὸ χαρίτων σου φαιδραῖς, καταστεφόμενοι ἀγλαΐαις, σὲ ἀνυμνοῦμεν πανύμνητε Δέσποινα.
ᾨδὴ θ'. Λίθος ἀχειρότμητος ὅρους. ΤΟ ΑΚΟΥΤΕ
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους Σου.
Νεῦσον οὐρανόθεν Οἰκτίρμον, δεῖξόν σου τὸ ἔλεος πᾶσι· δὸς νῦν τὴν ἀντίληψιν τὴν Σήν, καὶ τὴν ἰσχύν Σου τοῖς προσιοῦσί Σοι, διὰ τοῦ θείου χρίσματος, τῶν Ἱερέων Σου φιλάνθρωπε.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους Σου.
Ἴδωμεν πανάγαθε Σῶτερ, ἀγαλλιώμενοι τὸ θεῖον Ἔλαιον, ῥοπῇ σου ἐνθέῳ, ὑπὲρ μετόχους, ὅπερ προσείληφας, καὶ τυπικῶς μετέδωκας, λουτροῦ τοῦ θείου τοῖς μετέχουσιν.
Δόξα...
Οἴκτειρον ἐλέησον Σῶτερ, ῥῦσαι δεινῶν καὶ ἀλγηδόνων, λύτρωσαι βελῶν τοῦ πονηροῦ, τοὺς Σοὺς οἰκέτας ψυχὰς καὶ σώματα, ὡς ἐλεήμων Κύριος, χάριτι θείᾳ ἐξιώμενος.
Καὶ νῦν...
Ὕμνους καὶ δεήσεις Παρθένε, προσδεχομένη τῶν σῶν δούλων, ῥῦσαι χαλεπῶν παθημάτων, καὶ ἀλγηδόνων ταῖς ἱκεσίαις σου, τοὺς δι’ ἡμῶν Πανάχραντε, τῇ θείᾳ σκέπῃ σου προστρέχοντας.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμάς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Σοὶ Κύριε.
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ
Ἐπεσκέψατο ἡμάς. ΤΟ ΑΚΟΥΤΕ
Ἐν ἐλέῳ Ἀγαθέ, ἐπίβλεψον Σῷ ὄμματι, ἐπὶ τὴν δέησιν ἡμῶν τῶν συνελθόντων ἐν τῷ Ναῷ Σου, τῷ ἁγίῳ σήμερον, χρῖσαι θείῳ Ἐλαίῳ, νοσοῦντας τοὺς δούλους Σου.
ΑΙΝΟΙ : Ἦχος δ΄
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Ἦχος δ΄ Ἔδωκας σημείωσιν. ΤΟ ΑΚΟΥΤΕ
Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὔτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Ἔδωκας τὴν χάριν Σου, διὰ τῶν Σῶν εὐδιάλλακτε, Ἀποστόλων Φιλάνθρωπε, Ἐλαίῳ Ἁγίῳ Σου, θεραπεύειν πάντων, πληγάς τε καὶ νόσους· διὸ Ἐλαίῳ Σου πιστῶς, τοὺς προσιόντας καὶ νῦν ὡς εὔσπλαγχνος, ἁγίασον ἐλέησον, παντοίας νόσου καθάρισον, καὶ τρυφῆς τῆς ἀφθάρτου Σου, καταξίωσον Κύριε.
Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Βλέψον Ἀκατάληπτε ἐξ οὐρανόθεν ὡς εὔσπλαγχνος, ἐν χειρὶ ἀοράτῳ σου σφραγίσας Φιλάνθρωπε, τάς ἡμῶν αἰσθήσεις. Ἐλαίῳ Σου θείῳ, τοὺς προσδραμόντας Σοι πιστῶς, καὶ ἐξαιτοῦντας πταισμάτων ἄφεσιν· καὶ δώρησαι τὴν ἴασιν, τὴν τῆς ψυχῆς καὶ τοῦ σώματος, ἵνα πόθῳ δοξάζωσί Σε, μεγαλύνοντες τὸ κράτος Σου.
Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Χρίσει τοῦ ἐλέους Σου, καὶ Ἱερέων φιλάνθρωπε, ἐπαφῇ τοὺς οἰκέτας Σου, ἁγίασον ἄνωθεν, νοσημάτων ῥῦσαι, ψυχῆς τε τὸν ῥύπον, καθαρὸν ἔκπλυνον Σωτήρ, καὶ πολυπλόκων σκανδάλων λύτρωσαι· τοὺς πόνους παραμύθησαι, τάς περιστάσεις ἐκδίωξον, καὶ τάς θλίψεις ἀφάνισον, ὡς οἰκτίρμων καὶ εὔσπλαγχνος.
Δόξα... Καὶ νῦν...
Σὲ τὸ καθαρώτατον, τοῦ βασιλέως παλάτιον, δυσωπῶ Πολυΰμνητε· τὸν νοῦν μου καθάρισον, τὸν ἐσπιλωμένον, πάσαις ἁμαρτίαις, καὶ καταγώγιον τερπνὸν τῆς ὑπερθέου Τριάδος ποίησον· ὅπως τὴν δυναστείαν Σου, καὶ τὸ ἀμέτρητον ἔλεος, μεγαλύνω σῳζόμενος, ὁ ἀχρεῖος οἰκέτης Σου.
Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ΄)
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἰλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα... Καὶ νῦν...
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τροπάριον, Ἦχος δ΄. Ταχὺ προκατάλαβε. ΤΟ ΑΚΟΥΤΕ
Ταχὺς εἰς ἀντίληψιν, μόνος ὑπάρχων Χριστέ, ταχεῖαν τὴν ἄνωθεν, δεῖξον ἐπίσκεψιν, τοῖς πάσχουσι δούλοις Σου· λύτρωσαι νοσημάτων, καὶ πικρῶν ἀλγηδόνων· ἔγειρον τοῦ ὑμνεῖν Σε, καὶ δοξάζειν ἀπαύστως· πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε.
Εὐλογημένη ἡ Βασιλεῖα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης, καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου, καὶ τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ Πατρὸς καὶ Ἀρχιεπισκόπου ἡμῶν [δεῖνος], τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ Κλήρου καὶ τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὴν χάριν τοῦ Ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ εὐλογηθῆναι τὸ Ἔλαιον τοῦτο, τῇ ἐπιφοιτήσει, καὶ δυνάμει, καὶ ἐνεργείᾳ τοῦ Ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, τῶν προσελθόντων εἰς τὸ Ἅγιον τοῦτο Μυστήριον, καὶ τῆς ἐν Θεῶ ἐπισκέψεως αὐτῶν, καὶ ὑπὲρ τοῦ ἐλθεῖν ἐπ’ αὐτοὺς τὴν χάριν τοῦ Ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμάς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εἶτα ὁ Ἱερεὺς λέγει τὴν Εὐχὴν τοῦ Ἐλαίου ἀπέναντι τῆς κανδήλας.
Τοῦ Κυρίου δεηθῶμεν.
ΕΥΧΗ ΤΟΥ ΕΛΑΙΟΥ
Κύριε, ὁ ἐν τῷ ἐλέει, καὶ τοῖς οἰκτιρμοῖς Σου ἰώμενος τὰ συντρίμματα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν· Αὐτός, Δέσποτα, ἁγίασον καὶ τὸ Ἔλαιον τοῦτο, ὥστε γενέσθαι τοῖς χριομένοις ἐξ αὐτοῦ, εἰς θεραπείαν καὶ ἀπαλλαγὴν παντὸς πάθους, νόσου σωματικῆς, μολυσμοῦ σαρκὸς καὶ πνεύματος, καὶ παντὸς κακοῦ· ἵνα καὶ ἐν τούτῳ δοξασθῇ σου τὸ πανάγιον ὄνομα, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἐν ὅσῳ δὲ λέγεται ἡ Εὐχὴ παρὰ τοῦ Ἱερέως, ψάλλονται τὰ κάτωθι Τροπάρια.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε. ΤΟ ΑΚΟΥΤΕ
Ταχὺς εἰς ἀντίληψιν, μόνος ὑπάρχων Χριστέ, ταχεῖαν τὴν ἄνωθεν, δεῖξον ἐπίσκεψιν, τοῖς πάσχουσι δούλοις Σου· λύτρωσαι νοσημάτων, καὶ πικρῶν ἀλγηδόνων· ἔγειρον τοῦ ὑμνεῖν Σε, καὶ δοξάζειν ἀπαύστως· πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε.
Ἦχος δ' Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Τῆς ψυχῆς τὰ ὄμματα πεπηρωμένος, Σοὶ Χριστὲ προσέρχομαι, ὡς ὁ Τυφλὸς ἐκ γενετῆς, ἐν μετανοίᾳ κραυγάζων Σοι, σὺ τῶν ἐν σκότει, τὸ φῶς τὸ ὑπέρλαμπρον.
Ἦχος γ' Ἡ Παρθένος σήμερον ΤΟ ΑΚΟΥΤΕ
Τὴν ψυχήν μου Κύριε, ἐν ἁμαρτίαις παντοίαις, καὶ ἀτόποις πράξεσι, δεινῶς παραλελυμένην, ἔγειρον τῇ θεϊκῇ σου ἐπιστασίᾳ, ὥσπερ καὶ τὸν Παράλυτον, ἤγειρας πάλαι, ἵνα κράζω σεσωσμένος· Οἰκτίρμον δόξα, Χριστέ, τῷ κράτει σου.
Ήχος πλ. δ’.
Ὡς τοῦ Κυρίου μαθητής, ἀνεδέξω Δίκαιε τὸ Εὐαγγέλιον· ὡς Μάρτυς ἔχεις τὸ ἀπαράτρεπτον· τὴν παρρησίαν ὡς Ἀδελφόθεος, τὸ πρεσβεύειν ὡς Ἱεράρχης. Ἱκέτευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τάς ψυχὰς ἠμών.
Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. ΤΟ ΑΚΟΥΤΕ
Ὁ του Πατρὸς μονογενὴς Θεὸς Λόγος, ἐπιδημήσας πρὸς ἡμᾶς ἐπ’ ἐσχάτων, τῶν ἡμερῶν Ἰάκωβε θεσπέσιε, πρῶτόν σε ἀνέδειξε τῶν Ἱεροσολύμων, Ποιμένα καὶ Διδάσκαλον, καὶ πιστὸν οἰκονόμον, τῶν Μυστηρίων των πνευματικῶν· ὄθεν σε πάντες τιμῶμεν Ἀπόστολε.
Ἦχος γ'. Ἡ Παρθένος σήμερον ΤΟ ΑΚΟΥΤΕ
Ἐν τοῖς Μύροις Ἅγιε, ἱερουργὸς ἀνεδείχθης· τοῦ Χριστοῦ γὰρ Ὅσιε, τὸ Εὐαγγέλιον πληρώσας, ἔθηκας τὴν ψυχήν σου ὑπὲρ λαοῦ σου, ἔσωσας τοὺς ἀθώους ἐκ τοῦ θανάτου· διὰ τοῦτο ἡγιάσθης, ὡς μέγας μύστης Θεοῦ τῆς χάριτος.
Ἦχος γ’. Θείας πίστεως. ΤΟ ΑΚΟΥΤΕ
Μέγαν εὕρατο ἐν τοῖς κινδύνοις, σὲ ὑπερμαχον ἡ οἰκουμένη, Ἀθλοφόρε τὰ ἔθνη τροπούμενον. Ὡς οὖν Λυαίου κάθεῖλες τὴν ἔπαρσιν, ἐν τῷ σταδίῳ θαρρύνας τὸν Νέστορα, οὕτως Ἅγιε, Μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Ἦχος γ'.
Ἀθλοφόρε ἅγιε, καὶ ἰαματικὲ Παντελεῆμον, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Ἦχος πλ. δ'.
Ἅγιοι Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε τάς ἀσθενείας ἡμῶν, δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡμῖν.
Ἦχος β'.
Τὰ μεγαλεῖά σου Παρθένε, τίς διηγήσεται; Βρύεις γὰρ θαύματα, καὶ πηγάζεις ἰάματα, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν, ὡς Θεολόγος καὶ φίλος Χριστοῦ.
Ἦχος β' Τὰ ἄνω ζητῶν ΤΟ ΑΚΟΥΤΕ
Πρεσβεία θερμή, καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμέν σοι, Θεοτόκε Δέσποινα, πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα.
ΑΠΟΣΤΟΛΟΣ Α’
Γένοιτο, Κύριε, τὸ ἔλεός Σου ἐφ’ ἡμᾶς.
Πρόσχωμεν.
Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ.
Σοφία.
Καθολικῆς Ἐπιστολῆς Ἰακώβου τὸ Ἀνάγνωσμα. (Κεφ. 5: 10-16)
Πρὀσχωμεν.
Ἀδελφοί, ὑπόδειγμα λάβετε, ἀδελφοί μου, τῆς κακοπαθείας καὶ τῆς μακροθυμίας τοὺς προφήτας, οἳ ἐλάλησαν τῷ ὀνόματι Κυρίου. Ἰδοὺ μακαρίζομεν τοὺς ὑπομένοντας· τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε, καὶ τὸ τέλος Κυρίου εἴδετε, ὅτι πολυέσπλαγχνός ἐστιν ὁ Κύριος καὶ οἰκτίρμων. Πρὸ πάντων δέ, ἀδελφοί μου, μὴ ὀμνύετε μήτε τὸν οὐρανὸν μήτε τὴν γῆν μήτε ἄλλον τινὰ ὅρκον· ἤτω δὲ ὑμῶν τὸ ναὶ ναί, καὶ τὸ οὔ. οὔ, ἵνα μὴ εἰς ὑπόκρισιν πέσητε. Κακοπαθεῖ τις ἐν ὑμῖν; προσευχέσθω· εὐθυμεῖ τις; ψαλλέτω· ἀσθενεῖ τις ἐν ὑμῖν; προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπ’ αὐτὸν ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ Κυρίου· καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ Κύριος· κἂν ἁμαρτίας ᾖ πεποιηκώς, ἀφεθήσεται αὐτῷ. Ἐξομολογεῖσθε ἀλλήλοις τὰ παραπτώματα, καὶ εὔχεσθε ὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε· πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη.
Εἰρήνη σοι.
Καὶ τῷ πνεύματί σου
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.
ΕΥΑΓΓΕΛΙΟΝ Α΄
Ἔλεος καὶ κρίσιν ᾄσομαί σοι Κύριε.
Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Εἰρήνη πᾶσι.
Καὶ τῷ πνεύματί σου.
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
Πρόσχωμεν.
Δόξα σοι, Κύριε, δόξα σοι.
Λουκάν Κεφ.10:25-37
Τῷ καιρῷ ἐκείνῳ, νομικός τις προσῆλθε τῷ Ἰησοῦ, πειράζων αὐτόν, καὶ λέγων· Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; Ὁ δὲ εἶπε πρὸς αὐτόν· ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις; Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ τὸν πλησίον σου ὡς ἑαυτόν. Εἶπε δὲ αὐτῷ· Ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ. Ὁ δὲ θέλων δικαιοῦν ἑαυτόν, εἶπε πρὸς τὸν Ἰησοῦν· Καὶ τίς ἐστί μου πλησίον; Ὑπολαβὼν δὲ ὁ Ἰησοῦς εἶπεν· Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχώ, καὶ λῃσταῖς περιέπεσεν· οἳ καὶ ἐκδύσαντες αὐτόν, καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον, ἀφέντες ἡμιθανῆ τυγχάνοντα. Κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν. Ὁμοίως δὲ καὶ Λευΐτης, γενόμενος κατὰ τὸν τόπον, ἐλθὼν καὶ ἰδών, ἀντιπαρῆλθε. Σαμαρείτης δέ τις ὀδεύων ἦλθε κατ’ αὐτόν, καὶ ἰδὼν αὐτὸν ἐσπλαγχνίσθη. Καὶ προσελθὼν κατέδησε τὰ τραύματα αὐτοῦ, ἐπιχέων ἔλαιον καὶ οἶνον, ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος, ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον, καὶ ἐπεμελήθη αὐτοῦ· καὶ ἐπὶ τὴν αὔριον ἐξελθών, ἐκβαλὼν δύο δηνάρια ἔδωκε τῷ πανδοχεῖ καὶ εἶπεν αὐτῷ· Ἐπιμελήθητι αὐτοῦ, καὶ ὅ,τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι. Τίς οὖν τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς; Ὁ δὲ εἶπεν· Ὁ ποιήσας τὸ ἔλεος μετ’ αὐτοῦ. Εἶπεν οὖν αὐτῷ ὁ Ἰησοῦς· Πορεύου καὶ σὺ ποίει ὁμοίως.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν προσελθόντων ἐν τῷ Ἁγίῳ Μυστηρίῳ τούτῳ, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τοῦ Κυρίου δεηθῶμεν.
ΕΥΧΗ Α'
Ἄναρχε, ἀδιάδοχε, Ἅγιε ἁγίων, ὁ τὸν Μονογενῆ σου Υἱὸν ἐξαποστείλας, ἰώμενον πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, κατάπεμψον τὸ Ἅγιόν σου Πνεῦμα, καὶ ἁγίασον τὸ Ἔλαιον τοῦτο· καὶ ποίησον αὐτὸ χριομένοις τοῖς Σοῖς δούλοις, εἰς τελείαν ἀπολύτρωσιν τῶν ἁμαρτιῶν αὐτῶν, εἰς Βασιλείας Οὐρανῶν κληρονομίαν. *Σὺ γὰρ εἶ ὁ Θεός, ὁ μέγας καὶ θαυμαστός, ὁ φυλάσσων τὴν διαθήκην Σου καὶ τὸ ἔλεός Σου τοῖς ἀγαπῶσί Σε· ὁ διδοὺς λύτρωσιν ἁμαρτιῶν διὰ τοῦ ἁγίου σου παιδὸς Ἰησοῦ Χριστοῦ· ὁ ἀναγεννήσας ἡμᾶς ἀπὸ τῆς ἁμαρτίας· ὁ φωτίζων τοὺς τυφλοὺς καὶ ἀνορθῶν τοὺς κατερραγμένους· ὁ ἀγαπῶν τοὺς δικαίους καὶ τοὺς ἁμαρτωλοὺς ἐλεῶν· ὁ ἀνακαινίσας ἡμᾶς ἐκ σκότους καὶ σκιᾶς θανάτου, λέγων τοῖς ἐν δεσμοῖς «Ἐξέλθετε» καὶ τοῖς ἐν τῷ σκότει «Ἀνακαλύπτεσθε». Ἔλαμψε γὰρ ἐν ταῖς καρδίαις ἡμῶν τὸ φῶς τῆς ἐπιγνώσεως τοῦ Μονογενοῦς σου Υἱοῦ, ἀφ’ οὗ δι’ ἡμᾶς ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη· καὶ τοῖς δεξαμένοις Αὐτὸν ἔδωκεν ἐξουσίαν τέκνα Σοῦ τοῦ Θεοῦ γενέσθαι, διὰ λουτροῦ παλιγγενεσίας τὴν υἱοθεσίαν ἡμῖν χαρισάμενος, ἀμετόχους ἡμᾶς ἐποίησεν ἐκ τῆς καταδυναστείας τοῦ διαβόλου· ἐπεὶ οὐκ εὐδόκησεν ἐν αἵματι καθαρίζεσθαι, ἀλλ’ ἐν ἐλαίῳ ἁγίῳ ἔδωκε τὸν τύπον τοῦ Σταυροῦ Αὐτοῦ, εἰς τὸ γενέσθαι ἡμᾶς Χριστοῦ ποίμνιον, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, καθαρίσας ἡμᾶς ἐν ὕδατι, καὶ ἁγιάσας ἐν τῷ Ἁγίῳ Πνεύματι· Αὐτός, Δέσποτα Κύριε, δὸς Χάριν εἰς τὴν διακονίαν Σου ταύτην, ὡς ἔδωκας Μωσεῖ τῷ θεράποντί Σου, καὶ Σαμουὴλ τῷ ἠγαπημένῳ Σου, καὶ Ἰωάννῃ τῷ ἐκλεκτῷ Σου, καὶ πᾶσι τοῖς καθ’ ἑκάστην γενεὰν εὐαρεστήσασί Σοι· οὕτω ποίησον καὶ ἡμᾶς γενέσθαι διακόνους τῆς Καινῆς τοῦ Υἱοῦ Σου Διαθήκης ἐπὶ τὸ ἔλαιον τοῦτο, ἣν περιεποιήσω τῷ τιμίῳ Αὐτοῦ Αἵματι· ἵνα, ἀποδυσάμενοι τάς κοσμικὰς ἐπιθυμίας, ἀποθάνωμεν τῇ ἁμαρτίᾳ καὶ ζήσωμεν τῇ δικαιοσύνῃ, ἐνδυσάμενοι τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, διὰ τῆς χρίσεως τοῦ ἁγιασμοῦ τοῦ μέλλοντος Ἐλαίου ἐπάγεσθαι. Γένοιτο, Κύριε, τὸ Ἔλαιον τοῦτο, ἔλαιον ἀγαλλιάσεως, ἔλαιον ἁγιασμοῦ, ἔνδυμα βασιλικόν, θώραξ δυνάμεως, πάσης διαβολικῆς ἐνεργείας ἀποτρόπαιον, σφραγὶς ἀνεπιβούλευτος, ἀγαλλίαμα καρδίας, εὐφροσύνη αἰώνιος· ἵνα καὶ ἐν τούτῳ οἱ χριόμενοι, τῷ τῆς ἀναγεννήσεως ἐλαίῳ, φοβεροὶ ὦσι τοῖς ὑπεναντίοις καὶ λάμψωσιν ἐν ταῖς λαμπρότησι τῶν Ἁγίων Σου, μὴ ἔχοντες σπίλον, ἢ ῥυτίδα, καὶ εἰσδεχθῶσιν εἰς τάς αἰωνίους σου ἀναπαύσεις, καὶ δέξωνται τὸ βραβείων τῆς ἄνω κλήσεως. Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σῴζειν ἡμᾶς, ὁ Θεὸς ἡμῶν, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
* Ἰστέον, ὅτι τινὲς τὴν Εὐχὴν ταύτην ἕως ὧδε μόνον λέγουσι, μετὰ τῆς ἐκφωνήσεως: Σὸν γάρ ἐστι τὸ ἐλεεῖν..., τινὲς δὲ ἕως τέλους.
Καὶ μετὰ τὴν Εὐχὴν, λαμβάνει ὁ ἱερεὺς ἐκ τοῦ Ἁγίου Ἐλαίου καὶ χρίει τὸν ποιοῦντα τὸ Εὐχέλαιον, λέγων τὴν Εὐχὴν ταύτην·
Πάτερ Ἅγιε, ἰατρὲ τῶν ψυχῶν καὶ τῶν σωμάτων, ὁ πέμψας τὸν μονογενῆ σου Υἱόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, πᾶσαν νόσον ἰώμενον καὶ ἐκ θανάτου λυτρούμενον, ἴασαι καὶ τὸν δοῦλόν σου (τόνδε), ἐκ τῆς περιεχούσης αὐτὸν σωματικῆς καὶ ψυχικῆς ἀσθενείας, καὶ ζωοποίησον αὐτόν, διὰ τῆς χάριτος τοῦ Χριστοῦ σου· πρεσβείαις τῆς Ὑπεραγίας, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων ἀσωμάτων· τοῦ τιμίου καὶ ἐνδόξου, προφήτου, προδρόμου και βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατερων ἡμῶν· τῶν ἁγίων καὶ ἰαματικῶν Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ, Κύρου καὶ Ἰωάννου, Παντελεήμονος καὶ Ἑρμολάου, Σαμψὼν καὶ Διομήδους, Μωκίου καὶ Ἀνικήτου, Θαλλελαίου καὶ Τρύφωνος· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης καὶ πάντων τῶν Ἁγίων. Ἀμήν. Ὅτι σὺ εἶ ἡ πηγὴ τῶν ἰαμάτων, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Αὕτη ἡ εὐχὴ λέγεται μυστικῶς παρ’ ἑνὸς ἑκάστου τῶν Ἱερέων, μετὰ τὸ εἰπεῖν τὸ Εὐαγγέλιον καὶ τὴν Εὐχήν, χριόντων ἅμα τῷ ἐλαίῳ τὸν νοσοῦντα.
ΑΠΟΣΤΟΛΟΣ Β'
Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος.
Πρόσχωμεν.
Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος. Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος.
Σοφία.
Πρὸς Ῥωμαίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (Κεφ. 15: 1-7)
Πρόσχωμεν.
Ἀδελφοί, ὀφείλομεν ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν.΄Ἕκαστος γὰρ ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν· καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν, ἀλλὰ καθὼς γέγραπται, οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ’ ἐμέ. ΄Ὅσα γὰρ προεγράφη, εἰς τὴν ἡμετέραν διδασκαλίαν προεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν γραφῶν τὴν ἐλπίδα ἔχωμεν. Ὁ δὲ Θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ Χριστὸν Ἰησοῦν, ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ὑμᾶς εἰς δόξαν Θεοῦ.
Εἰρήνη σοι.
Καὶ τῷ πνεύματί σου
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.
ΕΥΑΓΓΕΛΙΟΝ Β΄
Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Εἰρήνη πᾶσι.
Καὶ τῷ πνεύματί σου.
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
Πρόσχωμεν.
Δόξα σοι, Κύριε, δόξα σοι.
Λουκᾶ Κεφ. 19: 1-10
Τῷ καιρῷ ἐκείνῳ, διήρχετο ὁ Ἰησοῦς τὴν Ἱεριχώ. Καὶ ἰδού, ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος· καὶ αὐτὸς ἦν ἀρχιτελώνης, καὶ οὗτος ἦν πλούσιος, καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστι, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν. Καὶ προδραμὼν ἔμπροσθεν, ἀνέβη ἐπὶ συκομορέαν, ἵνα ἴδῃ αὐτόν, ὅτι ἐκείνης ἤμελλε διέρχεσθαι. Καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ Ἰησοῦς εἶδεν αὐτόν, καὶ εἶπε πρὸς αὐτόν· Ζακχαῖε, σπεύσας κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι. Καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων. Καὶ ἰδόντες πάντες διεγόγγυζον, λέγοντες· ὅτι παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθε καταλῦσαι. Σταθεὶς δὲ Ζακχαῖος, εἶπε πρὸς τὸν Ἰησοῦν· Ἰδού, τὰ ἡμίση τῶν ὑπαρχόντων μου Κύριε, δίδωμι τοῖς πτωχοῖς· καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν. Εἶπε δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς· ὅτι σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν. Ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν προσελθόντων ἐν τῷ Ἁγίῳ Μυστηρίῳ τούτῳ, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τοῦ Κυρίου δεηθῶμεν.
ΕΥΧΗ Β'
Ὁ Θεὸς ὁ μέγας καὶ ὕψιστος, ὁ ὑπὸ πάσης κτίσεως προσκυνούμενος, ἡ τῆς σοφίας πηγή, ἡ τῆς ἀγαθότητος ὄντως ἀνεξιχνίαστος ἄβυσσος, καὶ τῆς εὐσπλαγχνίας ἀπεριόριστον πέλαγος· Αὐτός, φιλάνθρωπε Δέσποτα, ὁ τῶν προαιωνίων καὶ θαυμασίων Θεός, ὃν οὐδεὶς ἀνθρώπων, ἐννοῶν, ἰσχύει καταλαβέσθαι, ἐπίβλεψον, εἰσάκουσον ἡμῶν τῶν ἀναξίων δούλων Σου· καὶ ὅπου ἐπὶ τῷ ὀνόματί Σου τῷ μεγάλῳ, τὸ Ἔλαιον τοῦτο προσάγομεν, κατάπεμψον τῆς Σῆς δωρεᾶς τὰ ἰάματα καὶ ἄφεσιν ἁμαρτιῶν, καὶ ἴασαι αὐτοὺς ἐν τῷ πλήθει τοῦ ἐλέους Σου. Ναί, Κύριε εὐδιάλλακτε, ὁ μόνος ἐλεήμων καὶ φιλάνθρωπος, ὁ μετανοῶν ἐπὶ ταῖς κακίαις ἡμῶν, ὁ εἰδὼς ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος αὐτοῦ, ὁ μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν, ὁ διὰ τὴν τῶν ἁμαρτωλῶν σωτηρίαν ἐνανθρωπήσας, Θεὸς ὤν, καὶ πλασθεὶς διὰ τὸ πλάσμα σου· σὺ εἶ ὁ εἰπών· «Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν»· σὺ εἶ ὁ τὸ πρόβατον ζητήσας τὸ ἀπολωλός· σὺ εἶ ὁ τὴν ἀπολομένην δραχμὴν ἐπιμελῶς ζητήσας καὶ εὑρών· σὺ εἶ ὁ εἰπών, ὅτι· «Τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω»· σὺ εἶ ὁ τὴν Πόρνην, τοὺς τιμίους σου πόδας δάκρυσι βρέξασαν, μὴ βδελυξάμενος· σὺ εἶ ὁ εἰπών· «Ὁσάκις ἂν πέσῃς, ἔγειραι καὶ σωθήσῃ»· σὺ εἶ ὁ εἰπών, ὅτι· «Χαρὰ γίνεται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι»· Αὐτὸς ἔπιδε, εὔσπλαγχνε Δέσποτα, ἐξ ὕψους ἁγίου σου, συνεπισκιάσας ἡμῖν τοῖς ἁμαρτωλοῖς, καὶ ἀναξίοις δούλοις Σου, ἐν χάριτι τοῦ Ἁγίου Πνεύματος ἐν τῇ ὥρᾳ ταύτῃ, καὶ κατασκήνωσον ἐπὶ τοὺς δούλους σου τούτους, τοὺς ἐπεγνωκότας τὰ ἴδια πλημμελήματα καὶ προσιόντας Σοι πίστει· καὶ προσδεξάμενοι τῇ ἰδίᾳ σου φιλανθρωπίᾳ, εἴ τι ἐπλημμέλησαν ἐν λόγῳ ἢ ἔργῳ ἢ κατὰ διάνοιαν, συγχωρήσας, ἐξάλειψον καὶ κάθαρον αὐτοὺς ἀπὸ πάσης ἁμαρτίας καί, ἀεὶ συμπαρὼν αὐτοῖς, διαφύλαξον τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς αὐτῶν, πορευομένους ἐν τοῖς δικαιώμασί Σου, πρὸς τὸ μηκέτι ἐπίχαρμα γενέσθαι αὐτοὺς τῷ διαβόλῳ· ἵνα καὶ ἐπ’ αὐτοῖς δοξασθῇ τὸ πανάγιον Ὄνομά Σου. Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἰ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΑΠΟΣΤΟΛΟΣ Γ'
Κύριος φωτισμός μου καὶ Σωτήρ μου.
Πρόσχωμεν.
Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου
Σοφία.
Πρὸς Κορινθίους Α΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. Κεφ. 12: 27-31, 13: 1-8
Πρόσχωμεν.
Ἀδελφοί, ὑμεῖς ἔστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. Καὶ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, εἶτα χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν. Μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες διδάσκαλοι; μὴ πάντες δυνάμεις; μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; μὴ πάντες γλώσσαις λαλοῦσι; μὴ πάντες διερμηνεύουσι; Ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ κρείττονα. Καὶ ἔτι καθ’ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι. Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. Καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. Καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσομαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, ἡ ἀγάπη οὐ ζηλοῖ, ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει. Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει.
Εἰρήνη σοι.
Καὶ τῷ πνεύματί σου
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.
ΕΥΑΓΓΕΛΙΟΝ Γ'
Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Εἰρήνη πᾶσι.
Καὶ τῷ πνεύματί σου.
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
Πρόσχωμεν.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ματθαῖον Κεφ. 10: 1, 5-8
Τῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ Ἰησοῦς, παραγγείλας αὐτοῖς λέγων· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεῖα τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν προσελθόντων ἐν τῷ Ἁγίῳ Μυστηρίῳ τούτῳ, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τοῦ Κυρίου δεηθῶμεν.
ΕΥΧΗ Γ'
Δέσποτα παντοκράτορ, Ἅγιε Βασιλεῦ, ὁ παιδεύων καὶ μὴ θανατῶν, ὁ ὑποστηρίζων τοὺς καταπίπτοντας καὶ ἀνορθῶν τοὺς κατερραγμένους· ὁ τάς σωματικὰς θλίψεις διορθούμενος τῶν ἀνθρώπων, αἰτούμεθά Σε, ὁ Θεὸς ἡμῶν, ὅπως ἐπαγάγῃς τὸ ἔλεός Σου ἐπὶ τὸ Ἔλαιον τοῦτο, καὶ τοὺς χριομένους ἐξ αὐτοῦ ἐν τῷ ὀνόματί Σου, ἵνα γὲνηται αὐτοῖς εἰς ἴασιν ψυχῆς τε καὶ σώματος καὶ εἰς καθαρισμὸν καὶ ἀπαλλαγὴν παντὸς πάθους, καὶ πάσης νόσου καὶ μαλακίας καὶ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος. Ναί, Κύριε, τὴν ἰατρικήν σου δύναμιν οὐρανόθεν ἐξαπόστειλον· ἅψαι τοῦ σώματος, σβέσον τὸν πυρετόν, πράϋνον τὸ πάθος, καὶ πᾶσαν λανθάνουσαν ἀσθένειαν ἀποδίωξον. Γενοῦ ἰατρὸς τῶν δούλων σου τούτων· ἐξέγειρον αὐτοὺς ἀπὸ κλίνης ὀδυνηρᾶς καὶ στρωμνῆς κακώσεως· σῴους καὶ ὁλοκλήρους χάρισαι αὐτοὺς τῇ Ἐκκλησίᾳ Σου, εὐαρεστοῦντας καὶ ποιοῦντας τὸ θέλημά Σου. Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σῴζειν ἡμάς, ὁ Θεὸς ἡμῶν, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΑΠΟΣΤΟΛΟΣ Δ'
Ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε.
Πρόσχωμεν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου.
Σοφία.
Πρὸς Κορινθίους Β΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. Κεφ. 6: 16-18, 7: 1
Πρόσχωμεν.
Ἀδελφοί, ὑμεῖς ναὸς Θεοῦ ἐστε ζῶντος, καθὼς εἶπεν ὁ Θεός, ὅτι· ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός. Διὸ ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· κἀγὼ εἰσδέξομαι ὑμᾶς, καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντοκράτωρ. Ταύτας οὖν ἔχοντες τάς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ.
Εἰρήνη σοι.
Καὶ τῷ πνεύματί σου
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.
ΕΥΑΓΓΕΛΙΟΝ Δ'
Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Εἰρήνη πᾶσι.
Καὶ τῷ πνεύματί σου.
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
Πρόσχωμεν.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ματθαῖον Κεφ. 8: 14, 23
Τῷ καιρῷ ἐκείνῳ, ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου, εἶδε τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός· καὶ ἠγέρθη, καὶ διηκόνει αὐτοῖς. Ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς· καὶ ἐξέβαλε τὰ πνεύματα λόγῳ, καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ Προφήτου, λέγοντος· Αὐτὸς τάς ἀσθενείας ἡμῶν ἔλαβε, καὶ τάς νόσους ἐβάστασεν. Ἰδὼν δὲ ὁ Ἰησοῦς πολλοὺς ὄχλους περὶ αὐτόν, ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν. Καὶ προσελθὼν εἷς Γραμματεύς, εἶπεν αὐτῷ· Διδάσκαλε, ἀκολουθήσω σοι, ὅπου ἐὰν ἀπέρχῃ. Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. ΄Ἕτερος δὲ τῶν Μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ· Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· ἀκολούθει μοι, καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς. Καὶ ἐμβάντι αὐτῷ εἰς τὸ πλοῖον, ἠκολούθησαν αὐτῷ οἱ Μαθηταὶ αὐτοῦ.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν προσελθόντων ἐν τῷ Ἁγίῳ Μυστηρίῳ τούτῳ, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τοῦ Κυρίου δεηθῶμεν.
ΕΥΧΗ Δ'
Ἀγαθὲ καὶ φιλάνθρωπε, εὔσπλαγχνε καὶ πολυέλεε Κύριε, ὁ πολὺς ἐν ἐλέει καὶ πλούσιος ἐν ἀγαθότητι, ὁ Πατὴρ τῶν οἰκτιρμῶν καὶ Θεὸς πάσης παρακλήσεως, ὁ ἐνισχύσας ἡμᾶς διὰ τῶν ἁγίων σου Ἀποστόλων, ἐλαίῳ μετὰ προσευχῆς τάς ἀσθενείας τοῦ λαοῦ θεραπεύεσθαι· Αὐτός, καὶ τὸ Ἔλαιον τοῦτο σύνταξον εἰς ἴασιν τοῖς ἐξ αὐτοῦ χριομένοις, εἰς ἀπαλλαγὴν πάσης νόσου καὶ πάσης μαλακίας, εἰς ἀπολύτρωσιν τῶν κακῶν τῶν ἀπεκδεχομένων τὴν παρὰ σοῦ σωτηρίαν. Ναί, Δέσποτα Κύριε ὁ Θεὸς ἡμῶν, δεόμεθά Σου, παντοδύναμε, τοῦ σῴζειν πάντας ἡμάς· ὁ μόνος ψυχῶν τε καὶ σωμάτων Ἰατρός, ἁγίασον πάντας ἡμάς· ὁ πᾶσαν νόσον ἰώμενος, ἴασαι καὶ τοὺς δούλους σου τούτους· ἐξέγειρον αὐτοὺς ἀπὸ κλίνης ὀδυνηρᾶς, διὰ ἐλέους τῆς Σῆς χρηστότητος· ἐπίσκεψαι αὐτοὺς ἐν ἐλέει καὶ οἰκτιρμοῖς Σου· ἀποδίωξον ἀπ’ αὐτῶν πᾶσαν ἀρρωστίαν καὶ ἀσθένειαν· ἵνα, ἑξαναστάντες τῇ χειρί Σου τῇ κραταιᾷ, δουλεύωσί Σοι μετὰ πάσης εὐχαριστίας· ὅπως καὶ νῦν, μετέχοντες τῆς Σῆς ἀφάτου φιλανθρωπίας, ὑμνῶμεν καὶ δοξάζωμέν Σε τὸν ποιοῦντα μεγάλα καὶ θαυμαστά, ἔνδοξά τε καὶ ἐξαίσια. Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σῴζειν ἡμάς, ὁ Θεὸς ἡμῶν, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΑΠΟΣΤΟΛΟΣ Ε'
Κύριε, φυλάξαις ἡμᾶς.
Πρόσχωμεν.
Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος.
Σοφία.
Πρὸς Κορινθίους Β΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. Κεφ. 1: 8-11
Πρόσχωμεν.
Ἀδελφοί, οὐ θέλομεν ὑμᾶς ἀγνοεῖν, ὑπὲρ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἡμῖν ἐν τῇ Ἀσίᾳ, ὅτι καθ’ ὑπερβολὴν ἐβαρήθημεν ὑπὲρ δύναμιν, ὥστε ἑξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν. Ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ’ ἑαυτοῖς, ἀλλ ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς· ὃς ἐκ τηλικούτου θανάτου ἐρρύσατο ἡμᾶς καὶ ῥύεται, εἰς ὃν ἠλπίκαμεν ὅτι καὶ ἔτι ῥύσεται, συνυπουργούντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει, ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡμῶν.
Εἰρήνη σοι.
Καὶ τῷ πνεύματί σου
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.
ΕΥΑΓΓΕΛΙΟΝ Ε'
Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Εἰρήνη πᾶσι.
Καὶ τῷ πνεύματί σου.
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
Πρόσχωμεν.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ματθαῖον Κεφ. 25: 1, 13
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα Παρθένοις, αἵτινες λαβοῦσαι τάς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ Νυμφίου, πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραί. Αἵτινες μωραί, λαβοῦσαι τάς λαμπάδας ἑαυτῶν, οὐκ ἔλαβον μεθ’ ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν, μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ Νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· Ἰδοὺ ὁ Νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ Παρθένοι ἐκεῖναι, καὶ ἐκόσμησαν τάς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι, λέγουσαι· μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας, καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ Νυμφίος, καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ’ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ Παρθένοι λέγουσαι· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν, ἐν ᾗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν προσελθόντων ἐν τῷ Ἁγίῳ Μυστηρίῳ τούτῳ, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τοῦ Κυρίου δεηθῶμεν.
ΕΥΧΗ Ε'
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ παιδεύων καὶ πάλιν ἰώμενος· ὁ ἐγείρων ἀπὸ γῆς πτωχὸν καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα· ὁ τῶν ὀρφανῶν πατήρ, καὶ τῶν χειμαζομένων λιμήν, καὶ τῶν νοσούντων ἰατρός· ὁ τάς ἀσθενείας ἡμῶν ἀπόνως βαστάζων, καὶ τάς νόσους ἡμῶν λαμβάνων· ὁ ἐν ἱλαρότητι ἐλεῶν· ὁ ὑπερβαίνων ἀνομίας καὶ ἐξαίρων ἀδικίας· ὁ ταχὺς εἰς βοήθειαν καὶ βραδὺς εἰς ὀργήν· ὁ ἐμφυσήσας εἰς τοὺς σεαυτοῦ Μαθητὰς καὶ εἰπών· «Λάβετε Πνεῦμα Ἅγιον· ἂν τινων ἀφῆτε τάς ἁμαρτίας, ἀφίενται αὐτοῖς»· ὁ δεχόμενος τῶν ἁμαρτωλῶν τὴν μετάνοιαν, καὶ ἐξουσίαν ἔχων συγχωρεῖν ἁμαρτίας πολλὰς καὶ χαλεπὰς καὶ ἴασιν παρέχων πᾶσι τοῖς ἐν ἀσθενείᾳ καὶ μακρονοσίᾳ διάγουσιν· ὁ καὶ ἐμὲ τὸν ταπεινὸν καὶ ἁμαρτωλὸν καὶ ἀνάξιον δοῦλόν Σου, τὸν ἐν πολλαῖς ἁμαρτίαις συμπεπλεγμένον, καὶ πάθεσιν ἡδονῶν συγκυλινδούμενον, καλέσας εἰς τὸν ἅγιον καὶ ὑπερμέγιστον βαθμὸν τῆς ἱερωσύνης, καὶ εἰσελθεῖν εἰς τὸ ἐνδοτερον τοῦ καταπετάσματος, εἰς τὰ Ἅγια τῶν Ἁγίων, ὅποῦ παρακύψαι οἱ ἅγιοι Ἄγγελοι ἐπιθυμοῦσι, καὶ ἀκοῦσαι τῆς εὐαγγελικὴς φωνῆς Κυρίου τοῦ Θεοῦ, καὶ θεάσασθαι αὐτοψεὶ τὸ πρόσωπον τῆς ἁγίας ἀναφορᾶς, καὶ ἀπολαῦσαι τῆς θείας καὶ Ἱερὰς Λειτουργίας· ὁ καταξιώσας με ἱερουργῆσαι τὰ ἐπουράνιά σου Μυστήρια, καὶ προσφέρειν Σοι δῶρά τε καὶ θυσίας ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων καὶ τῶν του λαοῦ ἀγνοημάτων, καὶ μεσιτεῦσαι ὑπὲρ τῶν λογικῶν σου προβάτων, ἵνα διὰ τῆς πολλῆς καὶ ἀφάτου σου φιλανθρωπίας τὰ παραπτώματα αὐτῶν ἑξαλείψῃς· Αὐτός, ὑπεράγαθε Βασιλεῦ, ἐνώτισαι τὴν προσευχήν μου ἐν ταύτῃ τῇ ὥρᾳ τε καὶ ἁγίᾳ ἡμέρᾳ, καὶ ἐν παντὶ καιρῷ καὶ τόπῳ, καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου· καὶ τῶν δούλων σου τούτων, τῶν ἐν ἀσθενείᾳ ψυχῆς καὶ σώματος ὄντων, τὴν ἴασιν δώρησαι, παρέχων ἄφεσιν ἁμαρτιῶν αὐτοῖς, καὶ συγχώρησιν πλημμελημάτων ἑκουσίων τε καὶ ἀκουσίων· θεραπεύων αὐτῶν πληγὰς ἀνιάτους, πᾶσάν τε νόσον καὶ πᾶσαν μαλακίαν. Δώρησαι αὐτοῖς ψυχικὴν ἴασιν, ὁ ἁψάμενος τῆς πενθερᾶς τοῦ Πέτρου, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός, καὶ ἠγέρθη καὶ διηκόνει Σοι. Αὐτός, Δέσποτα, καὶ τοῖς δούλοις σου τούτοις παράσχου ἰατρείαν καὶ ἀπαλλαγὴν πάσης φθοροποιοῦ ἀλγηδόνος· καὶ μνήσθητι τῶν πλουσίων σου οἰκτιρμῶν καὶ τοῦ ἐλέους Σου. Μνήσθητι, ὅτι ἐπιμελῶς ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος αὐτοῦ, καὶ οὐδεὶς εὑρίσκεται ἀναμάρτητος ἐπὶ τῆς γῆς· σὺ γὰρ μόνος ἐκτὸς ἁμαρτίας ὑπάρχεις, ὁ ἐλθὼν καὶ σώσας τὸ ἀνθρώπινον γένος, καὶ ἐλευθερώσας ἡμᾶς ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ· ἐὰν γὰρ εἰς κρίσιν ἔλθῃς μετὰ τῶν δούλων Σου, οὐδεὶς εὑρεθήσεται καθαρὸς ἀπὸ ῥύπου· ἀλλὰ πᾶν στόμα φραγήσεται, μὴ ἔχον τί ἀπολογήσασθαι, ὅτι, ὡς ῥάκος ἀποκαθημένης, πᾶσα ἡ δικαιοσύνη ἡμῶν ἐνώπιόν Σου· διὰ τοῦτο ἁμαρτίας νεότητος ἡμῶν μὴ μνησθῇς, Κύριε. Σὺ γὰρ ὑπάρχεις ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀνάπαυσις τῶν κοπιώντων καὶ πεφορτισμένων ἐν ἀνομίαις, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΑΠΟΣΤΟΛΟΣ ΣΤ'
ΠΡΟΚΕΙΜΕΝΟΝ Ἦχος δ΄
Ἐλέησον μὲ ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου.
Πρόσχωμεν.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός.
Σοφία.
Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. Κεφ. 5: 22-26, 6: 2
Πρόσχωμεν.
Ἀδελφοί, ὁ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πραότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν Πνεύματι, Πνεύματι καὶ στοιχῶμεν. Μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες. Ἀδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἒν τίνι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραότητος, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.
Εἰρήνη σοι.
Καὶ τῷ πνεύματί σου
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.
ΕΥΑΓΓΕΛΙΟΝ ΣΤ'
Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Εἰρήνη πᾶσι.
Καὶ τῷ πνεύματί σου.
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
Πρόσχωμεν.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ματθαῖον Κεφ. 15: 21-28
Τῷ καιρῷ ἐκείνῳ, ἦλθεν ὁ Ἰησοῦς εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος. Καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα, ἐκραύγαζεν αὐτῷ, λέγουσα· Ἐλέησόν με, Κύριε, Υἱὲ Δαυΐδ, ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. Ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. Καὶ προσελθόντες οἱ Μαθηταὶ αὐτοῦ, ἠρώτων αὐτόν, λέγοντες· Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν. Ὁ δὲ ἀποκριθείς, εἶπεν· οὐκ ἀπεστάλην εἰμὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Ἡ δὲ ἐλθοῦσα προσεκύνει αὐτῷ λέγουσα· Κύριε, βοήθει μοι. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυναρίοις. Ἡ δὲ εἶπε· Ναί, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν. Τότε ἀποκριθεὶς ὁ Ἰησοῦς, εἶπεν αὐτῇ· Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. Καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν προσελθόντων ἐν τῷ Ἁγίῳ Μυστηρίῳ τούτῳ, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τοῦ Κυρίου δεηθῶμεν.
ΕΥΧΗ ΣΤ'
Εὐχαριστοῦμέν Σοι, Κύριε ὁ Θεὸς ἡμῶν, ὁ ἀγαθὸς καὶ φιλάνθρωπος, καὶ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν· ὁ τάς νόσους ἡμῶν ἀπόνως βαστάζων· οὐ τῷ μώλωπι πάντες ἰάθημεν· ὁ Ποιμὴν ὁ καλός, ὁ εἰς ἀναζήτησιν ἐλθὼν τοῦ πλανηθέντος προβάτου· ὁ τοῖς ὀλιγοψύχοις διδοὺς παραμυθίαν, καὶ ζωὴν τοῖς συντετριμμένοις· ὁ τὴν πηγὴν τῆς αἱμορροούσης, δωδεκαετῆ οὖσαν ἰασάμενος· ὁ τὴν θυγατέρα τῆς Χαναναίας τοῦ χαλεποῦ δαιμονίου ἐλευθερώσας· ὁ τὸ δάνειον χαρισάμενος τοῖς δυσὶ χρεωφειλέταις, καὶ τῇ ἁμαρτωλῷ τὴν ἄφεσιν δούς· ὁ τὴν ἴασιν τῷ παραλυτικῷ δωρησάμενος σὺν τῇ ἀφέσει τῶν ἁμαρτιῶν αὐτοῦ· ὁ τὸν τελώνην τῷ λόγῳ δικαιώσας, καὶ τὸν λῃστὴν ἐν τῇ ἐσχάτῃ αὐτοῦ ὁμολογίᾳ προσδεξάμενος· ὁ τάς ἁμαρτίας τοῦ κόσμου ἀράμενος, καὶ τῷ Σταυρῷ προσηλώσας· σοῦ δεόμεθα, καὶ Σὲ ἱκετεύομεν· ἐν τῇ ἀγαθότητί Σου, Αὐτός, ἄνες, ἄφες, συγχώρησον, ὁ Θεός, τάς ἀνομίας καὶ τάς ἁμαρτίας τῶν δούλων σου τούτων, τὰ πλημμελήματα αὐτῶν, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν γνώσει καὶ ἐν ἀγνοίᾳ, τὰ ἐν παραβάσει καὶ ἐν παρακοῇ, τὰ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ· ἢ ὑπὸ κατάραν Ἱερέως ἢ πατρὸς ἢ μητρὸς ἐγένοντο· ἢ ὀφθαλμὸν εἱστίασαν ἢ ὄσφρησιν ἐξεθήλυναν ἢ ἀφῇ κατεμαλακίσθησαν ἢ γεύσει κατεπόρνευσαν ἢ ἐν οἱαδήποτε κινήσει σαρκὸς καὶ πνεύματος τοῦ Σοῦ ἀπηλλοτριώθησαν θελήματος καὶ τῆς Σῆς ἁγιότητος· εἴ τι ἥμαρτον αὐτοί τε καὶ ἡμεῖς, ὡς ἀγαθὸς καὶ ἀμνησίκακος Θεὸς καὶ φιλάνθρωπος, συγχώρησον· μὴ ἐῶν αὐτοὺς καὶ ἡμᾶς εἰς τὸν ῥερυπωμένον βίον καταπεσεῖν, μηδὲ εἰς τάς ὀλεθρίους ὁδοὺς ἀποτρέχειν. Ναί, Δέσποτα Κύριε, ἐπάκουσόν μου τοῦ ἁμαρτωλοῦ ἐν τῇ ὥρᾳ ταύτῃ ὑπὲρ τῶν δούλων σου τούτων· πάριδε, ὡς ἀμνησίκακος Θεός, τὰ παραπτώματα αὐτῶν ἅπαντα· ἀπάλλαξον αὐτοὺς τῆς αἰωνίου κολάσεως· τὸ στόμα αὐτῶν τῆς Σῆς αἰνέσεως πλήρωσον· τὰ χείλη αὐτῶν ἄνοιξον πρὸς δοξολογίαν τοῦ ὀνόματός Σου· τάς χεῖρας αὐτῶν ἔκτεινον πρὸς ἐργασίαν τῶν ἐντολῶν Σου· τοὺς πόδας αὐτῶν πρὸς τὸν δρόμον τοῦ Εὐαγγελίου Σου κατεύθυνον, πάντα αὐτῶν τὰ μέλη καὶ τὴν διάνοιαν τῇ Σῇ κατασφαλιζόμενος χάριτι. σὺ γὰρ εἶ ὁ Θεὸς ἡμῶν, ὁ διὰ τῶν ἁγίων σου Ἀποστόλων ἐντειλάμενος ἡμῖν, λέγων· «Ὅσα ἂν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τοῖς Οὐρανοῖς· καὶ ὅσα ἂν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τοῖς Οὐρανοῖς»· καὶ πάλιν· «Ἂν τινων ἀφῆτε τάς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἂν τινων κρατῆτε, κεκράτηνται». Καὶ ὡς ἑπήκουσας Ἐζεκίου ἐν τῇ θλίψει τῆς ψυχῆς αὐτοῦ ἐν τῇ ὥρᾳ τοῦ θανάτου αὐτοῦ, καὶ οὐ παρεῖδες τὴν δέησιν αὐτοῦ, οὕτω κἀμοῦ τοῦ ταπεινοῦ καὶ ἁμαρτωλοῦ καὶ ἀναξίου δούλου σου ἐπάκουσον ἐν τῇ ὥρᾳ ταύτῃ δεομένου Σου· σὺ γὰρ εἶ, Κύριε Ἰησοῦ Χριστέ, ὁ ἑβδομηκοντάκις ἑπτὰ ἀφιέναι τοῖς περιπίπτουσιν ἐν ἁμαρτίαις κελεύσας, τῇ Σῇ ἀγαθότητι καὶ φιλανθρωπίᾳ, καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις ἡμῶν, καὶ χαίρων ἐπὶ τῇ ἐπιστροφῇ τῶν πεπλανημένων· ὅτι ὡς ἡ μεγαλωσύνη Σου, οὕτω καὶ τὸ ἔλεός Σου· καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΑΠΟΣΤΟΛΟΣ Ζ'
Προκέιμενον ἦχος δ΄
Κύριε μὴ τῷ θυμῷ σου ἐλέγξῃς με.
Πρόσχωμεν.
Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι.
Σοφία.
Πρὸς Θεσσαλονικεὶς Α΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. Κεφ. 5: 14-23
Προσχῶμεν.
Ἀδελφοί, παρακαλοῦμεν ὑμᾶς, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας. Ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ, ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε καὶ εἰς ἀλλήλους καὶ εἰς πάντας. Πάντοτε χαίρετε, ἀδιαλείπτως προσεύχεσθε, ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα Θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς. Τὸ Πνεῦμα μὴ σβέννυτε, προφητείας μὴ ἐξουθενεῖτε. Πάντα δὲ δοκιμάζετε, τὸ καλὸν κατέχετε· ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε. Αὐτὸς δὲ ὁ Θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη.
Εἰρήνη σοι.
Καὶ τῷ πνεύματί σου
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.
ΕΥΑΓΓΕΛΙΟΝ Ζ'
Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Εἰρήνη πᾶσι.
Καὶ τῷ πνεύματί σου.
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
Πρόσχωμεν.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ματθαῖον Κεφ. 9: 9-13
Τῷ καιρῷ ἐκείνῳ, παράγων ὁ Ἰησοῦς εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Ματθαῖον λεγόμενον, καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. Καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. Καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ, καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς Μαθηταῖς αὐτοῦ. Καὶ ἰδόντες οἱ Φαρισαῖοι εἶπον τοῖς Μαθηταῖς αὐτοῦ· διατί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ Διδάσκαλος ὑμῶν; Ὁ δὲ Ἰησοῦς ἀκούσας εἶπεν αὐτοῖς· Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες. Πορευθέντες δὲ μάθετε τί ἐστιν «ἔλεον θέλω καὶ οὐ θυσίαν». Οὐ γὰρ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν προσελθόντων ἐν τῷ Ἁγίῳ Μυστηρίῳ τούτῳ, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τοῦ Κυρίου δεηθῶμεν.
ΕΥΧΗ Ζ'
Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, ἰατρὲ ψυχῶν καὶ σωμάτων, ὁ τὰ χρόνια πάθη θεραπεύων, ὁ ἰώμενος πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ· ὁ θέλων, πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν· ὁ μὴ βουλόμενος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν· σὺ γὰρ Κύριε, ἐν τῇ Παλαιᾷ Διαθήκῃ ἔθου μετάνοιαν τοῖς ἁμαρτωλοῖς, Δαυῒδ καὶ Νινευΐταις, καὶ τοῖς πρὶν καὶ τοῖς μετὰ τούτους· ἀλλὰ καὶ ἐν τῇ ἐπιδημίᾳ τῆς ἐνσάρκου Σου οἰκονομίας, οὐκ ἐκάλεσας δικαίους, ἀλλ’ ἁμαρτωλοὺς εἰς μετάνοιαν, ὡς τὸν τελώνην, ὡς τὴν πόρνην, ὡς τὸν λῃστήν, ὡς τὸν βλάσφημον καὶ διώκτην τὸν μέγαν Παῦλον, διὰ μετανοίας προσδεξάμενος· Πέτρον τὸν κορυφαῖον καὶ Ἀπόστολόν Σου, ἀρνησάμενόν Σε τρίτον, διὰ μετανοίας προσεδέξω καὶ προσελάβου καὶ ἐπηγγείλω αὐτῷ, λέγων· «Σῦ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾍδου οὐ κατισχύσουσιν αὐτῆς· καὶ δώσω σοι τάς κλεῖς τῆς Βασιλείας τῶν Οὐρανῶν». Διόπερ καὶ ἡμεῖς, ἀγαθὲ καὶ φιλάνθρωπε, κατὰ τάς ἀψευδεῖς σου ἐπαγγελίας θαρροῦντες, δεόμεθα σου καὶ ἱκετεύομεν ἐν τῇ ὥρᾳ ταύτῃ. Ἐπάκουσον τῆς δεήσεως ἡμῶν, καὶ πρόσδεξαι αὐτὴν ὡς θυμίαμα προσφερόμενόν Σοι, καὶ ἐπίσκεψαι τοὺς δούλους σου τούτους καὶ εἴ τι ἐπλημμέλησαν ἐν λόγῳ ἢ ἔργῳ ἢ κατὰ διάνοιαν ἢ ἐν νυκτὶ ἢ ἐν ἡμέρᾳ ἢ ὑπὸ κατάραν Ἱερέως ἐγένοντο ἢ τῷ ἰδίῳ ἀναθέματι ὑπέπεσαν ἢ ὅρκῳ παρεπίκραναν καὶ ὁρκωμότησαν, παρακαλοῦμέν Σε καὶ δεόμεθά Σου· ἄνες, ἄφες, συγχώρησον αὐτοῖς, ὁ Θεός, παραβλέπων τάς ἀνομίας αὐτῶν καὶ τάς ἁμαρτίας καὶ τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ γενόμενα παρ’ αὐτῶν. Καὶ εἴ τι τῶν ἐντολῶν Σου παρέβησαν ἢ ἐπλημμέλησαν, ὡς σάρκα φοροῦντες καὶ τὸν κόσμον οἰκοῦντες ἢ ἐξ ἐνεργείας τοῦ διαβόλου, Αὐτός, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεός, συγχώρησον· ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὃς ζήσεται καὶ οὐχ ἁμαρτήσει. σὺ γὰρ μόνος ὑπάρχεις ἀναμάρτητος· ἡ δικαιοσύνη Σου, δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ λόγος Σου ἀλήθεια. Οὐ γὰρ ἔπλασας τὸν ἄνθρωπον εἰς ἀπώλειαν, ἀλλ’ εἰς περιποίησιν τῶν ἐντολῶν Σου καὶ ζωῆς ἀφθάρτου κληρονομίαν· καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ Παναγίῳ, καὶ ἀγαθῷ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εἶτα εἰσέρχεται μέσον τῶν Ἱερέων οἱ ποιοῦντες τὸ Εὐχελαιον καὶ, λαβὼν ὁ προϊστάμενος τῶν Ἱερέων τὸ Ἅγιον Εὐαγγέλιον, τίθησιν ἐπὶ τάς κεφαλὰς αὐτῶν· καὶ τιθέασιν ἐπ’ αὐτὸ τάς χεῖρας οἱ Ἱερεῖς· Ὁ δὲ προϊστάμενος λέγει τὴν Εὐχὴν ταύτην μεγαλοφώνως, τῶν λοιπῶν ὑποψαλλόντων τὸ Κύριε, ἐλέησον.
Τοῦ Κυρίου δεηθῶμεν.
Ο ΠΡΟΪΣΤΑΜΕΝΟΣ Βασιλεῦ ἅγιε, εὔσπλαγχνε, καὶ πολυέλεε, Κύριε Ἰησοῦ Χριστέ, Υἱὲ καὶ Λόγε τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν· οὐ τίθημι ἐμὴν χεῖρα ἁμαρτωλὸν ἐπὶ τάς κεφαλὰς τῶν προσελθόντων σοι ἐν ἁμαρτίαις καὶ αἰτουμένων παρὰ σοῦ δι’ ἡμῶν ἄφεσιν ἁμαρτιῶν· ἀλλὰ σὴν χεῖρα κραταιὰν καὶ δυνατήν, τὴν ἐν τῷ ἁγίῳ Εὐαγγελίῳ τούτῳ, ὃ οἱ συλλειτουργοί μου κατέχουσιν ἐπὶ τάς κεφαλὰς τῶν δούλων σου τούτων ἔκτεινον· καὶ δέομαι σὺν αὐτοῖς καὶ ἱκετεύω τὴν συμπαθεστάτην καὶ ἀμνησίκακόν σου φιλανθρωπίαν· ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ὁ διὰ τοῦ προφήτου σου Νάθαν μετανοήσαντι τῷ Δαυῒδ ἐπὶ τοῖς ἰδίοις ἁμαρτήμασιν ἄφεσιν δωρησάμενος, καὶ τοῦ Μανασσῆ τὴν ἐπὶ μετανοίᾳ προσευχὴν δεξάμενος, αὐτὸς καὶ τοὺς δούλους σου τούτους μετανοοῦντας ἐπὶ τοῖς ἰδίοις αὐτῶν πλημμελήμασι, πρόσδεξαι τῇ συνήθει σου φιλανθρωπίᾳ, παρορῶν αὐτῶν πάντα τὰ παραπτώματα· σὺ γὰρ εἶ ὁ Θεὸς ἡμῶν, ὁ καὶ ἑβδομηκοντάκις ἑπτὰ ἀφιέναι κελεύσας τοῖς περιπίπτουσιν ἐν ἁμαρτίαις· ὅτι ὡς ἡ μεγαλωσύνη σου, οὕτω καὶ τὸ ἔλεός σου. Καὶ σοὶ πρέπει πᾶσα δόξα, τιμή, καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ ΧΡΙΣΕΩΣ
Πάτερ, Ἅγιε, ἰατρὲ τῶν ψυχῶν καὶ τῶν σωμάτων, ὁ πέμψας τὸν μονογενῆ σου Υἱόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, πᾶσαν νόσον ἰώμενον καὶ ἐκ θανάτου λυτρούμενον, ἴασαι καὶ τοὺς δούλους σου τούτους, ἐκ τῆς περιεχούσης αὐτῶν σωματικῆς καὶ ψυχικῆς ἀσθενείας, καὶ ζωοποίησον αὐτούς, διὰ τῆς Χάριτος τοῦ Χριστοῦ Σου· πρεσβείαις τῆς ὑπεραγίας, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων ἀσωμάτων· τοῦ τιμίου καὶ ἐνδόξου, Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· τῶν ἁγίων καὶ ἰαματικῶν Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ, Κύρου καὶ Ἰωάννου, Σαμψὼν καὶ Διομήδους, Μωκίου καὶ Ἀνίκητου, Παντελεήμονος καὶ Ἑρμολάου, Θαλελαίου καὶ Τρύφωνος· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης καὶ πάντων τῶν Ἁγίων.΄Ἀμήν. Ὅτι Σὺ εἰ ἡ πηγὴ τῶν ἰαμάτων, ὁ Θεός, ὁ Θεὸς ἡμῶν, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εἰς τὸ τέλος τοῦ Μυστηρίου, οἱ ἱερεῖς, μὲ τὸ Ἅγιον Ἔλαιον, ποιοῦσι σταυρὸν ἐπὶ τοῦ μετώπου, τῆς σιαγόνας, τῶν παρειῶν καὶ τῶν χειρῶν τῶν πιστῶν λέγοντες:
Πάτερ Ἅγιε, ἰατρὲ τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, ἐλέησον, συγχώρησον καὶ σῶσον τὸν δοῦλόν (τὴν δούλην) σου ............
Τὰ ἀκόλουθα τροπάρια ψάλλονται, καθ’ ὃν χρόνον οἱ ἱερεῖς χρίουσι τοὺς πιστούς.
Ἦχος δ'
Πηγήν ἰαμάτων ἔχοντες, Ἅγιοι Ἀνάργυροι, τάς ἰάσεις παρέχετε πᾶσι τοῖς δεομένοις, ὡς μεγίστων δωρεῶν ἀξιωθέντες, παρὰ τῆς ἀενάου πηγῆς τοῦ Σωτῆρος Χριστοῦ. Φησὶ γὰρ πρὸς ὑμᾶς ὁ Κύριος, ὡς ὁμοζήλους τῶν Ἀποστόλων. Ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν, κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε αὐτὰ ἐκβάλλειν, καὶ θεραπεύειν πᾶσαν νόσον, καὶ πᾶσαν μαλακίαν. Διὸ τοῖς προστάγμασιν αὐτοῦ καλῶς πολιτευσάμενοι, δωρεὰν ἐλάβετε, δωρεὰν παρέχετε, ἰατρεύοντες τὰ πάθη τῶν ψυχῶν, καὶ τῶν σωμάτων ἡμῶν.
Δόξα... Καὶ νῦν. Θεοτοκίον
Ἦχος ὁ αὐτὸς
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Δόξα σοι ὁ Θεὸς ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
Δόξα... Καὶ νῦν...
Κύριε ἐλέησον. (γ')Πάτερ ἅγιε, εὐλόγησον.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, τοῦ ἁγίου Ἰακώβου τοῦ Ἀδελφοθέου καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμάς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμάς. Ἀμήν.
(Ὁ ποιήσας δὲ τὸ Εὐχέλαιον, βαλὼν μετάνοιαν λέγει·
Εὐλογεῖτε, Πατέρες ἅγιοι· συγχωρήσατέ μοι τῷ ἁμαρτωλῷ (ἐκ γ΄)
Καὶ λαβὼν παρ’ αὐτῶν εὐλογίαν καὶ συγχώρησιν ἀπέρχεται εὐχαριστῶν τῷ Θεῷ.
https://www.youtube.com
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου