Καμπαναριό του 15ου αιώνα στην Κεφαλονιά

Καμπαναριό του 15ου αιώνα στην Κεφαλονιά
Αγαπητοί επισκέπτες καλώς ήλθατε.
Μπορείτε να επικοινωνείτε μαζί μας, να αποστέλλετε και να μοιράζεστε κρίσεις, σχόλια, απόψεις, στην ηλεκτρονική διεύθυνση :
amalgamaparamythias@gmail.com

Με εκτίμηση,
Η Ομάδα Διαχείρισης


Σάββατο 11 Απριλίου 2015

Αναστάσεως Ημέρα - Καταβασίες Πάσχα


Αναστάσεως Ημέρα...

Ψάλλει ο π. Γεώργιος Στάμος, Πρωτοπρεσβύτερος της Ιεράς Μητροπόλεως Θεσσαλιώτιδος και Φαναριοφερσάλων.
μονταζ - επεξεργασία: Θωμάς Καραγεώργος. 
Kείμενα: Θωμάς Καραγεώργος.


Αναστάσεως Ημέρα
Ἦχος α'

ᾨδὴ α'
Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.

ᾨδὴ γ'
Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον· ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.

ᾨδὴ δ'
Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.

ᾨδὴ ε'
Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μυρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.

ᾨδὴ ς'
Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.

ᾨδὴ ζ'
Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

ᾨδὴ η'
Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον.
Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ'
Ο Άγγελος εβόα τη Κεχαριτωμενη ,Αγνή Παρθένε χαίρε και πάλιν ερώ χαίρε,ο σος Υιός ανέστη τριήμερος εκ τάφου. Φωτίζου, φωτίζου η νέα Ιερουσαλήμ, η γαρ δόξα Κυρίου επί σε ανέτειλε. Χόρευε νυν και αγγάλου Σιών, συ δε Αγνή, τέρπου Θεοτόκε, εν τη Εγέρσει του τόκου σου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου