Καμπαναριό του 15ου αιώνα στην Κεφαλονιά

Καμπαναριό του 15ου αιώνα στην Κεφαλονιά
Αγαπητοί επισκέπτες καλώς ήλθατε.
Μπορείτε να επικοινωνείτε μαζί μας, να αποστέλλετε και να μοιράζεστε κρίσεις, σχόλια, απόψεις, στην ηλεκτρονική διεύθυνση :
amalgamaparamythias@gmail.com

Με εκτίμηση,
Η Ομάδα Διαχείρισης


Δευτέρα 25 Φεβρουαρίου 2013

ΠΑΝΑΓΙΑ ΕΣΦΑΓΜΕΝΗ ΒΑΤΟΠΕΔΙΟΥ-ΠΑΡΑΚΛΗΣΙΣ


ΦΕΒΡΟΥΑΡΙΟΣ 2.
ΠΑΝΑΓΙΑ ΕΣΦΑΓΜΕΝΗ ΒΑΤΟΠΕΔΙΟΥ


ΠΑΡΑΚΛΗΣΙΣ
 
(Χ. Μπούσιας. Νεκτάριος Μαμαλοῦγκος, www.nektarios.gr)
 
Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
 
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου,εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδιάσεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.Ἀκουστόν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπί Σοί ἤλπισα. Γνώρισόν μοι,Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τό ὄνομα τό Ἅγιον Αὐτοῦ.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Κεκοσμημένην ἐξ ἰχώρων σου θείων, ἡ παναγία Σου Εἰκὼν Ἐσφαγμένη, θαυματουργεῖ ἑκάστοτε τοῖς ταύτῃ πιστῶς, προσιοῦσι Δέσποινα χαλεπῶς τρυχομένοις, ἐκ παντοίων θλίψεων καὶ δεινῶν ἀλγηδόνων, διὸ ὑμνοῦμεν ᾄσμασι τερπνοῖς, Αὐτῆς προνοίας, πρὸς πάντας τὸ ἄμετρον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με,ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοῦ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοῦ γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς μέ ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν.Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης,ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν Σου μόσχους.

 
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ἐσφαγμένη,σῶσόν με τὸν ἀνόμως βιοῦντα. Χ.

ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Ἐλέους κατάπεμψον ὑετόν, τοῦ θείου Σου τόκου, ἐπὶ πάντας τοὺς εὐλαβῶς, ὑμνοῦντάς Σε Μῆτερ Ἐσφαγμένη, καὶ τὴν σεπτὴν προσκυνοῦντας Εἰκόνα Σου.
Σκοπεύοντες δόξαν τῶν οὐρανῶν, οἱ Σὲ ἀνυμνοῦντες, Ἐσφαγμένη περιχαρῶς, ἀσπάζονται ἔκτυπον τὸ θεῖον, καὶ τὴν θερμὴν ἐκζητοῦσι πρεσβείαν Σου.
Φωτόλαμπρος λύχνος ἡ Σὴ Εἰκών, αὐγάζει καρδίας, Ἐσφαγμένη τῶν μοναστῶν, τῆς θείας Μονῆς Βατοπεδίου, οὓς ἐποπτεύεις ὑψόθεν ἑκάστοτε.
 
Γλυκεῖα μερόπων καταφυγή, ταῖς Σαῖς Ἐσφαγμένη, καταφεύγοντες προσευχαῖς, λαμβάνομεν χάριν οὐρανόθεν, τὰ κέντρα πλῆξαι τοῦ πλάνου ἀλάστορος.

ᾨδὴ γ΄. Οὐρανίας ἀψῖδος.
Μὴ παρίδῃς δεήσεις τῶν μοναστῶν Δέσποινα, Μῆτερ Ἐσφαγμένη καὶ πάντων, τῶν προσιόντων Σοι, ὑπάρχεις γὰρ ταχινή, προστάτις σκέπη καὶ ῥῦστις, τῶν χαρίτων ἄβυσσον,μεγαλυνόντων Σου.
 
Ἐσφαγμένη βοῶ Σοι· ὥσπερ ποτὲ ᾤκτειρας, μεταμεληθέντα βιαίως, Σοῦ πάλαι τρώσαντα, τὴν παναγίαν μορφήν, Ἐκκλησιάρχην μοὶ πέμψον, οἰκτιρμῶν τὸ πλῆθός Σου, ἵνα γεραίρω Σε.
Νουνεχῶς διαπλεῦσαι τὸ τῆς ζωῆς πέλαγος, καὶ εἰς ὅρμον εὔδιον φθάσαι, αἰωνιότητος, τοὺς Σὲ ὑμνοῦντας ἀεί, θαυματουργὲ Ἐσφαγμένη, μελιχροῖς μελίσμασι, πάντας ἀξίωσον.
Ἡ ἐν θρόνῳ κειμένῃ περικαλλεῖ Ἄνασσα, τοῦ Βατοπεδίου Εἰκών Σου, ὄμμα γλυκύτατον, ῥίπτει ἡμῖν δαψιλῶς, Σῆς μητρικῆς συμπαθείας, Ἐσφαγμένη ἅπασι, τοῖς προσκυνοῦσί Σε.
Διάσωσον,Ἐκκλησιάρχην ὡς πάλαι πληγώσαντά Σε, Ἐσφαγμένη τοὺς Σὲ πιστῶς ὑμνοῦντας καὶ δώρησαι, μετάνοιαν πᾶσι σωτηριώδη.
Ἐπίβλεψον,ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Εἰκόνα τὴν Σὴν πιστῶς κατασπαζόμενοι, ὑγείαν ψυχὴν καὶ σώματος λαμβάνομεν, Ἐσφαγμένην πάνσεμνε, καὶ παθῶν παντοίων λυτρούμεθα, ὅθεν βοῶμεν πίστει ἀκλινεῖ· ἀκέστωρ ἡμῶν ὑπάρχεις Δέσποινα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Σοὶ ὁ τλήμων οἰκέτης Σου, νῦν προσπίπτω κράζων· πταισμάτων ἄφεσιν, Ἐσφαγμένη ὥνπερ ἔπραξα,Σαῖς λιταῖς παράσχου πρὸς τὸν Κύριον.
 
Ὡς ποτὲ συνεχώρησας, Ἐσφαγμένη Δέσποινα Σὲ τὸν τρώσαντα, τὰ πολλά μου ἀτοπήματα,καὶ ἀνόμους πράξεις μου συγχώρησον.
Στῆσον ὄμβρους πταισμάτων μου, ὄμβρον τὸν οὐράνιον ἡ ἐν μήτρᾳ Σου, δεξαμένη καὶ τοὺς αὔλακας,Μῆτερ τῆς ψυχῆς μου πλῆσον χάριτος.
Ὀλοφύρομαι Δέσποινα, ἀναμιμνησκόμενος τῆς κακίας μου, Ἐσφαγμένη πλὴν κραυγάζω Σοι· αὔξησον πρὸς πάντας τὴν ἀγάπην μου.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νύκτα πειρασμῶν, τῶν δεινῶν συνεχομένων με, διασκέδασον φωτὶ Σῶν πρεσβειῶν, Ἐσφαγμένη ἵνα πόθῳ μακαρίζω Σε.

Μόνη τῶν πιστῶν, προστασία καὶ βοήθεια, Ἐσφαγμένη ἐνδυνάμωσον ἡμᾶς, ἀντιστῆναι τῇ μανίᾳ τοῦ ἀλάστορος.

Ἕλκη χαλεπά, Ἐσφαγμένη τῆς καρδίας μου, ἀντιλήψεως ἐξάλειψον τῆς Σῆς, τῷ φαρμάκῳ Ὄρους Ἄθωνος ἰάτειρα.

Τείχισον ἡμᾶς, ἐν τῇ σκέπῃ τῆς προνοίας Σου, Ἐσφαγμένη καὶ ἀπάλλαξον δεινῶν, τοὺς ἱκέτας Σου στερήσεων βοῶμέν Σοι.

 
ᾨδὴ στ΄. Τὴν δέησιν.
 
Ὁδήγησον,τὰς ψυχὰς τῶν δούλων Σου, Ἐσφαγμένη σωτηρίας πρὸς τρίβους, ἡ τοῦ ὀργίλου ποτὲ δεξαμένη, Ἐκκλησιάρχου τὴν μῆνιν πρὶν ἄφθονον, μεταμελείας δωρεάν, δῷς ἐκείνῳ καὶ δάκρυ ἀείῤῥοον.

Νυχθήμερον,Ἐσφαγμένη δέσηιν, μονοτρόπων ἣν προσφέρουσι δέξαι, Βατοπεδίου Μονῆς αἱ χορεῖαι,καὶ πρὸς τὸν θρόνον τοῦ Κτίστου προσάγαγε, αὐτὰς καὶ τόκου Σου σεπτοῦ, ὡς μεσίτρια πάντων ὑπάρχουσα.

Ἀνάγαγε,τοὺς πεσόντας δούλους Σου, Ἐσφαγμένη εἰς βυθὸν ἁμαρτίας, τῆς βοηθείας Σου τείνουσα χεῖρας, καὶ ἀτραποὺς μετανοίας δεικνύουσα, αὐτοῖς πρὸς ὕψος νοητόν, ὁδηγούσας καὶ δόμους λαμπρότητος.

Νοσοῦσάν μου, τὴν ψυχὴν θεράπευσον, καὶ σαρκίου μου ἀπέλασον ἄλγη, Βατοπεδίου τῆς Μάνδρας ἀκέστορ, ἀναβοῶμεν πιστῶς ἀσπαζόμενοι, τὴν θαυματόβρυτον ἁγνή, Ἐσφαγμένη καὶ θείαν Εἰκόνα Σου.

Διάσωσον,Ἐκκλησιάρχην ὡς πάλαι πληγώσαντά Σε, Ἐσφαγμένη τοὺς Σὲ πιστῶς ὑμνοῦντας καὶ δώρησαι, μετάνοιαν πᾶσι σωτηριώδη.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Μετανοίας τῆς σωτηριώδους ὑπάνοιξον, Ἐσφαγμένη ἁγνὴ Μαριὰμ πύλας ἅπασι, τοῖς ἐν πίστει, ἀσπαζομένοις ἔκτυπον τὸ Σόν, καὶ ὑμνοῦσιν ὕμνοις μελιχροῖς, τὴν Σὴν ταχεῖαν ἀρωγήν, καὶ ἀσίγητον εὔνοιαν, δέξαι οὖν τὰς δεήσεις, Παρθένε τῶν ὑμνητῶν Σου, καὶ ἀπὸ πάσης τοῦ ἐχθροῦ,Ἐσφαγμένη βλάβης λύτρωσαι.

Προκείμενον. Ἦχος δ´. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Στίχ. Ἄκουσον, Θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν. (Κεφ. α´ 39-49, 56)
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα˙ καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς˙ καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν˙ Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γὰρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ˙ Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί˙ ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα. Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν. Ταῖς τῆς Ἐσφαγμένης, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεος σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Σῶσόν με τὸν ἄσωτον, καὶ τὸν ὀργίλον Παρθένε, δοῦλόν Σου τὸν σπεύδοντα, τὴν σεπτὴν Εἰκόνα Σου, κατασπάσασθαι, ἡ ποτὲ σώσασα, τὸν Ἐκκλησιάρχην, τὸν μαχαίρας Σε πληγώσαντα, ἀκμῇ σκαιότατα, ἐξ ὀργῆς κινούμενον Ἄνασσα, ὡς γὰρ οὗτος ἦλθεν,Παρθένε εἰς ἐπίγνωσιν λιταῖς, ταῖς σαῖς κᾀμοὶ πύλας ἄνοιξον, μετανοίας δέομαι.

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ὅρμος ἀχείμαστος ὑπάρχεις, ποντουμένων σάλῳ βίου οἰκετῶν Σου, καὶ θεμένων ἐν Σοί, τοὺς οἴακας Παρθένε, ψυχῆς αὐτῶν εἰς ἄγρυπνον, ὥσπερ θεῖον κυβερνήτην.

Μάργαρον ὤφθη Ἐσφαγμένη, πολυτίμητον Εἰκών Σου ἡ Ἁγία, ἡ πληγὴ παρειᾶς, δεικνύουσα Σῆς θείας, καὶ ἐκροᾶς αἱμάτων Σου, τοῖς πιστῶς Σε προσκυνοῦσιν.

Ὡς κιβωτόν Σε σωτηρίας, ἄλλην ἔγνωμεν Κυρία Ἐσφαγμένη, ἐκ τοῦ κατακλυσμοῦ, τὴν σώσασαν τὸ γένος, ἡμῶν ζοφώδους θλίψεως, καὶ θανάτου αἰωνίου.

Σύ μου χαρὰ Σύ μου καὶ τεῖχος, Σὺ ψυχῆς μου ἀγαλλίαμα καὶ εὖχος, Ἐσφαγμένη βοῶν,καὶ πόθῳ τὴν Σὴν θείαν, Εἰκόνα ἀσπαζόμενος, Σὲ δοξάζω εἰς αἰῶνας.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Βυθῷ πεσόντες, ἁμαρτημάτων παντοίων, Ἐσφαγμένη πιστῶς Σοι βοῶμεν· ἔγειρον Σοὺς δούλους, ἐκ βόθρου ἀπωλείας.

Ἰσχὺν πρεσβεύειν, ὑπὲρ ἡμῶν Ἐσφαγμένη, τῶν Εἰκόνα τὴν Σὴν προσκυνούντων, ἔχεις ὥσπερ Μήτηρ, Θεοῦ δεδοξασμένη.

Οἱ εὐλαβῶς Σε, ἐπικαλούμενοι Μῆτερ, Ἐσφαγμένη λαμβάνουσι ῥώμην, καὶ ἰσχὺν τὸν πλάνον, ἐχθρὸν καταπαλαῖσαι.

Ὑψόθεν πέμψον, παντὶ πιστῷ Ἐσφαγμένη, δαψιλῶς τὴν κατ’ ἄμφω ὑγείαν, ψυχικὴν εἰρήνην,καὶ ἄκραν εὐρωστίαν.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ναμάτων ζωηῤῥύτων, ἐμπλησθῆναι πάντας, τοὺς προσκυνοῦντας τὸ θεῖόν σου ἔκτυπον, περικλεὲς Ἐσφαγμένη ταχὺ ἀξίωσον.

Ταπείνωσιν τελείαν, δός μοι Ἐσφαγμένη, καὶ μετανοίας μοι πύλας ὑπάνοιξον, ἵνα εἰσέλθω ὁ τάλας εἰς θεῖα δώματα.

Ἁγίασον τοὺς πόθῳ, νῦν ἀσπαζομένους, τὴν ἱερὰν Ἐσφαγμένη Εἰκόνα Σου, καὶ ῥᾶνον τούτους εὐχῶν Σου ψεκάσιν ἄνωθεν.

Χαρᾶς μου Ἐσφαγμένη, πάνσεπτον δοχεῖον, τοὺς Σὲ ὑμνοῦντος τὸ ἄχθος ἐκδίωξον, καὶ προσκυνεῖν Σε καρδίᾳ ἁγνῇ ἀξίωσον.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Ἔχει τὴν Εἰκόνα Σου τὴν σεπτήν, τοῦ Βατοπεδίου, τὸ σεμνεῖον ὡς θησαυρόν, θεῖον Ἐσφαγμένη, Κυρία Θεοτόκε, καὶ κρήνην θαυμασίων, ὄντως ἀστείρευτον.

Σκότος ζοφερώτατον τῆς ὀργῆς, σκέδασον λιταῖς Σου, καὶ ἀνάτειλον χρυσαυγῆ, ἥλιον εἰρήνης,Κυρία Ἐσφαγμένη, ἡμῖν τοῖς προσιοῦσι, Σῷ ἐκτυπώματι.

Μάνδραν περιφρούρει τὴν εὐαγῆ, τοῦ Βατοπεδίου, οἷαν κόσμον περικλεῆ, τὴν σεπτὴν πλουτοῦσαν, Εἰκόνα Σου ἐν κόλποις, Παρθένε Ἐσφαγμένη, κόσμου διάσωσμα.

Πύλας ἄνοιξόν μοι τῆς σωστικῆς, μετανοίας Κόρη, Ἐσφαγμένη θαυματουργέ, ἡ ἐκ τοῦ θανάτου, τοῦ αἰωνίου πάλαι, τὸν τρώσαντα βιαίως, Σὲ διασώσαντα.

Τρόμον ἐμποιεῖ μοι τῷ δυστυχεῖ, Ἐσφαγμένη Κόρη, τῶν αἱμάτων ἡ ἐκροή, ἐν τῇ παρειᾷ Σου,καὶ τῆς ὀργῆς μου νέφη, διώκει τὰ ζοφώδη, πρᾷε Μητρόθεε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον. Τὰ συνήθη τροπάρια. Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Νέφη,ἀποδίωξον ὀργῆς, τὰ θανάτου φέροντα ὄμβρον, ἡ τοῦ ὀργίλου ποτέ, δεξαμένη μάχαιραν, Θεογεννήτρια, Ἐσφαγμένη καὶ πότισον, ἡμῶν τὰς καρδίας, νάμασι συνέσεως, καὶ ταπεινώσεως, ἵνα πρὸς τὸν πέλας ἀγάπης, καὶ τὸν Λυτρωτὴν ἄνθος θεῖον,οὐρανίου μύρου ἐκβλαστήσωμεν.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἐσφαγμένη Παρθένε τὸ Σὸν ἐκτύπωμα, φέρον αἱμάτων τὰ ἴχνη, ἐν τῇ τρωθείσῃ δεινῶς, παρειᾷ Σου ὑπ’ ὀργίλου διακόνου Σου, Βατοπεδίου ἡ Μονή, ὡς ὑπόδειγμα ἡμῖν, προβάλλει ἀοργησίας,καὶ μετανοίας ἐνθέου, ἥσπερ ἀξίωσον ταχὺ καὶ ἡμᾶς.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου