Εὐλογήσαντος τοῦ ἱερέως, τὸΚύριε εἰσάκουσον, μεθ' ὅ τὸ Θεὸς Κύριος καὶ τὰ ἐξῆς:
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷΣταυρῷ.
Ὡς τὸν Σωτῆρα τῶν ἁπάντων τεκοῦσα, μετὰ Θεὸν σώτειραὤφθης τοῦ κόσμου, καὶ διασῴζεις μητρικῇ πρεσβείᾳ σου, πάντας τοὺς προστρέχοντας, τῇ σεπτῇ σου Εἰκόνι, ἥ προσφόρως κέκληται, Διασῴζουσα Κόρη, ἐξ ἧς πηγάζεις πᾶσι δαψιλῶς, τῶν σῶν θαυμάτων, τὴν χάριν τὴνἄφθονον.
Δόξα. Καὶ νῦν.
Ἡ νῆσος Πάτμος ὡς θησαύρισμα θεῖον, τὴν χαριτόβρυτόν σου Κόρη Εἰκόνα, καταπλουτοῦσα μέλπει σου τὰ θαύματα· πάντας διασῴζεις γάρ, τοὺς αὐτὴν προσκυνοῦντας, καὶ παρέχεις ἅπασι, τοῖς ἐγγὺς καὶ τοῖς πόῤῥω, ἀπαλλαγὴν παντοίων ὀδυνῶν, καὶ πάσης βλάβης, ἀεὶ Διασῴζουσα.
Ὁ Ν΄ ψαλμὸς καὶ ὁ κανὼν.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σωτῆρα τεκοῦσα καὶ Ποιητήν, ἀεὶ διασῴζεις, ἐκ κινδύνων πολυειδῶν, μόνη Διασῴζουσα Παρθένε, τοὺς προσιόντας τῇ θείᾳ Εἰκόνι σου.
Ὡς πλοῦτον οὐράνιον ἀληθῶς, πάλαι κεκτημένη, τὴν Εἰκόνα σου τὴν σεπτήν, ἡ Πάτμος εὐσήμως μεγαλύνει, τὴν πρὸς αὐτὴν Διασῴζουσα χάριν σου .
Ζωὴν εἰρηναίαν καὶ εὐσταθῆ, ἐν ἔργοις Ἁγίοις, διανύειν εἰλικρινῶς, ἡμᾶς καταξίωσον Παρθένε, τοὺς πεποιθότας στεῤῥῶς τῇ πρεσβείᾳ σου.
Θεοτόκιον.
Ἐν πάσῃ ὀδύνῃ καὶ συμφορᾷ, ἀεὶ ἡμῖν δίδου, τὴν ταχεῖάν σου ἀρωγήν, καὶπλήρου χαρᾶς καὶ εὐφροσύνης, τὰς διανοίας ἡμῶν Διασῴζουσα΄.
ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Διασῴζεις ἀπαύστως ὡς συμπαθὴς Δέσποινα, τοὺς πιστῶς φωνοῦντας ἐν θλίψει, τὴν θείαν κλῆσίν σου, ᾧ Διασῴζουσα· ὅθεν τὴν σὴν προστασίαν, καὶθερμὴν ἀντίληψιν ἀνακηρύττομεν.
Ἰατρεύουσα πάθη τὰ χαλεπά, Δέσποινα, ἡ τῆς θαυμαστῆς Σου Εἰκόνος χάρις σωτήριος, προφθάνει ἅπαντας, τοὺς ἐν κινδύνοις τελοῦντας, καὶ διώκειἅπασαν, ἐχθρῶν ἐπήρειαν.
Ἁγιάσματος κρήνη, ὡς ἀληθῶς πέφηνεν, ἡ θαυματουργός σου ἐν ΠάτμῳΕἰκὼν Πανάχραντε, καθαγιάζουσα, καὶ διασῴζουσα πάντας, Κόρη Διασῴζουσα τοὺς ταύτῃ σπεύδοντας.
Θεοτόκιον.
Σωτηρίαν καὶ ῥῶσιν, καὶ τῶν παθῶν ἴασιν, καὶ ἀπαλλαγὴν πάσης νόσου, καὶπάσης θλίψεως, δίδου Πανάχραντε, τοῖς εὐλαβῶς προσκυνοῦσιν, ἥνπερἐχαρίτωσας θείαν Εἰκόνα σου.
Διάσωσον, ὡς Διασῴζουσα Δέσποινα φερωνύμως, πάσης βλάβης καὶ ἐπηρείας καὶ θλίψεως, τοὺς ἐκζητοῦντας τὴν θείαν σου προστασίαν.
Ἐπίβλεψον...
Αἴτησις καὶ τὸ κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ἡ Πάτμος ἐν σοί, Παρθένε Διασῴζουσα, σκιρτᾷ μυστικῶς, τιμῶσα τὴν Εἰκόνα σου· ἐξ αὐτῆς λαμβάνει γάρ, τῆς λαμπρᾶς σου εὐνοίας τὰς χάριτας, καὶ τῶν πολλῶν σου θαυμάτων Ἁγνή, κηρύττει ἀεὶ τὰ ἐνεργήματα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τὴν ἡμᾶς ἐνδυνάμωσον, ἔργοις ἐναρέτοις θεοχαρίτωτε, καὶ πταισμάτων αἶτειἄφεσιν, τοῖς θερμῶς προστρέχουσι τῇ σκέπῃ σου.
Οἱ δεινοῖς ἐταζόμενοι, τῆς Διασῳζούσης Εἰκόνι δράμετε, ἵνα λάβητε τὴνἴασιν, τῆς ψυχῆς ὁμοῦ τε καὶ τοῦ σώματος.
Ὑπὲρ πᾶσαν λαμπρότητα, ἡ τῆς Εἰκόνος χάρις ἡ ἔνθεος, ἀπαστράπτει Διασῴζουσα, καὶ παθῶν ἐλαύνειν τὴν σκοτόμαιναν.
Θεοτόκιον.
Σὲ ὡς εἶδεν ὁ δέσμιος, τῆς αἰχμαλωσίας ἄφνω λελύτρωται, τὸ σὸν μέγα θαυματούργημα, μεγαλύνων Κόρη λαμπρῷ στόματι.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σκέπασον ἡμᾶς, τῇ θερμῇ Παρθένε σκέπη σου, ἐκ παντοίων τοῦ δολίου προσβολῶν, διασῴζουσα ἡμᾶς πάσης κακώσεως.
Ἅπας εὐσεβής, προσπελάζων τῇ Εἰκόνι σου, Διασῴζουσα πληροῦται χαρμονῆς, καὶ κηρύττει σου τὴν χάριν τὴν σωτήριον.
Ἤκουσας φωνῆς, γυναικὸς πασχούσης Ἄχραντε, ᾖ καὶ ὤφθης ἐπιστάσα μυστικῶς, καὶ τῆς νόσου ταύτην Δέσποινα ἀπήλλαξας.
Θεοτόκιον.
Μόνον τὸ σεπτόν, ὄνομά σου Διασῴζουσα, ὡς φωνοῦμεν μετὰ πίστεως θερμῆς, ἐπελθόντων θλιβερῶν θᾶττον ῥυόμεθα.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἀγγέλων, ἁγιωτέρα Παρθένε, καθαγίασον ἡμῶν τὰς καρδίας, χαμαιπετῶνἐννοιῶν καὶ προσύλων, τῶν προσκυνούντων τὴν θείαν Εἰκόνα σου, τὴνἀναβλύζουσαν ἀεί, Διασῴζουσα χάριν καὶ ἔλεος.
Σωμάτων, καὶ τῶν ψυχῶν τὰς ὀδύνας, θεραπεύεις Διασῴζουσα Κόρη, καὶ ἐν Αἰγύπτῳ θανάτου ἐξαίρεις, τὸ κινδυνεῦον παιδίον Πανύμνητε, ἐπιστασίᾳ σου φρικτῇ, τῆς τεκούσης καμφθεῖσα τοῖς δάκρυσι.
Κινδύνοις, τοὺς χαλεποῖς συσχεθέντας, καὶ νοσήμασι δεινῶς τρυχωμένους,ἐπισκοπῇ σου ταχείᾳ λυτροῦσαι, καὶ τοῖς ἐγγὺς καὶ μακρὰν δίδως πάντοτε, τὴν σωματικήν σου ἀρωγήν, καταλλήλως τῇ κλήσει σου Δέσποινα.
Θεοτόκιον.
Ὁ θεῖος, καὶ φωτοφόρος ναός σου, ὥσπερ κῆπος ἀνθηφόρος ὁρᾶται, ἔνθα ὡςἄνθος ζωῆς ἡ Εἰκών σου, εὐωδιάζει ταῖς σαὶς ἀντιλήψεσιν· ἕνθεν ἡ Πάτμος εὐλαβῶς, Διασῴζουσα σπεύδει τῇ σκέπῃ σου.
Διάσωσον...
Ἄχραντε...
Αἴτησις καὶ τὸ κοντάκιον. Ἦχος β΄. Ταῖς τῶν αἱμάτων σου.
Τῇ φερωνύμῳ σου κλήσει Πανάχραντε, ὡς θησαυρὸς ἀκενώτου χρηστότητος, διάσῳζε πάσης στενώσεως, καὶ προσβολῶν τοῦ δολίου ἀλάστορος, ἡμᾶς τοὺς πιστῶς σὲ δοξάζοντας.
Εἶτα, τὸ α΄ ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ΄ ἦχου.
Προκείμενον: Μνησθήσομαι τοῦ ὀνόματός σου...
Στ.: Ἄκουσον, Θύγατερ...
Εὐαγγέλιον. Λουκὰ α΄. 39-49, 56: Ἐν ταῖς ἡμέραις ἐκείναις...
Δόξα: Πάτερ, Λόγε, Πνεῦμα...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἐλεῆμον, ἐλέησόν με... Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὄλβον ἀναφαίρετον, τὴν θαυμαστήν σου Εἰκόνα, Πάτμος ἡ περίφημος, θείᾳεὐδοκίᾳ σου, Κόρη κέκτηται· δωρεὰν πᾶσι γάρ, ἐξ αὐτῆς παρέχεις, τοῖς αιτοῦσι τὰ χαρίσματα, ἥν Διασῴζουσαν, ὄντως προσφυῶς ὀνομάζομεν, ὡς σῴσουσαν ἐκ θλίψεως, τοὺς ἐν πίστει ταύτῃ προστρέχοντας· ὅθεν ἀεὶ δίδου,ἡμῖν τὴν σὴν βοήθειαν Ἁγνή, καὶ τῆς λαμπρᾶς προστασίας σου, τὰςἐκφάνσεις Ἄχραντε.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥῶσι δέδωκας Κόρη, γυναικὶ τῇ πασχούσῃ, ἐπιστασία σου· οὕτω καὶ νῦν Παρθένε, ἡμῶν τὰς ἀσθενείας, Διασῴζουσα ἴασαι, καὶ εὐπράγια ἡμῖν, παράσχου ἐν τῷ βίῳ.
Ἡ σὴ χάρις Παρθένε, πανταχοῦ ἀπλουμένη, σώζει τοὺς ἅπαντας· ἐντεῦθεν οἱτυχόντες, τῶν εὐεργετημάτων, Διασῴζουσα σπεύδουσι, τῷ σῷ ἁγίῳ ναῷ, αἰνοῦντές σου τὴν δόξαν.
Γέρας εὕρατο μέγα, τὴν σεπτήν σου Εἰκόνα, ἡ Πάτμος Δέσποινα· ἐντεῦθεν καρπουμένη, εὐνοίας σου τὸν πλοῦτον, τὰ πολλά σου θαυμάσια, ἀνακηρύττειἀεί, φωναῖς εὐχαριστίας.
Θεοτόκιον.
Ἐκ δεινῆς ἀνομβρίας, καὶ παθῶν καταιγίδος, Θεοχαρίτωτε, αὶ πάσης δυσπραγίας, καὶ βλάβης καὶ μανίας, καὶ φθορᾶς ῥύου πάντοτε, τοὺς προσκυνοῦντας πιστῶς, τὴν θείαν Σου Εἰκόνα.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥῦσαί με Κόρη, θανατηφόρου κακίας, ὡς διέσωσας βεβαίου ἐκ θανάτου, τοὺς τῇ σῇ Εἰκόνη, ἐν πίστει προσπεσόντας.
Ἀΰλῳ ὄψει, ὡς ὁρωμένη παρέχεις, τὰ αἰτήματα τοῖς σὲ παρακαλοῦσι, οὕτω κᾀμοὶ δίδου, βοήθειαν ἐξ ὕψους.
Σώματος κόρας, ὡς ἐξιάσω Παρθένε, οὕτως ἄνοιξον τὸ ὄμμα τῆς ψυχῆς μου,ἵνα τὸ φῶς ἴδω, τῶν θείων προσταγμάτων.
Θεοτόκιον.
Ἰσχὺν παράσχου, τοῖς ἀσθενέσι Παρθένε, καὶ ἀνάψυξιν τοῖς καταπονουμένοις, πίστει ἐξαιτοῦσι, τὴν θείαν ἀρωγήν σου.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μὴ παύσῃ ἐφορῶσα, ταύτην σου τὴν νῆσον, τὴν κεκτημένην τὴν θείαν Εἰκόνα σου, ὡς ἀσφαλὲς καταφύγιον, Διασῴζουσα.
Ὀμβρίζεις καθ' ἑκάστην, τῆς σῆς εὐσπλαγχνίας, οἷα νεφέλης ζωῆς δρόσονἄϋλον, τοῖς καταφεύγου Κόρῃ, τῃ σῃ χρηστότητι.
Ὑφέρποντα δολίως, καθ' ἡμῶν τὸν ὄφιν, τὸν πονηρὸν Διασῴζουσα σύντριψον, καὶ ἐν εἰρήνῃ τὸν βίον, ἡμῶν συντήρησον.
Θεοτόκιον.
Ὑμνοῦμεν κατὰ χρέος, Κεχαριτωμένη, τὴν πρὸς ἡμᾶς ἀπροσμέτητον χάριν σου, ἥν μὴ ἐλίπῃς διδόνα, ἡμῖν ἑκάστοτε.
Τὸ Ἄξιον ἐστὶ καὶ τὰ μεγαλυνάρια.
Χαίρε κεκτημένη ὡς θησαυρόν, ἡ Πάτμος Παρθένε, τὴν Εἰκόνα σου τὴν σεπτήν, ἐξ ἧς ἡ σωτηρία, λαμβάνοντες πλουσίαν, ταύτην καλοῦμεν Δέσποινα, Διασῴζουσαν.
Πάλαι ἐχαρίτωσας θαυμαστῶς, τη ἐπισκιάσει, τῶν ἀΰλων σου δωρεῶν, Κεχαριτωμένη, τὴν θείαν σου Εἰκόνι, καὶ ἄφεσιν πταισμάτων, πᾶσιν ἐξαίτησαι.
Σώζεις τοὺς τελοῦντας ἐν χαλεποῖς, κινδύνοις Παρθένε, καὶ λυτροῦσαι πικρῶν παθῶν, καὶ χαρὰν παρέχεις, καὶ πᾶσαν θείαν δόσιν, τοῖς δὲδοξολογοῦσιν, ὦ Διασῴζουσα.
Πανταχοῦ ἡ χάρις τῆς ἱερᾶς, Εἰκόνος σου Κόρη, ἐξελήλυθεν θαυμαστῶς, καὶπᾶσι παρέχει, τοῖς πέλλα καὶ τοῖς πόῤῥω, χαρὰν καὶ σωτηρίαν, ὦ Διασῴζουσα.
Χεῖρα βοηθείας δίδου ἡμῖν, λύσιν ἀνομβρίας, εὐφορίαν δὲ ἐν τῇ γῇ, καὶ ζωῆςἀμέμπτου, εἰρήνην τε καὶ κτῆσιν, τοῖς πίστει προσιοῦσί σοι, Διασῴζουσα.
Δέσποινα καὶ μήτηρ τοῦ Λυτρωτοῦ...
Πᾶσαι τῶν Ἀγγέλων...
Καὶ Ἀπόλυσις, μεθ' ἥν τὸ ἐξῆς: Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προσπίπτοντας πιστῶς, τῇ σῇ Θεοτόκε Εἰκόνι, καὶπροσκυνοῦντας αὐτήν, σκέπε καὶ διάσῳζε, ἐκ πάσης θλίψεως καὶ παθῶν κατάστρεψον, τὸν σάλον Παρθένε, ἅπασι παρέχουσα, χάριν σωτήριον· σὺ γὰρ σωτηρία καὶ σκέπη, ὤφθης ἀληθῶς ἡμῖν Κόρη· ὅθεν Διασῴζουσαν καλοῦμέν σε.
Δέσποινα πρόσδεξαι...
Τὴν πᾶσαν ἐλπίδα μου...
Δίστιχον.
Σωτηρίαν βράβευσον τῷ Γερασίμῳ
πιστῶς Διασῴζουσα σὲ ἀνυμνοῦντι.
Ἕτερον.
Καὶ Ἱερεμίαν φύλαττε ἐκ κινδύνων
ἐπιστατοῦντα προθύμως τὸν Ναόν σου.
Ἀπρίλιος 1969
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου