ΓΡΗΓΟΡΙΟΥ, ΘEΟΔΩΡΟΥ ΚΑΙ ΛΕΟΝΤΟΣ
Ψαλλομένη τῇ Κυριακῇ τῶν Ἁγίων Πάντων
Ποίημα Ἱερέως Γεωργίου Ἀντζουλάτου (2007)
Ἀκολουθοῦνται αἱ διατάξεις τοῦ Τυπικοῦ τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας, τῆς Ἑορτῆς τῶν Ἁγίων Κωνσταντίνου καὶ Ἑλένης, εἰ αὕτη τύχη τῇ Κυριακὴ τῶν Ἁγίων Πάντων (περίπτωσις ΙΑ´, παράγραφοι 25, 27).
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Μετὰ τὸν Προοιμιακόν, τὸ α΄ Κάθισμα τοῦ Ψαλτηρίου. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους ι΄ καὶ ψάλλομεν Ἀναστάσιμα τοῦ πλ. δ´ εἰς δ´, τῶν Ἁγίων Πάντων γ΄ καὶ τῶν Ἁγίων Φανέντων Στιχηρὰ Προσόμοια γ´. Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὡς χρυσὸς καὶ ἀδάμαντες, ἐκ τῆς λήθης ἐφάνησαν, τοῦ Θεοῦ κοσμήματα εἰς γῆν ἅπασαν, τὰ χαριτόβρυτα λείψανα, Χριστοῦ παρατάξεως, ὁμοδόξων ὁπλιτῶν, Γρηγορίου καὶ Λέοντος, Θεοδώρου τε· διὸ ὕμνοις γεραίρομεν προφρόνως καὶ λαμπρῶς ἐπιτελοῦμεν, τὴν ἱερὰν αὐτῶν σύναξιν.
Τὸν Γρηγόριον ἅπαντες καὶ Θεοδῶρον σήμερον, σὺν κλεινῷ τῷ Λέοντι εὐφημήσωμεν, τοὺς ἀριστέας τῆς πίστεως, τὰ ἄνθη τὰ εὔοσμα, εὐωδίας θεϊκῆς, θαυμαστῶς ἐξανθήσαντα, δόξης ἔμπλεα· ὑμνωδίαις ἀπαύστοις ἀνυμνοῦντες, τὴν τρισάριθμον χορείαν, ἣν ὁ Θεὸς ἐφανέρωσεν.
Ὡς φωστῆρες ὑπέρλαμπροι, καὶ φωτὸς χρυσαυγέστεροι, Ἐκκλησίαν ἅπασαν κατηυγάσατε, ὅτε ὑμῶν τὰ σκηνώματα, ἐξ οἴκου ἀνέτειλαν, εὐκτήριου τηλαυγῶς, Κεφαλλήνων ἀγλάϊσμα, πανσεβάσμιοι ἐπιγείους τιμῶμεν οὖν ἀγῶνας, οὐρανίους τε στεφάνους, ἐξεστηκότες θαυμάζομεν.
Δόξα. Τῶν Ἁγίων Πάντων. Ἦχος πλ. β´.
Μαρτύρων θεῖος χορός, βουλῇ τῇ θείᾳ πειθαρχήσας...
Καὶ νῦν. Θεοτοκίον. Ἦχος πλ. δ´.
Ὁ Βασιλεὺς τῶν οὐρανῶν διὰ φιλανθρωπίαν...