Τροπάριον. Ἦχος πλ. δ'. Ὅτε οἱ ἔνδοξοι Μαθηταί, ἐν τῷ νιπτήρι τοῦ Δείπνου ἐφωτίζοντο, τότε Ἰούδας ὁ δυσσεβής, φιλαργυρίαν νοσήσας ἐσκοτίζετο, καὶ ἀνόμοις κριταῖς, σὲ τὸν δίκαιον Κριτὴν παραδίδωσι. Βλέπε χρημάτων ἐραστά, τὸν διὰ ταῦτα ἀγχόνη χρησάμενον, φεῦγε ἀκόρεστον ψυχὴν τὴν Διδασκάλω τοιαῦτα τολμήσασαν. Ὁ περὶ πάντας ἀγαθός, Κύριε δόξα σοί. (ἐκ γ') . Τὸ Εὐαγγέλιον κατὰ Λουκᾶν. Τῶ καιρῶ ἐκείνω, ἤγγιζεν ἡ ἑορτὴ τῶν Ἀζύμων...
Ν΄Ψαλ….
Ὁ Κανὼν.
Ποίημα Κοσμᾶ Μοναχοῦ. Ὠδὴ α' Ἦχος πλ. β' Ὁ Εἱρμὸς.
«Τμηθείση τμᾶται, πόντος ἐρυθρός, κυματοτρόφος δὲ ξηραίνεται βυθός, ὁ αὐτὸς ὁμοῦ ἀόπλοις γεγονῶς βατός, καὶ πανοπλίταις τάφος. Ὠδὴ δὲ θεοτερπὴς ἀνεμέλπετο. Ἐνδόξως δεδόξασται, Χριστὸς ὁ Θεὸς ἡμῶν».
Ἡ πανταιτία, καὶ παρεκτικὴ ζωῆς, ἡ ἄπειρος σοφία τοῦ Θεοῦ, ωκοδόμησε τὸν οἶκον ἑαυτῆς, ἁγνῆς ἐξ ἀπειράνδρου Μητρός, ναὸν γὰρ σωματικὸν περιθέμενος, ἐνδόξως, δεδόξασται, Χριστὸς ὁ Θεὸς ἡμῶν.
Μυσταγωγοῦσα, φίλους ἑαυτῆς, τὴν ψυχοτρόφον ἑτοιμάζει τράπεζαν, ἀμβροσίας δὲ ἡ ὄντως σοφία τοῦ Θεοῦ, κιρνα κρατήρα πιστοις. Προσέλθωμεν εὐσεβῶς καὶ βοήσωμεν. Ἐνδόξως δεδόξασται, Χριστὸς ὁ Θεὸς ἡμῶν.
Ἀκουτισθῶμεν, πάντες οἱ πιστοί, συγκαλουμένης ὑψηλῶ κηρύγματι, τῆς ἀκτίστου καὶ ἐμφύτου σοφίας τοῦ Θεοῦ, βοᾷ γάρ, Γεύσασθε καὶ γνόντες, ὅτι χρηστὸς ἐγὼ κράξατε. Ἐνδόξως δεδόξασται, Χριστὸς ὁ Θεὸς ἡμῶν.
Καταβασία. «Τμηθείση τμᾶται, πόντος ἐρυθρός, κυματοτρόφος δὲ ξηραίνεται βυθός, ὁ αὐτὸς ὁμοῦ ἀόπλοις γεγονῶς βατός, καὶ πανοπλίταις τάφος. Ὠδὴ δὲ θεοτερπὴς ἀνεμέλπετο. Ἐνδόξως δεδόξασται, Χριστὸς ὁ Θεὸς ἡμῶν».
Ὠδὴ γ' Ὁ Εἱρμὸς. «Κύριος ών πάντων καὶ Κτίστης Θεός, τὸ κτιστὸν ὁ ἀπαθής, πτωχεύσας σεαυτῶ ἥνωσας, καὶ τὸ Πάσχα, οἷς ἔμελλες θανεῖν, αὐτὸς ών σεαυτὸν προετίθης, Φάγετε βοῶν τὸ Σωμά μου, καὶ πίστει στερεωθήσεσθε».
Ῥύσιον παντός, τοῦ βροτείου γένους, τὸ οἰκεῖον Ἀγαθέ, τοὺς σοὺς Μαθητὰς ἐπότισας, εὐφροσύνης ποτήριον πλήσας, αὐτὸς γὰρ σεαυτὸν ἱερούργεις, Πίετε βοῶν τὸ Αιμά μου, καὶ πίστει στερεωθήσεσθε.
Ἄφρων ἀνήρ, ὃς ἐν ὑμῖν προδότης, τοὶς οἰκείοις Μαθηταῖς προέφης, ὁ ἀνεξίκακος, ου μὴ γνώσηται ταῦτα, καὶ οὗτος ἀσύνετος ών, οὐ μὴ συνήσει, ὅμως ἐν ἐμοὶ μείνατε, καὶ πίστει στερεωθήσεσθε.
Καταβασία. «Κύριος ών πάντων καὶ Κτίστης Θεός, τὸ κτιστὸν ὁ ἀπαθής, πτωχεύσας σεαυτῶ ἥνωσας, καὶ τὸ Πάσχα, οἷς ἔμελλες θανεῖν, αὐτὸς ών, σεαυτὸν προετίθης, Φάγετε βοῶν τὸ Σωμά μου, καὶ πίστει στερεωθήσεσθε».
Κάθισμα Ἦχος α'. Τὸν Τάφον σου Σωτὴρ. Ὁ λίμνας καὶ πηγάς, καὶ θαλάσσας ποιήσας, ταπείνωσιν ἡμᾶς, ἐκπαιδεύων ἀρίστην, λεντίω ζωννύμενος, Μαθητῶν πόδας ἔνιψε, ταπεινούμενος, ὑπερβολὴ εὐσπλαγχνίας, καὶ ὑψῶν ἡμᾶς, ἀπὸ βαράθρων κακίας, ὁ μόνος φιλάνθρωπος.
Ἕτερον Ἦχος γ'. Θείας πίστεως. Ταπεινούμενος, δι' εὐσπλαγχνίαν, πόδας ἔνιψας, τῶν Μαθητῶν σου, καὶ πρὸς δρόμον θεῖον τούτους κατεύθυνας, ἀπαναινόμενος Πέτρος δὲ νίπτεσθαι, αὖθις τῶ θείω ὑπείκει προστάγματι, ἐκνιπτόμενος, καὶ σοῦ ἐκτενῶς δεόμενος, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Ἕτερον Ἦχος δ'. Ἐπεφάνης σήμερον. Συνεσθίων Δέσποτα, τοις Μαθηταῖς σου, μυστικῶς ἐδήλωσας, τὴν παναγίαν σου σφαγήν, δι' ἦς φθορας ἐλυτρώθημεν, οἱ τὰ σεπτά σου, τιμῶντες Παθήματα.
Ὠδὴ δ' Ὁ Εἱρμὸς. «Προκατιδων ὁ Προφήτης, τοῦ μυστηρίου σου τὸ ἀπόρρητον, Χριστὲ προανεφώνησεν. Ἔθου κραταιάν, ἀγάπησιν ἰσχύος, Πάτερ οἰκτίρμον, τὸν Μονογενη, Υἱὸν γὰρ, Αγαθέ, ἱλασμὸν εἰς τὸν κόσμον ἀπέστειλας».
Ἐπὶ τὸ πάθος τὸ πᾶσι, τοις ἐξ Ἀδὰμ πηγάσαν ἀπάθειαν, Χριστὲ μολῶν τοις φίλοις σου, ειπας. Μεθ' ὑμῶν, τοῦ Πάσχα μετασχεῖν, τούτου ἐπεθύμησα, τὸν Μονογενη ἐπεὶ μὲ ἱλασμόν, ὁ Πατὴρ εἰς τὸν Κόσμον ἀπέστειλε.
Μεταλαμβάνων κρατῆρος, τοις Μαθηταῖς ἐβόας Ἀθάνατε. Γεννήματος ἀμπέλου δέ, πίομαι λοιπόν, οὐκέτι μεθ' ὑμῶν βιοτεύων, τὸν Μονογενη ἐπεὶ μὲ ἱλασμόν, ὁ Πατήρ εἰς τὸν Κόσμον ἀπέστειλε.
Πόμα καινὸν ὑπὲρ λόγον, ἐγὼ φημι ἐν τῇ Βασιλεία μου, Χριστὲ τοις φίλοις πίομαι, ὥστε γὰρ θεοῖς Θεὸς ὑμῖν, συνέσομαι ειπας, τὸν Μονογενη καὶ γὰρ μὲ ἱλασμόν, ὁ Πατὴρ εἰς τὸν Κόσμον ἀπέστειλε.
Καταβασία. «Προκατιδων ὁ Προφήτης, τοῦ μυστηρίου σου τὸ ἀπόρρητον, Χριστὲ προανεφώνησεν. Ἔθου κραταιάν, ἀγάπησιν ἰσχύος, Πάτερ οἰκτίρμον, τὸν Μονογενη, Υἱὸν γὰρ, Αγαθέ, ἱλασμὸν εἰς τὸν κόσμον ἀπέστειλας».
Ὠδὴ ε' Ὁ Εἱρμὸς. «Τῶ συνδέσμω τῆς ἀγάπης, συνδεόμενοι οἱ Ἀπόστολοι, τῶ δεσπόζοντι τῶν ὅλων, ἑαυτοὺς Χριστῷ, ἀναθέμενοι, ὡραίους πόδας ἐξατενίζοντο, εὐαγγελιζόμενοι πασιν εἰρήνην».
Ἡ τὸ ἄσχετον κρατοῦσα, καὶ ὑπερῶον ἐν αἰθέρι ὕδωρ, ἡ ἀβύσσους χαλινοῦσα, καὶ θαλάσσας ἀναχαιτίζουσα, Θεοῦ σοφία, ὕδωρ Νιπτήρι βάλλει, πόδας ἀποπλύνει δὲ δούλων Δεσπότης.
Μαθηταῖς ὑποδεικνύει, ταπεινώσεως ὁ Δεσπότης τύπον, ὁ νεφέλαις δὲ τὸν πόλον περιβάλλων, ζώννυται λέντιον, καὶ κάμπτει γόνυ, δούλων ἐκπλυναι πόδας, οὗ ἐν τῇ χειρὶ πνοὴ πάντων τῶν ὄντων.
Καταβασία. «Τῶ συνδέσμω τῆς ἀγάπης, συνδεόμενοι οἱ Ἀπόστολοι, τῶ δεσπόζοντι τῶν ὅλων, ἑαυτοὺς Χριστῷ, ἀναθέμενοι, ὡραίους πόδας ἐξατενίζοντο, εὐαγγελιζόμενοι πασιν εἰρήνην».
Ὠδὴ ς' Ὁ Εἱρμὸς. «Ἄβυσσος ἐσχάτη ἁμαρτημάτων, ἐκύκλωσέ με, καὶ τὸν κλύδωνα μηκέτι φέρων, ὡς ὁ Ἰωνάς, τῶ Δεσπότη βοῶ σοι. Ἐκ φθορᾶς μὲ ἀνάγαγε».
Κύριον φωνεῖτε, ὧ Μαθηταί, καὶ Διδάσκαλόν με, καὶ γὰρ πέφυκα. Σωτὴρ ἐβόας, διὸ μιμεῖσθε τὸν τύπον, ὃν τρόπον ἐν ἐμοὶ ἐθεάσασθε.
Ῥυπόν τὶς μὴ ἔχων ἀπορριφθῆναι, οὐ δεῖται πόδας, καθαροὶ ω Μαθηταὶ ὑμεῖς δέ, ἀλλ' οὐχὶ πάντες, ῥοπὴ γὰρ ἀτάκτως, ἐξ ὑμῶν ἑνὸς μαίνεται.
Καταβασία. «Ἄβυσσος ἐσχάτη ἁμαρτημάτων, ἐκύκλωσέ με, καὶ τὸν κλύδωνα μηκέτι φέρων, ὡς ὁ Ἰωνάς, τῶ Δεσπότη βοῶ σοί. Ἐκ φθορᾶς μὲ ἀνάγαγε».
Κοντάκιον Ἦχος β'. Τὰ ἄνω ζητῶν. Τὸν ἄρτον λαβών, εἰς χειρας ὁ προδότης, κρυφίως αὐτάς, ἐκτείνει καὶ λαμβάνει, τὴν τιμὴν τοῦ πλάσαντος, ταις οἰκείαις χερσὶ τὸν ἄνθρωπον, καὶ ἀδιόρθωτος ἔμεινεν, Ἰούδας ὁ δοῦλος καὶ δόλιος.
Ὁ Οἶκος. Τη μυστικη ἐν φόβῳ τραπέζη, προσεγγίσαντες πάντες, καθαραῖς ταις ψυχαις, τὸν ἄρτον ὑποδεξώμεθα, συμπαραμένοντες τῶ Δεσπότη, ἵνα ἴδωμεν τοὺς πόδας πῶς ἀπονίπτει τῶν Μαθητῶν, καὶ ἐκμάσσει τῶ λεντίω, καὶ ποιήσωμεν ὥσπερ κατίδωμεν, ἀλλήλοις ὑποταγέντες, καὶ ἀλλήλων τοὺς πόδας ἐκπλύνοντες, αὐτὸς γὰρ ὁ Χριστὸς οὕτως ἐκέλευσε, τοις αὐτοῦ Μαθηταῖς ὡς προέφησεν, ἀλλ' οὐκ ἤκουσεν, Ἰούδας ὁ δοῦλος καὶ δόλιος.
Συναξάριον. Τη ἁγία καὶ μεγάλη Πέμπτη, οἱ τὰ πάντα καλῶς διαταξάμενοι θεῖοι Πατέρες, ἀλληλοδιαδόχως ἔκ τε τῶν θείων Ἀποστόλων, καὶ τῶν ἱερῶν Εὐαγγελίων, παραδεδώκασιν ἡμῖν τέσσαρά τινα ἑορτάζειν, τὸν ἱερὸν Νιπτηρα, τὸν μυστικὸν Δεῖπνον (δηλαδὴ τὴν παράδοσιν τῶν καθ' ἡμᾶς φρικτῶν Μυστηρίων), τὴν ὑπερφυα Προσευχήν, καὶ τὴν Προδοσίαν αὐτήν. Στίχοι εἰς τὸν Ἱερὸν Νιπτήρα.Νίπτει Μαθητῶν ἑσπέρας Θεὸς πόδας, Οὗ ποὺς πατῶν ην εἰς Ἐδὲμ δείλης πάλαι. Εἰς τὸν Μυστικον Δεῖπνον.Διπλοῦς ὁ Δεῖπνος, Πάσχα γὰρ νόμου φέρει, Καὶ Πάσχα καινόν, Αἷμα, Σῶμα Δεσπότου. Εἰς τὴν ὑπερφυὰ Προσευχὴν. Προσεύχη, καὶ φόβητρα, θρόμβοι αἱμάτων,Χριστέ, προσώπου, παραιτούμενος δῆθεν θάνατον, ἐχθρὸν ἐν τούτοις φενακίζων. Εἰς τὴν Προδοσίαν. Τὶ δεῖ μαχαιρῶν, τὶ ξύλων, λαοπλάνοι; Πρὸς τὸ θανεῖν πρόθυμον εἰς Κόσμου λύτρον. Τὴ ἀφάτω σου εὐσπλαγχνία, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ' Ὁ Εἱρμὸς. «Οἱ Παῖδες ἐν Βαβυλώνι, καμίνου φλόγα οὐκ ἔπτηξαν ἀλλ' ἐν μέσῳ φλογὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον. Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν».
Νευστάζων κάραν Ἰούδας, κακὰ προβλέπων ἐκίνησεν, εὐκαιρίαν ζητῶν παραδοῦναι, τὸν Κριτὴν εἰς κατάκρισιν, ὃς πάντων ἐστὶ Κύριος, καὶ Θεὸς τῶν Πατέρων ἡμῶν.
Ὑμῖν ὁ Χριστὸς τοις φίλοις, ἐβόα. Εἷς παραδώσει με, εὐφροσύνης λαθόντες, ἀγωνία καὶ λύπη συνείχοντο. Τὶς οὗτος; φράσον λέγοντες, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Μεθ' ὅστις ἐμοῦ τὴν χειρα, τρυβλίω βάλλει θρασύτητι, τούτω πλὴν καλὸν ην, πύλας βίου περᾶσαι μηδέποτε, τοῦτον ὃς ην ἐδήλου δέ, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Καταβασία. «Οἱ Παῖδες ἐν Βαβυλώνι, καμίνου φλόγα οὐκ ἔπτηξαν ἀλλ' ἐν μέσῳ φλογὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον. Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν».
Ὠδὴ η' Ὁ Εἱρμὸς. «Νόμων πατρώων οἱ μακαριστοί, ἐν Βαβυλώνι Νέοι προκινδυνεύοντες, βασιλεύοντος, κατέπτυξαν, προσταγῆς ἀλογίστου, καὶ συνημμένοι ὧ οὐκ ἐχωνεύθησαν πυρί, τοῦ κρατοῦντος ἐπάξιον ἀνέμελπον τὸν ὕμνον. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».
Οἱ δαιτυμόνες οἱ μακαριστοί, ἐν τῇ Σιὼν τῶ Λόγῳ προσκαρτερήσαντες, οἱ Ἀπόστολοι παρείποντο, τῶ Ποιμένι ὡς ἄρνες, καὶ συνημμένοι, ὧ οὐκ ἐχωρίσθησαν Χριστῷ, Θείω λόγῳ τρεφόμενοι, εὐχαρίστως ἐβόων. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Νόμου φιλίας, ὁ δυσώνυμος, Ἰσκαριώτης γνώμη ἐπιλαθόμενος, οὓς ἐνίψατο ηὐτρέπισε πρὸς προδοσίαν πόδας, καὶ σοῦ ἐσθίων ἄρτον, Σῶμα θεῖον, ἐπῆρε πτερνισμόν ἐπὶ σέ, Χριστέ, καὶ βοᾶν οὐ συνῆκε. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ἐδεξιοῦτο τὸ λυτήριον, τῆς ἁμαρτίας σῶμα, ὁ ἀσυνείδητος, καὶ τὸ Αἷμα τὸ χεόμενον, ὑπὲρ Κόσμου τὸ θεῖον, ἀλλ' οὐκ ἡδεῖτο πίνων, ο ἐπίπρασκε τιμῆς οὐ κακία προσώχθισε καὶ βοᾶν οὐ συνῆκε. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον. Καταβασία. «Νόμων πατρώων οἱ μακαριστοί, ἐν Βαβυλώνι Νέοι προκινδυνεύοντες, βασιλεύοντος, κατέπτυξαν, προσταγῆς ἀλογίστου, καὶ συνημμένοι ὧ οὐκ ἐχωνεύθησαν πυρί, τοῦ κρατοῦντος ἐπάξιον ἀνέμελπον τὸν ὕμνον. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».
Ὠδὴ θ' Ὁ Εἱρμὸς. «Ξενίας δεσποτικῆς, καὶ ἀθανάτου τραπέζης, ἐν ὑπερώῳ τόπω, ταις ὑψηλαις φρεσί, πιστοὶ δεῦτε ἀπολαύσωμεν, ἐπαναβεβηκότα λόγον, ἐκ του Λόγου μαθόντες, ὃν μεγαλύνομεν».
Ἄπιτε τοις Μαθηταῖς, ὁ Λόγος ἔφη, τὸ Πάσχα ἐν ὑπερώῳ τόπω, ὧ νους ἐνίδρυται, οἷς μυσταγωγῶ, σκευάσατε, ἀζύμω ἀληθείας λόγῳ, τὸ στερρὸν δὲ τῆς χάριτος μεγαλύνατε.
Δημιουργὸν ὁ Πατήρ, πρὸ τῶν αἰώνων σοφίαν, γεννᾷ ἀρχὴν ὁδῶν με, εἰς ἔργα ἔκτισε, τὰ νυν μυστικῶς τελούμενα. Λόγος γὰρ ἄκτιστος ων φύσει, τὰς φωνὰς οἰκειοῦμαι, οὗ νὺν προσείληφα.
Ὡς ἄνθρωπος ὑπάρχων, οὐσία οὐ φαντασία, οὕτω Θεὸς τῶ τρόπω τῆς ἀντιδόσεως, ἡ φύσις ἡ ἑνωθεισά μοι. Χριστὸν ἕνα, διὸ με γνῶτε, τὰ ἐξ ὧν, ἐν οἷς, ἅπερ πέφυκᾳ σώζοντα.
Καταβασία. «Ξενίας δεσποτικῆς, καὶ ἀθανάτου τραπέζης, ἐν ὑπερώῳ τόπω, ταις ὑψηλαις φρεσί, πιστοὶ δεῦτε ἀπολαύσωμεν, ἐπαναβεβηκότα λόγον, ἐκ του Λόγου μαθόντες, ὃν μεγαλύνομεν».
Ἐξαποστειλάριον. Ἦχος γ'. Τὸν νυμφωνά σου βλέπω, Σωτήρ μου κεκοσμημένον, καὶ ἔνδυμα οὐκ ἔχω, ἵνα εἰσέλθω ἐν αὐτῷ. λάμπρυνόν μου τὴν στολὴν τῆς ψυχῆς, Φωτοδότα, καὶ σώσόν με. (ἐκ γ') . Εἰς τοὺς Α ἲ ν ο υ ς. Ἰδιόμελα Ἦχος β'.
Συντρέχει λοιπόν, τὸ συνέδριον τῶν Ἰουδαίων, ἵνα τὸν Δημιουργόν, καὶ Κτίστην τῶν ἁπάντων, Πιλάτω παραδώση, ω τῶν ἀνόμων! ω τῶν ἀπίστων! ὅτι τὸν ἐρχόμενον, κριναι ζῶντας καὶ νεκρούς, εἰς κρίσιν εὐτρεπίζουσι, τὸν ἰώμενον τὰ πάθη, πρὸς πάθος ἑτοιμάζουσι. Κύριε μακρόθυμε, μέγα σου τὸ ἔλεος, δόξα σοι.
Ἰούδας ὁ παράνομος Κύριε, ὁ βάψας ἐν τῷ δείπνω την χειρα, ἐν τῷ τρυβλίω μετὰ σοῦ, τὴν ἐξέτεινεν ἀνόμως τὰς χειρας, τοῦ λαβεῖν ἀργύρια, καὶ ὁ τοῦ μύρου λογισάμενος τιμήν, σὲ τὸν ἀτίμητον οὐκ ἔφριξε πωλῆσαι, ὁ τοὺς πόδας ὑφαπλώσας ἐπὶ τὸ νίψαι, τὸν Δεσπότην κατεφίλησε δολίως, εἰς τὸ προδοῦναι τοις ἀνόμοις, χοροῦ δὲ Ἀποστόλων ῥιφείς, καὶ τὰ τριάκοντα ῥίψας ἀργύρια, σοῦ τὴν τριήμερον Ἀνάστασιν οὐκ εἶδε, δι' ἦς ἐλέησον ἡμᾶς.
Ἰούδας ὁ προδότης δόλιος ών, δολίω φιλήματι παρέδωκε τὸν Σωτήρα Κύριον, τὸν Δεσπότην τῶν ἁπάντων, ὡς δοῦλον πέπρακε τοις παρανόμοις, ὡς πρόβατον ἐπὶ σφαγήν, οὕτως ἠκολούθει, ὁ Ἀμνὸς ὁ τοῦ Θεοῦ, ὁ Υἱὸς ὁ τοῦ Πατρός, ὁ μόνος πολυέλεος.
Ἰούδας ὁ δοῦλος καὶ δόλιος, ὁ μαθητὴς καὶ ἐπίβουλος, ὁ φίλος καὶ διάβολος, ἐκ τῶν ἔργων ἀπεφάνθη, ἠκολούθει γὰρ τῶ Διδασκάλω, καὶ καθ' ἑαυτὸν ἐμελέτησε τὴν προδοσίαν, ἔλεγεν ἐν ἑαυτῷ παραδώσω τοῦτον, καὶ κερδήσω τὰ συναχθέντα χρήματα, ἐπεζήτει δὲ καὶ τὸ μύρον πραθῆναι, καὶ τὸν Ἰησοῦν δόλω κρατηθῆναι, ἀπέδωκεν ἀσπασμόν, παρέδωκε τὸν Χριστόν, καὶ ὡς πρόβατον ἐπὶ σφαγήν, οὕτως ἠκολούθει, ὁ μόνος εὔσπλαγχνος καὶ φιλάνθρωπος.
Δόξα... Καὶ νυν...Ὃν ἐκήρυξεν Ἀμνὸν Ἡσαϊας, ἔρχεται ἐπὶ σφαγὴν ἑκούσιον, καὶ τὸν νῶτον δίδωσιν εἰς μάστιγας, τὰς σιαγόνας εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπον οὐκ ἀπεστράφη ἀπὸ αἰσχύνης ἐμπτυσμάτων, θανάτω δὲ ἀσχήμονι καταδικάζεται, πάντα ὁ ἀναμάρτητος ἑκουσίως καταδέχεται, ἵνα πᾶσι δωρήσηται τὴν ἐκ νεκρῶν ἀνάστασιν.
Εἰς τὰ Ἀπόστιχα. Ἰδιόμελα Ἦχος πλ. δ'. Σήμερον τὸ κατὰ τοῦ Χριστοῦ πονηρὸν συνήχθη συνέδριον, καὶ κατ' αὐτοῦ κενὰ ἐβουλεύσατο, παραδοῦναι Πιλάτω εἰς θάνατον τὸν ἀνεύθυνον. Σήμερον τὴν τῶν χρημάτων ἀγχόνην, Ἰούδας ἑαυτῶ περιτίθησι, καὶ στερεῖται κατ' ἄμφω, ζωῆς προσκαίρου καὶ θείας. Σήμερον Καϊάφας, ἄκων προφητεύει, Συμφέρει λέγων, ὑπὲρ τοῦ λαοῦ ἕνα ἀπολέσθαι, ἦλθε γὰρ ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν τοῦ παθεῖν, ἵνα ἡμᾶς ἐλευθερώσῃ, ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Στίχ. Ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν. Σήμερον ὁ Ἰούδας, τὸ τῆς φιλοπτωχείας κρύπτει προσωπεῖον, καὶ τῆς πλεονεξίας ἀνακαλύπτει τὴν μορφήν, οὐκέτι τῶν πενήτων φροντίζει, οὐκέτι τὸ μύρον πιπράσκει, τὸ τῆς ἁμαρτωλοῦ, ἀλλὰ τὸ οὐράνιον μύρον, καὶ ἐξ αὐτοῦ νοσφίζεται τὰ ἀργύρια, τρέχει πρὸς Ἰουδαίους, λέγει τοις παρανόμοις. Τὶ μοι θελετε δοῦναι, καγω ὑμῖν παραδώσω αὐτόν. ω φιλαργυρίας προδότου! εὔωνον ποιεῖται τὴν πρασιν, πρὸς τὴν γνώμην τῶν ἀγοραζόντων, τοῦ πωλουμένου τὴν πραγματείαν ποιεῖται, οὐκ ἀκριβολογεῖται πρὸς τὴν τιμήν, ἀλλ' ὡς δοῦλον φυγάδα ἀπεμπολεῖ, ἔθος γὰρ τοις κλέπτουσι, ῥίπτειν τὰ τίμια, νυν ἔβαλε τὰ ἅγια, τοις κυσὶν ὁ μαθητὴς ἡ γὰρ λύσσα τῆς φιλαργυρίας, κατά του ἰδίου Δεσπότου, μαίνεσθαι ἐποίησεν αὐτόν, ης τὴν πείραν φύγωμεν, κράζοντες. Μακρόθυμε Κύριε, δόξα σοι.
Στίχ. Ἐξεπορεύετο ἔξω, καὶ ἐλάλει ἐπὶ τὸ αὐτό…Ὁ τρόπος σου δολιότητος γέμει, παράνομε Ἰούδα, νοσῶν γὰρ φιλαργυρίαν, ἐκέρδησας μισανθρωπίαν, εἰ γὰρ πλοῦτον ἠγάπας, τὶ τῶ περὶ πτωχείας διδάσκοντι ἐφοίτας; εἰ δὲ καὶ ἐφίλεις, ἵνα τὶ ἐπώλεις τὸν ἀτίμητον, προδιδοὺς εἰς μιαιφονίαν. Φρῖξον ἥλιε, στέναξον ἡ γῆ, καὶ κλονουμένη βόησον. Ἀνεξίκακε Κύριε δόξα σοι.
Στίχ. Λόγον παράνομον κατέθεντο κατ' ἐμοῦ…Μηδεὶς ὧ πιστοί, τοῦ δεσποτικοῦ δείπνου ἀμύητος, μηδεις ὅλως ὡς ὁ Ἰούδας, δολίως προσίτω τη τραπέζη, ἐκεῖνος γὰρ τὸν ψωμὸν δεξάμενος, κατὰ τοῦ ἄρτου ἐχώρησε, σχήματι μὲν ων μαθητής, πράγματι δὲ παρὼν φονευτής, τοις μὲν Ἰουδαίοις συναγαλλόμενος, τοις δὲ Ἀποστόλοις συναυλιζόμενος, μισῶν ἐφίλει, φιλῶν ἐπώλει, τόν ἐξαγοράσαντα ἡμᾶς τῆς κατάρας, τὸν Θεὸν καὶ Σωτήρα τῶν ψυχῶν ἡμῶν.
Δόξα...Ὁ τρόπος σου δολιότητος γέμει, παράνομε Ἰούδα, νοσῶν γὰρ φιλαργυρίαν, ἐκέρδησας μισανθρωπίαν, εἰ γὰρ πλοῦτον ἠγάπας, τὶ τῶ περὶ πτωχείας διδάσκοντι ἐφοίτας; εἰ δὲ καὶ ἐφίλεις, ἵνα τὶ ἐπώλεις τὸν ἀτίμητον, προδιδοὺς εἰς μιαιφονίαν. Φρῖξον ἥλιε, στέναξον ἡ γῆ, καὶ κλονουμένη βόησον. Ἀνεξίκακε Κύριε δόξα σοι.
Καὶ νυν... Ἦχος πλ. α'. Μυσταγωγῶν σου Κύριε τοὺς Μαθητάς, ἐδίδασκες λέγων. Ὧ φίλοι, ὁρᾶτε, μηδεις ὑμᾶς χωρίσει μου φόβος, εἰ γὰρ πάσχω, ἀλλ' ὑπὲρ τοῦ Κόσμου, μὴ οὖν σκανδαλίζεσθε ἐν ἐμοί, οὐ γὰρ ἦλθον διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχήν μου, λύτρον ὑπὲρ τοῦ Κόσμου. Εἰ οὖν ὑμεῖς φίλοι μου ἐστέ, ἐμὲ μιμεῖσθε, ὁ θέλων πρῶτος εἶναι, ἔστω ἔσχατος, ὁ δεσπότης, ὡς ὁ διάκονος, μείνατε ἐν ἐμοί, ἵνα βότρυν φέρητε, ἐγὼ γὰρ εἰμι τῆς ζωῆς ἡ ἄμπελος.
Τὸ Τροπάριον τῆς Προφητείας. Ἦχος γ'. Ὁ ῥαπισθεὶς ὑπὲρ γένους ἀνθρώπων, καὶ μὴ ὀργισθείς, ἐλευθέρωσον ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν Κύριε, καὶ σῶσον ἡμᾶς.Δόξα... Καὶ νυν... Τὸ αὐτὸ.
Προκείμενον Ἦχος α'. Γνώτωσαν ἔθνη, ὅτι ὄνομά σοὶ Κύριος. Στίχ. Ὁ Θεός, τὶς ὁμοιωθήσεταί σοὶ; Προφητείας Ἱερεμίου τὸ Ἀνάγνωσμα. (Κέφ. ΙΑ', 18-23 ΙΒ' 15, 9-11 14-15). Κύριε, γνώρισόν μοί, καὶ γνώσομαι. Τότε εἶδον τὰ ἐπιτηδεύματα αὐτῶν, ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι, οὐκ ἔγνων, ἐπ' ἐμὲ ἑλογίσαντο λογισμόν πονηρόν, λέγοντες. Δεῦτε, καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ, καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γης ζώντων, καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῆ ἔτι. Κύριε τῶν δυνάμεων, κρίνων δίκαια, δοκιμάζων νεφροὺς καὶ καρδίας, ἴδοιμι τὴν παρὰ σοῦ ἐκδίκησιν ἓν αὐτοῖς! ὅτι πρὸς σὲ ἀπεκάλυψα τὸ δικαίωμά μου. Διὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ τοὺς ἄνδρας Ἀναθώθ, τοὺς ζητοῦντας τὴν ψυχήν μου, τοὺς λέγοντας, οὐ μὴ προφητεύσης ἐπὶ τῶ ὀνόματι Κυρίου, εἰδὲ μή, ἀποθάνη ἐν ταῖς χερσὶν ἡμῶν. Ἰδοὺ ἐγὼ ἐπισκέψομαι ἐπ' αὐτούς, οἱ νεανίσκοι αὐτῶν ἐν μαχαίρᾳ ἀποθανοῦνται, καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες αὐτῶν τελευτήσουσιν ἐν λιμῷ, καὶ ἐγκατάλειμμα οὐκ ἔσται αὐτῶν, ὅτι ἐπάξω κακὰ ἐπὶ τοὺς κατοικοῦντας ἐν Ἀναθώθ, ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῶν. Δίκαιος εἶ Κύριε, ὅτι ἀπολογήσομαι πρὸς σέ, πλὴν κρίματα λαλήσω πρὸς σέ. Τὶ ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται; εὐθήνησαν πάντες οἱ ἀθετοῦντες ἀθετήματα; ἐφύτευσας αὐτούς, καὶ ἐρριζώθησαν, ἐτεκνοποιήσαντο, καὶ ἐποίησαν καρπόν, ἐγγὺς εἶ σὺ τοῦ στόματος αὐτῶν, καὶ πόρρω ἀπὸ τῶν νεφρῶν αὐτῶν. Καὶ σύ, Κύριε, γινώσκεις με, οιδάς με, καὶ δεδοκίμακας τὴν καρδίαν μου ἐναντίον σου, ἄθροισον αὐτοὺς ὥσπερ πρόβατα εἰς σφαγήν, ἄγνισον αὐτοὺς εἰς ἡμέραν σφαγῆς αὐτῶν, ἕως πότε πενθήσει ἡ γῆ, καὶ πᾷς ὁ χόρτος τοῦ ἀγροῦ ξηρανθήσεται ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ; ἠφανίσθησαν κτήνη καὶ πετεινά, ὅτι εἶπαν, οὐκ ὄψεται ὁ Θεὸς ὁδοὺς ἡμῶν, σοῦ οἱ πόδες τρέχουσι, καὶ ἐκλύουσί σε, Συναγάγετε πάντα τὰ θηρία τοῦ ἀγροῦ, καὶ ἐλθέτωσαν τοῦ φαγεῖν αὐτήν. Ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελώνά μου, ἐμόλυναν τὴν μερίδα μου, ἔδωκαν τὴν μερίδα τὴν ἐπιθυμητήν μου εἰς ἔρημον ἄβατον, ἐτέθη εἰς ἀφανισμὸν ἀπωλείας, ὅτι τάδε λέγει Κύριος περὶ πάντων τῶν γειτόνων τῶν πονηρῶν, τῶν ἁπτομένων τῆς κληρονομίας μου, ἢς ἐμέρισα τῶ λαῶ μου τῶ Ἰσραήλ. Ἰδοὺ ἐγὼ ἀποσπῶ αὐτοὺς ἀπὸ τῆς γῆς αὐτῶν, καὶ τὸν Ἰούδαν ἐκβαλῶ ἐκ μέσου αὐτῶν, καὶ ἔσται μετὰ τὸ ἐκβαλεῖν μὲ αὐτούς, ἐπιστρέψω καὶ ἐλεήσω αὐτούς, καὶ κατοικιῶ αὐτούς, ἕκαστον εἰς τὴν κληρονομίαν αὐτοῦ, καὶ ἕκαστον εἰς τὴν γὴν αὐτοῦ. Προκείμενον Ἦχος πλ. β'. Εὔξασθε, καὶ ἀπόδοτε Κυρίω τῶ Θεῷ ἡμῶν. Στίχ. Γνωστὸς ἐν τῇ Ἰουδαία ὁ Θεός.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου