Τὴν κοινὴν Ἀνάστασιν πρὸ τοῦ σοῦ πάθους πιστούμενος, ἐκ νεκρῶν ἤγειρας τὸν Λάζαρον, Χριστὲ ὁ Θεός· ὅθεν καὶ ἡμεῖς ὡς οἱ παῖδες, τὰ τῆς νίκης σύμβολα φέροντες, σοὶ τῷ Νικητῇ τοῦ θανάτου βοῶμεν· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου. Στιχηρὰ Ἰδιόμελα τοῦ Ἁγίου Λαζάρου
Κύριε, ἡ φωνή σου κατέλυσε, τοῦ ᾍδου τὰ βασίλεια, καὶ ὁ λόγος τῆς ἐξουσίας σου, ἤγειρεν ἐκ τάφου τετραήμερον, καὶ γέγονεν ὁ Λάζαρος, τῆς παλιγγενεσίας, προοίμιον σωτήριον. Πάντα δυνατά σοι Δέσποτα, τῷ πάντων Βασιλεῖ, δώρησαι τοῖς δούλοις σου, ἱλασμὸν καὶ τὸ μέγα ἔλεος. Η ευαγγελική περικοπή της ημέρας που περιγράφει την Ανάσταση του Λαζάρου: κατά Ιωάννην, κεφάλαιο ια, 1-45. |
|
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου