Ἰδιόμελα τῆς ΣΤ΄ Ὥρας τῶν Θεοφανείων.
Ψάλλει ὁ ἱερομόναχος Ῥωμανός Ἀναστασιάδης, ἀδελφός τῆς Ἱερᾶς Πατριαρχικῆς καί Σταυροπηγιακῆς Μονῆς Προφήτου Ἠλιού Ῥουστίκων, εὑρισκομένης εἰς τήν Ἱεράν Μητρόπολιν Ῥεθύμνης καί Αὐλοποτάμου ἐν Κρήτῃ. Ἡ ἠχογράφησις ἔγινε τό 2005.
Ἦχος πλ. δ΄.
Τάδε λέγει Κύριος πρός, Ἰωάννην. Προφῆτα δεῦρο βάπτισόν με, τὸν δημιουργήσαντα· τὸν φωτίζοντα χάριτι, καὶ καθαίροντα ἅπαντας, ἅψαι θείας κορυφῆς μου, καὶ μὴ διστάσῃς. Προφῆτα, ἄφες ἄρτι· καὶ γὰρ πληρῶσαι παραγέγονα, δικαιοσύνην πᾶσαν. Σὺ οὖν μὴ διστάσῃς ὅλως· καὶ γὰρ τὸν κεκρυμμένον τοῖς ὕδασι πολέμιον, τόν ἄρχοντα τοῦ σκότους, ἐπείγομαι ὀλέσαι· λυτρούμενος τὸν κόσμον, ἐκ τῶν αὐτοῦ παγίδων νῦν, παρέχων ὡς φιλάνθρωπος, ζωὴν τὴν αἰώνιον.
Στίχ. Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἐρμωνιείμ.
Ἦχος πλ. β΄.
Σήμερον ἡ ψαλμικὴ Προφητεία, πέρας λαβεῖν ἐπείγεται· ἡ θάλασσα γὰρ φησιν, εἶδε καὶ ἔφυγεν· ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω, ἀπὸ προσώπου Κυρίου, ἀπὸ προσώπου τοῦ Θεοῦ Ἰακώβ, ἐλθόντος ὑπὸ δούλου δέξασθαι Βάπτισμα· ἵνα ἡμεῖς, εἰδωλικῆς ἀκαθαρσίας ἐκπλυθέντες, φωτισθῶμεν τὰς ψυχὰς δι᾽ αὐτοῦ.
Δόξα... Καὶ νῦν... Ἦχος πλ.α΄.
Τὶ ἀναχαιτίζεις σου τὰ ὕδατα ὦ Ἰορδάνη; τὶ ἀναποδίζεις τὸ ῥεῖθρον, καὶ οὐ προβαίνεις τὴν κατὰ φύσιν πορείαν. Οὐ δύναμαι φέρειν, φησί, πῦρ καταναλίσκον· ἐξίσταμαι, καὶ φρίττω τὴν ἄκραν συγκατάβασιν· ὅτι οὐκ εἴωθα τὸν καθαρὸν ἀποπλύνειν, οὐκ ἔμαθον τὸν ἀναμάρτητον ἀποσμήχειν, ἀλλὰ τὰ ῥερυπωμένα σκεύη ἐκκαθαίρειν. Ἀκάνθας φλέγειν με ἁμαρτημάτων διδάσκει, ὁ ἐν ἐμοὶ βαπτιζόμενος Χριστός· ὁ Ἰωάννης συμμαρτυρεῖ μοι· ἡ Φωνὴ τοῦ Λόγου βοᾷ· ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Αὐτῷ πιστοὶ βοήσωμεν· ὁ ἐπιφανεὶς Θεός, εἰς τὴν ἡμῶν σωτηρίαν, δόξα σοι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου